Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Η θεραπεία των παθών της ψυχής και ερμηνεία βιβλικών συμβόλων

Διαίρεση του παθητικού μέρους της ψυχής (θυμός, επιθυμία, λύπη, φόβος) και η υπέρβασή τους διά της ηθικής φιλοσοφίας. Αλληγορική προσέγγιση προσώπων και γεγονότων, όπως η αποβολή της Άγαρ, τα είδη της λέπρας και η θεραπεία του σεληνιαζομένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 15

Τὸν μὲν οὖν σημαινόμενον τρόπον περὶ τῆς τῶν ἁγίων κατὰ τὸν λόγον καὶ τὴν θεωρίαν δυνάμεώς τε καὶ χάριτος ὑπὸ τοῦ μεγάλου τούτου διδασκάλου κατὰ τὸ δυνατὸν στοχαστικῶς, ἀλλ’ οὐκ ἀποφαντικῶς (πολλῷ γὰρ ἀπολείπεται τῷ μέτρῳ τῆς κατ’ αὐτὸν ἀληθείας ὁ ἡμέτερος νοῦς), διὰ τῶν εἰρημένων ὑποδραμὼν τῷ λόγῳ, καὶ ὥσπερ ἰχνηλατήσας, τοιόνδε καθ’ ὑπόνοιαν μόνον φημί.

Θεωρία διάφορος τῆς διαβαθείσης ὑπὸ τῶν ἁγίων ὑλικῆς δυάδος, καὶ τίς ἡ ἐν τῇ Τριάδι νοουμένη ἑνότης Διὰ δὲ τοῦ “ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα,” τὸ “ὑπὲρ τὴν ὕλην γενέσθαι καὶ τὸ εἶδος, ἐξ ὧν τὰ σώματα,” τοὺς ἁγίους λέγειν ὑπονοῶ αὐτόν, ἢ “τὴν σάρκα καὶ τὴν ὕλην, ἅσπερ διασχόντας,” ἔφη, “Θεῷ συγγενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ κραθῆναι φωτὶ καταξιωθῆναι,” τουτέστι τὴν πρὸς τὴν σάρκα τῆς ψυχῆς σχέσιν, καὶ διὰ τῆς σαρκὸς πρὸς τὴν ὕλην, ἢ καθόλου εἰπεῖν, πάσης τῆς αἰσθητικῆς οὐσίας πρὸς τὴν αἰσθητὴν ἀποθεμένους φυσικὴν οἰκειότητα, τῆς δὲ θείας μόνης γνησίως ἐπιλαβομένους ἐφέσεως, διὰ “τήν,” ὡς ἔφην, “νοουμένην ἐν τῇ Τριάδι ἑνότητα.” Μέσην γὰρ κειμένην Θεοῦ καὶ ὕλης τὴν ψυχὴν ἐγνωκότες καὶ τὰς πρὸς ἄμφω ἑνοποιοὺς δυνάμεις ἔχουσαν, τὸν νοῦν λέγω πρὸς τὸν Θεὸν καὶ πρὸς τὴν ὕλην τὴν αἴσθησιν, τὴν μὲν αἴσθησιν μετὰ τῶν αἰσθητῶν παντελῶς ἀπετινάξαντο, κατὰ τὴν ἐν διαθέσει σχετικὴν ἐνέργειαν, κατὰ δὲ τὸν νοῦν μονώτατον ἀῤῥήτως αὐτὴν τῷ Θεῷ προσῳκείωσαν, πρὸς ὃν ὅλον ἀγνώστως ἑνωθεῖσαν ὅλην ὡς ἀρχετύπου εἰκόνα κατὰ νοῦν καὶ λόγον καὶ πνεῦμα, ὡς ἐφικτὸν καθ’ ὁμοίωσιν ἔχουσαν τὸ ἐμφερὲς θεασάμενοι, “τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα” μυστικῶς ἐδιδάχθησαν.

Τυχὸν δὲ καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν “ὑλικὴν δυάδα” προσηγόρευσεν ὁ διδάσκαλος, διὰ τὸ προσύλους καὶ τοῦ παθητικοῦ τῆς ψυχῆς μέρους αὐτὰς εἶναι δυνάμεις, καὶ πρὸς τὸν λόγον στασιαζούσας, καὶ εἰς πολλὰ σκεδάσαι τὸν νοῦν δυναμένας, εἰ μὴ ἐξ ἀρχῆς ἐπιστημόνως ἄγχων ἑαυτῷ ὑποζεύξειεν. Ὧν εἴ τις κρατήσειε καὶ ἐφ’ ἃ δεῖ πρεπόντως φέρεσθαι πείσειε, δουλικῶς ὑποζευγμένας τῇ δυναστείᾳ τοῦ λόγου, ἢ καὶ παντελῶς αὐτὰς ἀπολιπὼν ἀπολίποι, καὶ μόνης τῆς ἀῤῥεποῦς κατ’ ἀγάπην γνωστικῆς διὰ λόγου καὶ θεωρίας ἔχεται θέλξεως, καὶ πρὸς μίαν καὶ μόνην ἐκ τῶν πολλῶν καθαράν τε καὶ ἁπλῆν καὶ ἀδιαίρετον τῆς κατ’ ἔφεσιν ἀῤῥενωτάτης δυνάμεως κίνησιν συνεστάλη, καθ’ ἣν περὶ Θεὸν ἀκαταλήκτως ἐν ταὐτότητι τῆς κατ’ ἔφεσιν ἀεικινησίας ἑαυτῷ φιλοσόφως ἐπήξατο τὴν μονιμότητα, μακάριος ὄντως ἐστὶ τῆς ἀληθοῦς τε καὶ μακαρίας τυχὼν οὐ μόνον ἑνώσεως τῆς πρὸς τὴν ἁγίαν Τριάδα, ἀλλὰ καὶ ἑνότητος “τῆς ἐν τῇ ἁγίᾳ Τριάδι νοουμένης,” ὡς ἁπλοῦς καὶ ἀδιαίρετος καὶ μονοειδὴς κατὰ τὴν δύναμιν πρὸς τὴν ἁπλῆν καὶ ἀδιαίρετον κατὰ τὴν οὐσίαν γεγενημένος, καὶ κατὰ τὴν ἕξιν τῶν ἀρετῶν τὴν ὡσαύτως ἔχουσαν ἀγαθότητα κατὰ τὸ ἐφικτὸν ἐκμιμούμενος, καὶ τὴν ἰδιότητα τῶν κατὰ φύσιν μεριστῶν δυνάμεων διὰ τὴν τοῦ ἑνωθέντος Θεοῦ χάριν ἀποθέμενος.

