Θεωρία εἰς τό· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, καὶ εἰς τὸ μήτε ῥάβδον μήτε πήραν μήτε ὑποδήματα χρῆναι τοὺς ἀποστόλους βαστάζειν Τοῦτο καὶ ὁ Κύριος αὐτός, ὡς ἔμοιγε δοκεῖ, τυχὸν παρεδήλου, τοῦτο μὲν ἐν οἷς φησι, μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλλετε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, “ἅγιον” ἴσως καλῶν τὸ ἐν ἡμῖν νοερόν, ὡς θείας ἀπεικόνισμα δόξης, ὅπερ μὴ κακῶς ἐᾷν ὑπὸ τῶν θυμικῶν κινημάτων καθυλακτούμενον ἐκταράσσεσθαι παρηγγύησε, “μαργαρίτας” δὲ τὰ θεῖα καὶ λαμπρὰ τούτου νοήματα, οἷς τίμιον ἅπαν κοσμεῖσθαι πέφυκεν, ἅπερ διαφυλάττειν ἀμόλυντα καὶ τῶν ἀκαθάρτων τῆς ὑλικῆς ἐπιθυμίας παθῶν ἐλεύθερα δεῖν παρεκελεύσατο· τοῦτο δὲ ἐν οἷς πρὸς τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἀποστελλομένους ἐπὶ τὸ κήρυγμα περὶ τοῦ πῶς εὐσταλεῖς αὐτοὺς εἶναι καὶ ἀπερίττους διατυπῶν καὶ τοῦτο πρὸς τοῖς ἄλλοις φησί, μὴ δὲ πήραν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον, μήτε ὑποδήματα εἰς τοὺς πόδας ὑμῶν, ὡς δέον τὸν τῆς ὑψηλῆς κατὰ τὴν γνῶσιν πορείας ἐπειλημμένον παντὸς μὲν ὑλικοῦ βάρους ἐλεύθερον εἶναι, πάσης δὲ τῆς κατ’ ἐπιθυμίαν καὶ θυμὸν ἐμπαθοῦς διαθέσεως καθαρόν, ὡς δηλοῖ ἥ τε πήρα καὶ ἡ ῥάβδος, ἡ μὲν τὴν ἐπιθυμίαν, ἡ δὲ τὸν θυμὸν ἐπισημαίνουσα, μάλιστα δὲ τῆς καθ’ ὑπόκρισιν γυμνὸν κακουργίας, τῆς οἷον ὑποδήματος δίκην τοῦ βίου τὸ ἴχνος ἐπικαλυπτούσης καὶ τὸ ἐμπαθὲς τῆς ψυχῆς ἐπικρυπτούσης ἐπιεικείας πλάσματι· ἣν ὑποδησάμενοι ἀφρόνως οἱ Φαρισαῖοι, μόρφωσιν εὐσεβείας, ἀλλ’ οὐκ εὐσέβειαν ἔχοντες, καὶ εἰ λαθεῖν ἐνόμιζον, ὑπὸ τοῦ Λόγου ἐλεγχθέντες ἐδιδάχθησαν.