Καὶ πάλιν κατὰ μόνην τὴν κρᾶσιν, ἤτοι τὴν ἐναρμόνιον τοῦ παντὸς σύνθεσιν, τὴν κτίσιν κατανοήσαντες, καὶ διὰ πάντων τῶν ἀλλήλοις ἀῤῥήτως εἰς ἑνὸς συμπλήρωσιν κόσμου συνδεδεμένων μόνον τὸν συνδέοντα καὶ ἐπισφίγγοντα τῷ ὅλῳ τὰ μέρη καὶ ἀλλήλοις δημιουργὸν ἐννοήσαντες Λόγον, τοὺς δύο εἰς ἕνα θεωρίας συνέκλεισαν τρόπον, καθ’ ὃν ἁπλῇ προσβολῇ διὰ τῶν ἐν τοῖς οὖσι λόγων πρὸς τὸ αἴτιον <τὸν> νοῦν διαπορθμεύσαντες, καὶ μόνῳ αὐτῷ ὡς συναγωγῷ τῶν ἐξ αὐτοῦ πάντων καὶ ἑλκτικῷ προσδήσαντες, τοῖς καθ’ ἕκαστα τῶν ὅλων τῷ ὑπερβαθῆναι οὐκέτι διαχεόμενοι λόγοις, διὰ τοῦ πεπεῖσθαι σαφῶς μόνον τὸν Θεὸν κυρίως εἶναι λοιπὸν ἐκ τῆς πρὸς τὰ ὄντα ἀκριβοῦς ἐνατενίσεως, καὶ οὐσίαν τῶν ὄντων καὶ κίνησιν καὶ τῶν διαφερόντων εὐκρίνειαν, καὶ συνοχὴν ἀδιάλυτον τῶν κεκραμμένων, καὶ ἵδρυσιν ἀμετάθετον τῶν τεθειμένων, καὶ πάσης ἁπλῶς τῆς ὁπωσοῦν νοουμένης οὐσίας καὶ κινήσεως καὶ διαφορᾶς, κράσεώς τε καὶ θέσεως αἴτιον, σοφῶς δι’ ἐμφεροῦς ὁμοιότητος τὴν κατὰ τὸν αἰσθητὸν αἰῶνα μυστικὴν θεωρίαν ἐπὶ τὸν κατὰ διάνοιαν ἐν πνεύματι διὰ τῶν ἀρετῶν συμπληρούμενον κόσμον μετήνεγκαν, καθ’ ἣν τοὺς εἰρημένους τρόπους εἰς ἕνα συναγαγόντες τὸν διαφόροις ἀρετῶν εἴδεσι τὴν τοῦ κατὰ διάνοιαν γνωμικοῦ κόσμου οὐσίαν ἐκπληροῦντα δι’ ὅλου λόγον μονώτατον ἑαυτοῖς, ὡς ἐφικτόν, ἐναπομόρξαντο, πάντας δηλαδὴ περάσαντες τοὺς τῶν ὄντων καὶ αὐτοὺς τοὺς τῶν ἀρετῶν λόγους, μᾶλλον δὲ μετὰ τούτων πρὸς τὸν ὑπὲρ τούτους, καὶ εἰς ὃν οὗτοι καὶ ἐξ οὗ τὸ εἶναι τούτοις ἐστὶν ὑπερούσιον καὶ ὑπεράγαθον Λόγον ἀγνώστως ἀναδραμόντες· καὶ ὅλοι ὅλῳ κατὰ τὸ ἐφικτὸν τῆς ἐνούσης αὐτοῖς φυσικῆς δυνάμεως ἑνωθέντες τοσοῦτον ἐνδεχομένως ὑπ’ αὐτοῦ ἐποιώθησαν, ὥστε καὶ ἀπὸ μόνου γνωρίζεσθαι, οἷον ἔσοπτρα διειδέστατα, ὅλου τοῦ ἐνορῶντος Θεοῦ Λόγου τὸ εἶδος ἀπαραλείπτως διὰ τῶν θείων αὐτοῦ γνωρισμάτων φαινόμενον ἔχοντες, τῷ ἐλλειφθῆναι μηδένα τῶν παλαιῶν χαρακτήρων, οἷς μηνύεσθαι πέφυκε τὸ ἀνθρώπινον, πάντων εἰξάντων τοῖς ἀμείνοσιν, οἷον ἀὴρ ἀφεγγὴς φωτὶ δι’ ὅλου μετεγκραθείς.