Ἐξήγησις περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς, καὶ τῶν αὐτοῦ καθολικῶν διαιρέσεών Διαιρεῖται γάρ, ὥς φασι, τὸ παθητικὸν τῆς ψυχῆς εἴς τε τὸ ἐπιπειθὲς λόγῳ καὶ τὸ μὴ πειθόμενον λόγῳ. Καὶ τὸ μὲν λόγῳ μὴ πειθόμενον διαιροῦσιν εἰς τὸ θρεπτικόν, ὃ καλοῦσι “φυσικόν,” καὶ εἰς τὸ σφυγμικόν, ὃ καλοῦσι “ζωτικόν,” ὧν οὐδέτερον λόγῳ πειθόμενον ἄγεται· οὐκ ἐπιπειθὲς δὲ λόγῳ καλεῖται, ἐπειδὴ μὴ πέφυκεν ἄγεσθαι λόγῳ.

Τὸ γὰρ αὐξάνειν ἢ ὑγιαίνειν ἢ ζῇν οὐκ ἔστιν ἐν ἡμῖν. Τὸ δὲ ἐπιπειθὲς λόγῳ διαιρεῖται εἰς δύο, τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Ἐπιπειθὲς δὲ λόγῳ καλοῦσιν αὐτό, διότι λόγῳ πέφυκεν ἐν τοῖς σπουδαίοις ἄγεσθαί τε καὶ ὑποτάσσεσθαι.

Πάλιν δὲ τὸ ἐπιθυμητικὸν διαιροῦσιν εἰς ἡδονὴν καὶ λύπην. Ἐπιτυγχάνουσα γὰρ ἡ ἐπιθυμία ἡδονὴν ἐργάζεται, ἀποτυγχάνουσα δὲ λύπην. Καὶ πάλιν καθ’ ἕτερον τρόπον φασὶ τὴν ἐπιθυμίαν διαιρουμένην τέσσαρα σὺν ἑαυτῇ τὰ πάντα εἴδη ποιεῖν, ἐπιθυμίαν, ἡδονήν, φόβον, καὶ λύπην.

Καὶ ἐπειδὴ τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ φαῦλα, ταῦτα δὲ ἢ παρόντα ἢ μέλλοντά ἐστι, προσδοκώμενον μὲν ἀγαθὸν “ἐπιθυμίαν” ἐκάλεσαν, παρὸν δὲ “ἡδονήν,” καὶ πάλιν προσδοκώμενον κακὸν “φόβον,” παρὸν δὲ “λύπην,” ὡς εἶναί τε καὶ θεωρεῖσθαι περὶ μὲν τὰ καλά, εἴτε τὰ ὄντως ὄντα, εἴτε τὰ νομιζόμενα, τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν, περὶ δὲ τὰ φαῦλα τὴν λύπην καὶ τὸν φόβον.

Πάλιν δὲ τὴν λύπην διαιροῦσιν εἰς τέσσαρα, εἰς ἄχος, εἰς ἄχθος, εἰς φθόνον, εἰς ἔλεον. Καὶ τὸ μὲν ἄχος εἶναί φασι λύπην ἀφωνίαν ἐμποιοῦσαν οἷς ἂν ἐγγένηται, διὰ τὴν εἰς βάθος πάροδον τοῦ λογιστικοῦ· τὸ δὲ ἄχθος λύπην βαροῦσάν τε καὶ διοχλοῦσαν ἐπ’ ἀβουλήτοις συμβάσεσι· τὸν δὲ φθόνον λύπην ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· τὸ δὲ ἔλεος λύπην ἐπ’ ἀλλοτρίοις κακοῖς. Κακὸν δὲ πᾶσαν λύπην ἔφασαν τῇ ἑαυτῆς φύσει. Κἂν γὰρ ὁ σπουδαῖος ἐπ’ ἀλλοτρίοις λυπῆται κακοῖς, ὡς ἐλεήμων, ἀλλ’ οὐ προηγουμένως κατὰ πρόθεσιν, ἀλλ’ ἐφεπομένως κατὰ περίστασιν. Ὁ δὲ θεωρητικὸς κἀν τούτοις ἀπαθὴς διαμένει, συνάψας ἑαυτὸν τῷ Θεῷ, καὶ τῶν τῇδε παρόντων ἀλλοτριώσας.

Τὸν δὲ φόβον πάλιν διαιροῦσιν εἰς ἕξ, εἰς ὄκνον, εἰς αἰδώ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Καὶ τὸν μὲν ὄκνον εἶναί φασι φόβον μελλούσης ἐνεργείας, τὴν αἰδὼ δὲ φόβον ἐπὶ προσδοκίᾳ ψόγου, τὴν δὲ αἰσχύνην φόβον ἐπ’ αἰσχρῷ πεπραγμένῳ, τὴν δὲ κατάπληξιν φόβον μεγάλης φαντασίας, τὴν δὲ ἔκπληξιν φόβον ἐκ μεγάλων ἀκουσμάτων τὴν αἴσθησιν ἀφαιρούμενον, τὴν ἀγωνίαν δὲ φόβον διαπτώσεως, τουτέστιν ἀποτυχίας.

Φοβούμενοι γὰρ ἀποτυχεῖν ἀγωνιῶμεν. Καλοῦσι δέ τινες αὐτὴν καὶ δειλίαν. Τὸν δὲ θυμὸν πάλιν εἶναι λέγουσι ζέσιν τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. Διαιροῦσι δὲ καὶ τοῦτον εἰς τρία, εἰς ὀργήν, ἥν τινες ἐκάλεσαν “χολὴν” καὶ “χόλον,” καὶ εἰς μῆνιν καὶ εἰς κότον. Καὶ τὴν μὲν ὀργὴν εἶναί φασι θυμὸν πρὸς ἐνέργειαν ἀρχὴν καὶ κίνησιν ἔχοντα, ἢ θυμὸν ἐνεργούμενον· τὴν δὲ χολὴν τὴν δι’ ἄλλου ἄμυναν τοῦ λυπήσαντος· τὸν δὲ χόλον τὴν δι’ ἑαυτοῦ τοῦ λυπηθέντος ἐπεξέλευσιν εἰς τὸν λυπήσαντα· τὴν δὲ μῆνιν θυμὸν εἰς παλαίωσιν (εἴρηται δὲ παρὰ τὸ “μένειν” καὶ τῇ μνήμῃ παρακατέχεσθαι), τὸν δὲ κότον θυμὸν ἐπιτηροῦντα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ παρὰ τὸ “κεῖσθαι” καὶ οὗτος. Διαιροῦσι δὲ καὶ τούτων ἕκαστον εἰς ἄλλα πολλά, ἅπερ εἰ βουληθείη τις δι’ ἀκριβοῦς ἐξετάσεως παραδοῦναι γραφῇ, πολὺν ἀθροίσει λόγον καὶ χρόνον δαπανήσει, ὡς μηδὲ ἀνεκτὸν εἶναι τοῖς ἐντυγχάνουσι διὰ τὸ πλῆθος.

Μέγα οὖν καὶ θαυμαστὸν ὄντως ἐστὶ καὶ πολλῆς δεόμενον προσοχῆς τε καὶ σπουδῆς, καὶ πρὸ τούτων τῆς θείας ἐπικουρίας, τὸ δυνηθῆναι πρῶτον μὲν τῆς ὑλικῆς δυάδος τῶν ἐμφύτων κρατῆσαι δυνάμεων, θυμοῦ λέγω καὶ ἐπιθυμίας, καὶ τοῦ κατ’ αὐτὰς μερισμοῦ, καὶ μακάριος ὅστις ἄγειν ἑτοίμως ταύτας ὅποι τῷ λόγῳ δοκεῖ δεδύνηται, μέχρις ἂν τοῖς πρακτικοῖς διὰ τῆς ἠθικῆς φιλοσοφίας τῶν προτέρων καθαίρηται μολυσμῶν.

Θεωρία ἐκ τῆς Γραφῆς περὶ τοῦ μὴ δεῖν τὸν γνωστικὸν τῷ τῆς φύσεως νόμῳ τὸν τῆς σοφίας λόγον συνάπτειν, καὶ τίς ἡ προσθήκη τοῦ “ἄλφα” στοιχείου εἰς τὸ ὄνομα τοῦ Ἀβραάμ Ἔπειτα δὲ καὶ ὑπὲρ αὐτὰς γενέσθαι καὶ παντελῶς ἀπώσασθαι, ὡς τὴν Ἄγαρ καὶ τὸν Ἰσμαήλ, ὁ Ἀβραὰμ ἐκεῖνος ὁ μέγας, τοῦ λογιστικοῦ ἤδη περὶ τὰ θεῖα κατὰ τὸν Ἰσαὰκ ἐκεῖνον γυμνασθῆναι δυναμένου θεάματα, ὑπὸ τῆς κατὰ τὴν γνῶσιν φερομένης θείας φωνῆς διδασκόμενος, μὴ δύνασθαι τὸ κατὰ νοῦν θεῖον τῆς ἐλευθέρας κατὰ πνεῦμα γνώσεως γέννημα, τῷ δουλικῷ τῆς σαρκὸς ἐπισυνημμένον σπέρματι, τῆς μακαρίας τυχεῖν ἐπαγγελίας, ἥτις ἐστὶν ἡ κατ’ ἐλπίδας προκειμένη τοῖς ἀγαπῶσι τὸν Κύριον τῆς θεώσεως χάρις, ἣν ἤδη τυπικῶς ὑπῆρχε προειληφώς, τῷ περὶ μονάδος λόγῳ διὰ πίστεως μυστικῶς συναφθείς, καθ’ ὃν ἑνοειδὴς γενόμενος, μᾶλλον δὲ ἐκ πολλῶν εἷς, μόνος πρὸς μόνον δι’ ὅλου τὸν Θεὸν μεγαλοπρεπῶς συνήχθη, μηδένα τὸ παράπαν τῆς οἱασοῦν περί τι ἄλλο τῶν σκεδαστῶν γνώσεως τύπον ἑαυτῷ συνεπιφερόμενος, ὅπερ οἶμαι δηλοῦν τὴν τοῦ δοθέντος εἰς προσθήκην τοῦ ὀνόματος “ἄλφα” γράμματος δύναμιν. Διὸ καὶ πατὴρ τῶν διὰ πίστεως προσαγομένων Θεῷ κατὰ στέρησιν πάντων τῶν μετὰ Θεὸν ἐχρημάτισεν, ὡς τοὺς αὐτοὺς κατὰ πίστιν ἐν πνεύματι τύπους τῷ πατρὶ τῶν τέκνων ἐμφερῶς ἔχειν δυναμένων.

Θεωρία εἰς τὸν Μωϋσῆν περὶ τῶν ἀφαιρουμένων ὑποδημάτων Τοῦτο τυχὸν ἐν ἀρχῇ τῆς γνωστικῆς ἀγωγῆς καὶ ὁ μέγας Μωϋσῆς ἐκεῖνος διδασκόμενος ὑπὸ τῆς θείας φωνῆς ἐπαιδεύετο, ἡνίκα προσῆγεν ἰδεῖν τὸ ἐν τῇ βάτῳ μυστικῶς φανταζόμενον φῶς φασκούσης, λύσον τὰ ὑποδήματα ἀπὸ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ ἔστηκας γῆ ἁγία ἐστί, τὸ δεινῶς, οἶμαι, τῶν σωματικῶν ἁπάντων ἀπολελύσθαι κατὰ διάθεσιν τὴν ψυχήν, μέλλουσαν τὴν διὰ θεωρίας πρὸς τὴν τῶν ὑπερκοσμίων νόησιν γνωστικὴν ποιεῖσθαι πορείαν καὶ τελείαν τοῦ ἐν σχέσει σαρκὸς προτέρου βίου ἀλλοτρίωσιν διὰ τῆς τῶν ὑποδημάτων ἔχειν ἀποθέσεως.

Θεωρία εἰς μέρη τῶν θυσιῶν Τοῦτο πάλιν ἴσως ὁ αὐτὸς θειότατος Μωϋσῆς ἐν ταῖς τῶν θυσιῶν διατάξεσι παρεδήλου τῶν ἱερείων ἀφαιρεῖν τὸ στέαρ, καὶ τοὺς νεφρούς, καὶ τὸ στηθύνιον, καὶ τὸν λοβὸν τοῦ ἥπατος, ἐπιτάσσων, τὸ δεῖν αὐτάς τε τὰς γενικὰς τῶν ἐν ἡμῖν παθῶν δυνάμεις, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν, τὴν ὄντως “ὑλικὴν δυάδα,” καὶ τὰς ἐνεργείας αὐτῶν ἀφαιρεῖν, καὶ τῷ θείῳ πυρὶ τῆς κατὰ γνῶσιν μυστικῆς ἐκτῆξαι δυνάμεως, τῆς μὲν ἐπιθυμίας διὰ τῶν νεφρῶν, τῆς δὲ ἐνεργείας αὐτῆς, τουτέστι τῆς ἡδονῆς, διὰ τοῦ λίπους, ἤτοι τοῦ στέατος δηλουμένης, καὶ τοῦ θυμοῦ διὰ τοῦ στηθυνίου, τῆς δὲ κατ’ αὐτὸν ἐνεργείας, διὰ τοῦ λοβοῦ τοῦ ἥπατος, ἐν ᾧ ἡ πικρὰ καὶ δριμυτάτη πέπηγε χολή, σημαινομένων.

Θεωρία σύντομος εἰς τὴν κατὰ νόμον διάφορον λέπραν Τοῦτο πάλιν κἀν τῷ περὶ λέπρας τόπῳ σοφῶς οἶμαι παρεμφαίνειν δι’ αἰνιγμάτων συμβολικῶν, τὴν ἁφὴν τῆς λέπρας εἰς τέσσαρα γένη μερίσαντα, εἰς λευκὸν καὶ χλωρὸν καὶ ξανθὸν καὶ ἀμαυρόν, δι’ ὧν τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν εἰς τὰ ὑπ’ αὐτὰ εἴδη διαιρούμενα δείκνυται, τῆς μὲν ἐπιθυμίας διὰ τοῦ λευκοῦ καὶ χλωροῦ, εἰς ἡδονὴν καὶ λύπην μερίζεσθαι δηλουμένης, τοῦ δὲ θυμοῦ διὰ τοῦ ξανθοῦ καὶ τοῦ ἀμαυροῦ εἰς ὀργὴν καὶ μῆνιν καὶ τὴν κεκρυμμένην κακουργίαν τῆς ὑποκρίσεως τεμνομένου.

Ταῦτα γὰρ πρῶτα γένη τῶν ὑπ’ αὐτὰ παθῶν, ὥς φασι, καὶ πάντων ἀρχηγικώτερα τῶν τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας γεννήματα, οἷς τὴν νοσηλευομένην ψυχὴν οὐχ οἷόν τε, ἕως ὑπὸ τούτων κατέστικται, τοῖς τῆς θείας ἠξιωμένοις παρεμβολῆς ἐναρίθμιον εἶναι.

Θεωρία εἰς τὸν Φινεὲς καὶ τοὺς ἀναιρεθέντας ὑπ’ αὐτοῦ Τοῦτο καὶ τὸν θαυμαστὸν οἶμαι Φινεὲς ἐκεῖνον τῷ καθ’ ἑαυτὸν ζήλῳ παραινίττεσθαι. Τὴν γὰρ Μαδιανίτην τῷ Ἰσραηλίτῃ συγκαταιχμάσας, μυστικῶς διὰ τοῦ δόρατος τὴν ὕλην τῷ εἴδει, καὶ τῷ θυμῷ τὴν ἐπιθυμίαν, καὶ τὴν ἀλλόφυλον ἡδονὴν τῷ ἐμπαθεῖ λογισμῷ διὰ τῆς τοῦ ἀρχιερέως λόγου δυνάμεως συναπωθεῖσθαι χρῆν παντάπασι τῆς ψυχῆς ἐνέφαινεν. Εἴδους γὰρ πρὸς ὕλην τρόπον ἐπέχει, ὅ τε θυμὸς πρὸς τὴν ἐπιθυμίαν, τῷ προσεγγισμῷ διδοὺς αὐτῇ κίνησιν, καθ’ ἑαυτὴν οὖσαν ἀκίνητον, ὅ τε λογισμὸς πρὸς τὴν ἡδονήν, εἰδοποιεῖν αὐτὴν πεφυκώς, ἀνείδεον καὶ ἄμορφον κατὰ τὸν ἴδιον λόγον ὑπάρχουσαν. Δηλοῖ δὲ τοῦτο καὶ αὐτὴ τῶν ὀνομάτων ἡ δύναμις. Χασβὴ γὰρ ἡ Μαδιανίτις ὀνομάζεται, ὅπερ ἐστὶ “γαργαλισμός μου,” καὶ Ζαμβρὶ ὁ Ἰσραηλίτης, ὅπερ ἐστὶν “ᾆσμά μου,” τουτέστι “μετεωρισμός μου.” Ἐπειδὰν οὖν τῆς θείας ἀπονεῦσαν μελέτης τε καὶ ἐνατενίσεως τὸ λογιστικὸν τῆς ψυχῆς καὶ μετεωρισθὲν τῷ ὑλικῷ τῆς σαρκὸς γαργαλισμῷ συμπλακῇ κατὰ τὴν κάμινον τῆς ἁμαρτίας, τοῦ ζηλωτοῦ πάντως δεῖται ἀρχιερέως λόγου, πρὸς ἀναίρεσιν μὲν τῶν οὕτω κακῶς ἀλλήλοις συμπεπλεγμένων, ἀποστροφὴν δὲ τῆς φερομένης θείας ἀγανακτήσεως.

Θεωρία εἰς τό· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, καὶ εἰς τὸ μήτε ῥάβδον μήτε πήραν μήτε ὑποδήματα χρῆναι τοὺς ἀποστόλους βαστάζειν Τοῦτο καὶ ὁ Κύριος αὐτός, ὡς ἔμοιγε δοκεῖ, τυχὸν παρεδήλου, τοῦτο μὲν ἐν οἷς φησι, μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλλετε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, “ἅγιον” ἴσως καλῶν τὸ ἐν ἡμῖν νοερόν, ὡς θείας ἀπεικόνισμα δόξης, ὅπερ μὴ κακῶς ἐᾷν ὑπὸ τῶν θυμικῶν κινημάτων καθυλακτούμενον ἐκταράσσεσθαι παρηγγύησε, “μαργαρίτας” δὲ τὰ θεῖα καὶ λαμπρὰ τούτου νοήματα, οἷς τίμιον ἅπαν κοσμεῖσθαι πέφυκεν, ἅπερ διαφυλάττειν ἀμόλυντα καὶ τῶν ἀκαθάρτων τῆς ὑλικῆς ἐπιθυμίας παθῶν ἐλεύθερα δεῖν παρεκελεύσατο· τοῦτο δὲ ἐν οἷς πρὸς τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἀποστελλομένους ἐπὶ τὸ κήρυγμα περὶ τοῦ πῶς εὐσταλεῖς αὐτοὺς εἶναι καὶ ἀπερίττους διατυπῶν καὶ τοῦτο πρὸς τοῖς ἄλλοις φησί, μὴ δὲ πήραν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον, μήτε ὑποδήματα εἰς τοὺς πόδας ὑμῶν, ὡς δέον τὸν τῆς ὑψηλῆς κατὰ τὴν γνῶσιν πορείας ἐπειλημμένον παντὸς μὲν ὑλικοῦ βάρους ἐλεύθερον εἶναι, πάσης δὲ τῆς κατ’ ἐπιθυμίαν καὶ θυμὸν ἐμπαθοῦς διαθέσεως καθαρόν, ὡς δηλοῖ ἥ τε πήρα καὶ ἡ ῥάβδος, ἡ μὲν τὴν ἐπιθυμίαν, ἡ δὲ τὸν θυμὸν ἐπισημαίνουσα, μάλιστα δὲ τῆς καθ’ ὑπόκρισιν γυμνὸν κακουργίας, τῆς οἷον ὑποδήματος δίκην τοῦ βίου τὸ ἴχνος ἐπικαλυπτούσης καὶ τὸ ἐμπαθὲς τῆς ψυχῆς ἐπικρυπτούσης ἐπιεικείας πλάσματι· ἣν ὑποδησάμενοι ἀφρόνως οἱ Φαρισαῖοι, μόρφωσιν εὐσεβείας, ἀλλ’ οὐκ εὐσέβειαν ἔχοντες, καὶ εἰ λαθεῖν ἐνόμιζον, ὑπὸ τοῦ Λόγου ἐλεγχθέντες ἐδιδάχθησαν.

Θεωρία περὶ τοῦ σεληνιαζομένου Ταύτης τῆς ὑλικῆς δυάδος, τῆς κατὰ θυμὸν λέγω καὶ ἐπιθυμίαν, πάλιν ὁ Κύριος ἐλευθέρωσεν, ὡς οἶμαι, τὸν σεληνιαζόμενον, μᾶλλον δὲ τοῦ πυρὶ τῷ θυμῷ καὶ ὕδατι τῇ ἐπιθυμίᾳ αὐτὸν βουληθέντος ἀπολέσαι πονηροῦ δαίμονος, ἐπέσχε τε καὶ κατήργησε τὴν μανιώδη λύσσαν (σελήνης γὰρ οὐδὲν διενήνοχεν ἡ πρὸς τὰ γινόμενα καὶ ἀπογινόμενα σχέσις τῶν ἡττημένων τοῖς ὑλικοῖς ἀνθρώπων), ἧς ἐπιλαβόμενος ὁ τὰ πάθη διεγείρων δαίμων ὥσπερ ὕδατι καὶ πυρὶ τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ ἐμβάλλων τὸν νοῦν καὶ ἐναποπνίγων οὐ παύεται, ἕως τοῦ Θεοῦ Λόγος παραγενόμενος τὸ μὲν ὑλικὸν καὶ πονηρὸν ἀπελάσει πνεῦμα (δι’ οὗ ὁ παλαιός τε καὶ χοϊκὸς χαρακτηρίζεται ἄνθρωπος), τὸν δὲ ἐνεργούμενον τῆς πονηρᾶς ἐλευθερώσει τυραννίδος, τὴν φυσικὴν αὐτῷ σωφροσύνην ἀποδοὺς καὶ χαρισάμενος, δι’ ἧς ὁ νέος καὶ κατὰ Θεὸν κτιζόμενος ἄνθρωπος διαδείκνυται.

Οὕτω μὲν οὖν πάντες οἱ ἅγιοι τοῦ θείου καὶ ἀπλανοῦς Λόγου γνησίως ἐπειλημμένοι τὸν αἰῶνα τοῦτον διέβησαν, οὐδενὶ τῶν ἐν αὐτῷ τερπνῶν τὸ τῆς ψυχῆς ἴχνος ἐναπερείσαντες. Πρὸς γὰρ τοὺς ἄκρους τῶν ἀνθρώποις ἐφικτῶν περὶ Θεοῦ λόγους, τῆς ἀγαθότητός τέ φημι καὶ τῆς ἀγάπης, μάλα γε εἰκότως ἐνατενίσαντες, οἷς κινηθέντα τὸν Θεὸν τὸ εἶναί τε δοῦναι τοῖς οὖσι καὶ τὸ εὖ εἶναι χαρίσασθαι ἐπαιδεύθησαν (εἴπερ “κίνησιν” ἐπὶ Θεοῦ τοῦ μόνου ἀκινήτου θέμις εἰπεῖν, ἀλλὰ μὴ μᾶλλον βούλησιν, τὴν πάντα κινοῦσάν τε καὶ εἰς τὸ εἶναι καὶ παράγουσαν καὶ συνέχουσαν, κινουμένην δὲ οὐδαμῶς οὐδέποτε), τούτοις καὶ αὐτοὶ σοφῶς ἑαυτοὺς ἀπετύπωσαν, τοῦ ἀφανοῦς καὶ ἀοράτου κάλλους τῆς θείας μεγαλοπρεπείας εὐμιμήτως φέροντες φαινομένην διὰ τῶν ἀρετῶν τὴν ἰδιότητα.

Διὰ τοῦτο ἀγαθοὶ καὶ φιλόθεοι καὶ φιλάνθρωποι, εὔσπλαγχνοί τε καὶ οἰκτίρμονες γεγόνασι, καὶ μίαν πρὸς ἅπαν τὸ γένος διάθεσιν ἔχοντες ἀγάπης ἐδείχθησαν, ὑφ’ ἧς τὸ πάντων ἐξαίρετον εἶδος τῶν ἀρετῶν, τὴν ταπείνωσιν λέγω, διὰ πάσης αὐτῶν τῆς ζωῆς βεβαίαν κατασχόντες τὴν φυλακτικὴν μὲν τῶν ἀγαθῶν, φθαρτικὴν δὲ τῶν ἐναντίων, οὐδενὶ τὸ παράπαν ἁλώσιμοι τῶν διοχλούντων γεγόνασι πειρασμῶν, τῶν τε ἑκουσίων καὶ τοῦ ἐφ’ ἡμῖν λόγου, καὶ τῶν ἀκουσίων καὶ οὐκ ἐφ’ ἡμῶν, τῷ τοῖς μὲν δι’ ἐγκρατείας ἀπομαραίνειν τὰς ἐπαναστάσεις, τῶν δὲ δι’ ὑπομονῆς τὰς προσβολὰς ἀποσείεσθαι.

Διχόθεν γὰρ βαλλόμενοι ὑπό τε δόξης καὶ ἀτιμίας διέμενον ἄσειστοι, πρὸς ἄμφω ἀκινήτως ἔχοντες, μήτε ὕβρεσι τιτρωσκόμενοι διὰ τὴν ἑκουσίαν ὕφεσιν, μήτε δόξαν προσιέμενοι δι’ ὑπερβάλλουσαν πτωχείας οἰκείωσιν, ὅθεν οὐ θυμός, οὐ φθόνος, οὐκ ἔρις, οὐχ ὑπόκρισις, οὐ δόλος, οὐκ εἰρωνευτική τις καὶ ἐπίκλοπος τῷ φαινομένῳ πλάσματι δι’ ἀπάτης ὑποσύρουσα πρὸς ἄλλο στοργή, τὸ πάντων παθῶν ὀλεθριώτατον, οὐκ ἐπιθυμία τῶν κατὰ τὸν βίον δοκούντων εἶναι λαμπρῶν, οὔτε τι ἕτερον τῆς πονηρᾶς τῶν παθῶν πληθύος, οὐκ ἀπειλαὶ παρ’ ἐχθρῶν ἐπανατεινόμεναι, οὐδέ τις θανάτου τρόπος αὐτῶν ἐκυρίευσε. Διὸ καὶ μακάριοι δικαίως παρά τε Θεῷ καὶ ἀνθρώποις ἐκρίθησαν, ὅτι τῆς φανησομένης ἀῤῥήτου καὶ περιφανοῦς δόξης κατὰ τὴν χάριν τοῦ μεγαλοδώρου Θεοῦ ἐμφανεῖς εἰκόνας ἑαυτοὺς κατέστησαν, ἵνα χαίροντες ὡς γνωρίμοις τοῖς λόγοις τῶν ἀρετῶν, μᾶλλον δὲ Θεῷ, ὑπὲρ οὗ καὶ καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκοντες διεκαρτέρησαν, ἑνωθῶσιν, ἐν ᾧ πάντων οἱ λόγοι τῶν ἀγαθῶν, ὥσπερ πηγῇ ἀειβλύστῳ, προϋφεστήκασί τε κατὰ μίαν, ἁπλῆν καὶ ἑνιαίαν τῶν πάντων περιοχήν, καὶ πρὸς ὃν ἕλκουσι πάντας τοὺς καλῶς καὶ κατὰ φύσιν ταῖς ἐπὶ τούτῳ δοθείσαις χρωμένους δυνάμεσι.

Ἐκ τοῦ αὐτοῦ λόγου περὶ ὧν ἐμνήσθη τοῦ μακαρίου Ἰώβ, εἰς τό· Τὰ δὲ ἑξῆς μικρά, καὶ μικρῶν ἕνεκεν οἰκονομηθέντα. Τῇ γενομένῃ παρὰ τοῦ Θεοῦ τῷ Ἰὼβ ἀναῤῥήσει, ὡς οἶμαι, συγκρίνων τὰ μετὰ τοὺς ἀγῶνας τῶν πειρασμῶν δοθέντα σωματικὰ “μικρὰ” προσηγόρευσεν, ὡς κατ’ οὐδένα τρόπον τοῖς αἰωνίοις δυνάμενα παραβάλλεσθαι. “Μικρῶν δὲ ἕνεκεν οἰκονομηθέντα” φησί, τῶν περὶ διάνοιαν γνωστικὴν δηλονότι μικρῶν τῶν εὐχερῶς ἐν τοῖς περὶ προνοίας καὶ κρίσεως λόγοις σκανδαλιζομένων καὶ περὶ αὐτὴν τὴν εὐσέβειαν σαλευομένων. Περὶ ὧν οἶμαι τὸν Κύριον ἐν τοῖς Εὐαγγελίοις φάναι, ὁ σκανδαλίζων ἕνα τῶν μικρῶν τούτων, οἵ, ὅταν ἴδωσι δίκαιον ἀσθενοῦντα ἢ πτωχεύοντα ἢ ἄλλως κακουχούμενον καὶ σχεδὸν οἵγε ἀσθενέστεροι ἀθεΐαν τοῦ παντὸς κατακρίνουσι, πόσῳ μᾶλλον ἐν τῇ ἀθρόᾳ μεταβολῇ τοῦ Ἰώβ, ὁμολογουμένως δικαίου πᾶσιν ὑπειλημμένου, εἶχον τοῦτο παθεῖν, εἰ μὴ πρὸς τὸ ἀρχαῖον αὐτῷ σωματικῶς κατὰ τὸ διπλάσιον ἐπανῆλθε τὸ περιφανὲς καὶ ἐπίδοξον;

Περὶ τούτων οὖν εἴρηται τῷ διδασκάλῳ, “μικρῶν ἕνεκεν οἰκονομηθέντα.” Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Καθαίρει μὲν τὸ ἱερὸν τῶν θεοκαπήλων καὶ χριστεμπόρων, πλὴν ὅσον οὐ φραγελλίῳ πλεκτῷ, λόγῳ δὲ πιθανῷ τοῦτο ἐργάζεται.

Οὔτε στυπτικώτερον ἐν τούτοις, ὥς τινες ὑπειλήφαι, τοῦ μακαρίου πατρὸς Ἀθανασίου τὸν Κύριον ἡμῶν καὶ Θεὸν ἀποδείκνυσιν ὁ ἀοίδιμος οὗτος διδάσκαλος, μὴ γένοιτο, οὔτε μὴν καταχαρίζεται τῷ ἁγίῳ Ἀθανασίῳ τῷ τὸν μὲν φραγελλίῳ, τὸν δὲ λόγῳ χρησάμενον, καθαίρειν τὸ ἱερὸν τῶν “θεοκαπήλων” εἰπεῖν, ὡς ἀνάγκην ἐκ τούτων εἶναι, κατὰ τοὺς λέγοντας, δυοῖν θάτερον ὑποληφθῆναι, ἢ τὸν Κύριον ἡμῶν καὶ Θεὸν τὴν προσηνεστέραν ἠγνοηκέναι μέθοδον τῆς ἰατρείας, ἢ τὸν ἅγιον Ἀθανάσιον μὴ γινώσκοντα τῆς πνευματικῆς ἐπιμελείας τοὺς τρόπους φιλανθρωπίαν ἄκαιρον μετιέναι. Ἀλλ’ ἐπειδὴ ὁ διαγνωστικός, ὧν πεπράχαμεν, λόγος ἐν ἡμῖν ἀνακινούμενος, οἷον ἱερῷ τινι ἐμψύχῳ τε καὶ ζῶντι, ἀναλογοῦσαν τοῖς πλημμεληθεῖσι μεταμέλειαν ἐργάζεται, δι’ ἧς Χριστὸς ὁ Θεὸς καὶ Λόγος ἀεὶ τύπτει ἡμᾶς ἁμαρτάνοντας, πλεκτὸν ὥσπερ ἔχων φραγέλλιον, αὐτὴν ἡμῶν τὴν ἐξ ἀτόπων ἐννοιῶν συμπεπλεγμένην καὶ ἔργων συνείδησιν, ὁ δὲ ἅγιος Ἀθανάσιος ἠπίως τοὺς πταίοντας ἐνῆγε πρὸς διόρθωσιν, ὡς καὶ αὐτὸς ἀσθενείας σάρκα περικείμενος, τούτου χάριν τῷ τρόπῳ τούτῳ τῷ λόγῳ χρῆσθαι τὸν θεόφρονα τοῦτον οἶμαι διδάσκαλον.

Τοῦ αὐτοῦ ἐκ τοῦ σχεδιασθέντος πρὸς Εὐνομιανοὺς λόγου, εἰς τό· Εἰσὶ γάρ, εἰσί τινες οἱ τὴν ἀκοὴν κνηθόμενοι καὶ τὴν γλῶτταν. Φασὶν οἱ περὶ λόγους ἐσχολακότες καὶ τὰς αὐτῶν ἀκριβεῖς σημασίας γινώσκειν κλέος οὐ τὸ τυχὸν ποιησάμενοι καὶ ἑκάστῳ πράγματι φωνὴν πρόσφορον δεῖν ἀπονέμεσθαι παραστατικὴν τῆς πρὸς ὁτιοῦν ἄλλο τοῦ σημαινομένου, καθ’ ὅντινα τρόπον τύχοι λεγόμενον, ἀμιγοῦς ἰδιότητος καλῶς ἔχειν ἀποφηνάμενοι, “κνηθομένους δὲ τὴν ἀκοὴν καὶ τὴν γλῶσσαν” εἶναι τοὺς καινότερόν τι μανθάνειν ἢ λέγειν ἐθέλοντας, καὶ ἀεὶ “ταῖς καινοτομίαις χαίροντας,” καὶ ὅρια μετατιθεμένους, γραφικῶς εἰπεῖν, ἃ ἔθεντο οἱ πατέρες αὐτῶν καὶ τοῖς προσφάτοις καὶ ξένοις ἡδομένους, καὶ τῶν συνήθων καὶ πάλαι γνωρίμων καὶ ὡσαύτως ἐχόντων ὡς ἑώλων καὶ πεπατημένων καὶ μηδενὸς ἀξίων κατεξανισταμένους, καὶ μᾶλλον τὰ νεαρώτερα προσδεχομένους ἀσπασίως, κἂν ψευδῆ τύχοιεν ὄντα καὶ μηδεμίαν εἰς ψυχὴν διαβαίνουσαν ὠφέλειαν ἔχοντα.

Ὑπὲρ ἧς μάλιστα πᾶς εὐσεβὴς λόγος καὶ πόνος σωτήριος ᾄδεταί τε καὶ γράφεται καὶ ἐπιτηδεύεται, ὁ μὲν κατὰ τῆς ἀγνωσίας, ὁ δὲ κατὰ τῆς ἡδονῆς ὁπλιζόμενος, ὁ μὲν ἵνα τῆς ἀγνοίας ἐκτεμὼν τὰ πηρώματα τῆς ψυχῆς οἰκειώσῃ Θεῷ διὰ γνώσεως τὴν ἀλήθειαν ἔχοντας, τοὺς διὰ τοῦτο τοῖς μαθήμασι χαίροντας, καὶ τῶν ὁρωμένων τε καὶ νοουμένων ὑπεράνω τὸν νοῦν παραπέμψας θέλξῃ τῷ ἀῤῥήτῳ τῆς θείας καλλονῆς ἔρωτι καὶ προσηλώσῃ τῷ πόθῳ μηδαμοῦ φέρεσθαι δυνάμενον, μᾶλλον δὲ δυνηθῆναι μὴ ἀνεχόμενον· ὁ δὲ ἵνα τῆς καθ’ ἡδονὴν σχέσεως τοὺς ἥλους ἐκκρούσηται, οἷς ὁ περὶ Θεὸν τῆς ψυχῆς πόθος τε καὶ τόνος ἐκ τῆς ἀρχαίας παρακοῆς πρὸς τὴν ὕλην ἐνεπάρη καὶ τὰ φθειρόμενα, καὶ ἀπαλλάξῃ κακίας τοὺς ἐνισχημένους, καὶ ἀρετῆς ποιήσειε φοιτητὰς γνησίους, καὶ ἄσειστον πρὸς πάντα τὰ κωλύειν δοκοῦντα τῆς ψυχῆς τὴν πρὸς τὸ καλὸν οἰκείωσιν ἀπεργάσηται, διδάξας πρὸς μὲν ἀποστροφὴν ἡδονῆς, διὰ τῶν ἐφ’ ἡμῖν ἀτόπων ἀπατηλῶς σαινούσης καὶ μαλασσούσης τὸ στεῤῥὸν τῆς γνώμης καὶ πειθούσης προαιρεῖσθαι τὰ παρόντα τῶν μελλόντων, καὶ τὰ ὁρώμενα τῶν νοουμένων, ἐγκράτειαν, πρὸς δὲ φόβου καὶ δειλίας ἀπόθεσιν, διὰ τῶν οὐκ ἐφ’ ἡμῖν τὰ ἀνήκεστα καὶ ἀνθρωπίνης εἶναι δοκοῦντα κρείττονα δυνάμεως ὑποτιθεμένων, καὶ βίᾳ κρατεῖν διὰ τῆς τῶν φοβερῶν ἐπαγωγῆς τοῦ σώφρονος λογισμοῦ μηχανωμένων, ὑπομονὴν καὶ τὴν ἐκ τούτων συμπληρουμένην ἀνδρείαν, τὴν πρὸς πᾶσαν ἡδονὴν τῶν ἐφ’ ἡμῖν καὶ ὀδύνην τῶν οὐκ ἐφ’ ἡμῖν ἀνένδοτον καὶ ἀήττητον ἕξιν. “

Κνηθομένους δὲ τὴν ἀκοὴν καὶ τὴν γλῶσσαν” ἐκάλεσεν ὁ διδάσκαλος τοὺς περὶ ὧν ὁ λόγος, ἐπειδὴ πᾶς λόγος διὰ γλώσσης λαλεῖσθαί τε καὶ προφέρεσθαι καὶ δι’ ἀκοῆς ἀκούεσθαί τε καὶ μανθάνεσθαι πέφυκεν. Εἰ δὲ καὶ κατ’ ἄλλην ἐπιβολὴν ἐκδέχεσθαι θελήσομεν τὸ λεγόμενον, “κνηθόμενοι τὴν ἀκοὴν καὶ τὴν γλῶσσαν,” τυχὸν οἱ μόνον πρὸς ψόγον καὶ τῆς κατ’ ἄλλων διαβολῆς ἢ λοιδορίας ἀκούειν τε καὶ λαλεῖν προθυμούμενοι, καὶ τὸ κατὰ παντὸς ἀμαθῶς ἐπαίρεσθαι λόγου τε καὶ ἀνδρὸς σεμνολόγημα κρίνοντες, καὶ πρὸ τοῦ τι φάναι τὸν ὕποπτον αὐτοῖς καὶ φθονούμενον σφαδάζοντες τῷ πνεύματι καὶ οἷον τὴν ψυχὴν προωθοῦντες καὶ τὴν “ἀκοὴν” ἑτοιμάζοντες καὶ τὴν “γλῶσσαν” πρὸς θήραν τινὸς συλλαβῆς ἢ λέξεως, οὐχ ἵνα εὐθυμῶσιν, ἀλλ’ ἵνα κακίσωσι καὶ ὕλην ἔχωσι τῆς κατ’ αὐτοῦ γλωσσαλγίας.

Ὅπερ ἐποίουν τῷ ἁγίῳ τούτῳ ἀνδρὶ οἱ κατ’ ἐκεῖνο καιροῦ τῆς ἀληθείας ἐχθροί, προπηδῶντες καὶ προεξανιστάμενοι, καὶ πρὶν λεχθῆναι, τῶν λεγομένων, καθάπερ τῶν ἵππων τοὺς πολεμιστηρίους τε καὶ ἁμιλλητηρίους, οἳ καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς σάλπιγγος εὐθυτενῆ τὰ ὦτα ποιοῦσι, καὶ τοὺς πόδας τῇ γῇ προσαράσσουσι, καὶ προσκνήθονται ταύτην ταῖς ὁπλαῖς, καὶ πρὸς δρόμον ἑαυτοὺς διεγείρουσι, καὶ τὴν ὠθοῦσαν πολλάκις προλαμβάνοντες μάστιγα· πλὴν ὅτι τῶν ἵππων οὐδεὶς ἅπτεται ψόγος ὑπὸ τῆς φυσικῆς ἀλογίας, μὴ ἀναμενόντων τοὺς εὐθέτους τῶν ἀγώνων καιρούς, οὓς διασημαίνει ἥ τε φωνὴ τῆς σάλπιγγος καὶ ἡ τῆς μάστιγος πληγή, τοῖς δὲ τοιούτοις ἀνδράσιν οὐδείς ἐστιν ὁ πρὸς ἀξίαν τῆς αὐτῶν κακίας ἐπινοηθῆναι δυνάμενος ψόγος. Ἔργον ἔχουσι καὶ σπούδασμα τὴν μελέτην τοῦ ψεύδους καὶ τὴν κατὰ τῆς ἀληθείας ἔνστασιν.

Εἰκότως οἱ τοιοῦτοι “κνηθόμενοι τὴν ἀκοὴν καὶ τὴν γλῶσσαν” λεγέσθωσαν, διότι καθάπερ τις χυμὸς δριμύτατός τε καὶ παχύτατος τῷ βάθει τοῦ σώματος ἐμφωλεύων πολλάκις διὰ τοῦ κνήθεσθαι πρὸς τὴν ἐπιφάνειαν ἐρεθιζόμενος ἐκδίδοται, οὕτως καὶ τοὺς ἐπηρεαστὰς τῶν καλῶς λεγομένων ἐρεθίζει λαβομένους ἀφορμῆς μάλιστα δημοσιεύειν τὴν κατὰ ψυχὴν κακουργίαν ἡ κεκρυμμένη διάθεσις, ἥτις τοσοῦτον τὸ βάθος κατέχειν πέφυκε μᾶλλον, ὅσον κενοῦσθαι τῇ προόδῳ κατὰ τὸ εἰκὸς ἔδοξεν. Οὐ γὰρ ἐξίσταται τοῦ βάθους προφερομένη διὰ τῶν ἔργων ἡ τῶν μοχθηρῶν ἀνθρώπων διάθεσις, ἀλλὰ καὶ τὰ ἐκτὸς πάντα μανικῶς ἐπινέμεται καὶ τῆς κατὰ ψυχὴν οὐδαμῶς ἐξίσταται χώρας.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ὥσπερ ἄνθος ἐν χειμῶνι παντελῶς ἄωρον, καὶ γυναιξὶ κόσμος ἀνδρεῖος ἢ ἀνδράσι γυναικεῖος, ἢ πένθει γεωμετρία. Τὴν ἐπὶ παντὸς λόγου τε καὶ πράγματος εὐταξίαν, καθ’ ἣν τῆς ἑκάστου καὶ πάντων εὐπρεπείας ὁ λόγος ἀναφαίνεσθαι πέφυκεν ἀκραιφνής, διὰ τῆς τῶν ἀπεμφαινόντων ἀπαριθμήσεως εἰσηγούμενος, ταῦτά φησιν ὁ διδάσκαλος, ἵνα διὰ τούτων εὐτάκτους εἶναι καὶ εὐλαβεῖς τοὺς θρασεῖς καὶ ἀτάκτους καὶ μηδεμίαν τάξιν εἰδότας οὐδενὸς μέν, μάλιστα δὲ τῆς περὶ Θεοῦ διαλέξεως, ἀλλὰ πάντα τολμηρῶς ἀλλήλοις παμμιγῶς τὰ διεστῶτα φύροντάς τε καὶ συγχέοντας διδάξειεν.

Εἰ γὰρ τῶν οὐκ ἐχόντων φύσιν ἐστί, καὶ διὰ τοῦτο οὐδὲ τάξιν, τό τε ἄνθος ἐν χειμῶνι ὁρώμενον, καὶ γυναιξὶ κόσμος ἀνδρεῖος ἐπιβεβλημένος καὶ ἀνδράσι γυναικεῖος, καὶ πένθει συνημμένην γεωμετρίαν λέγειν (τὸ μὲν γὰρ καινοτομεῖ τὸν χρόνον καὶ τῆς ἰδίας ἐξίσταται θέσεως, ὁ δὲ παραχαράττει τὴν φύσιν ἐναλλάξ, ἀνδρί τε καὶ γυναικὶ ἐπιφαινόμενος, καὶ τὴν αὐτοῖς προσοῦσαν ἐκ φύσεως τάξιν ἐξίστησιν, ἡ δὲ τὰ μηδέπω συνυπάρχειν ἀλλήλοις δυνάμενα, χαράν τέ φημι καὶ πένθος, εἰς ἓν ἀγαγεῖν βιαζομένη φύρει πάντως καὶ ἀφανίζει), οὐ πολλῷ μᾶλλον ὁ περὶ Θεοῦ λόγος, ὡς ἔτυχε καὶ ὑπὸ τοῦ τυχόντος, καὶ ἡνίκα καὶ οὗ μὴ καθῆκον ἔτι προφερόμενος, ἀειδὴς ἔσται καὶ ἀπρεπὴς καὶ οὐδ’ ὅλως ἀκουσθῆναι περὶ Θεοῦ ἄξιος, ἐφ’ οὗ μᾶλλον τοσοῦτον τιθέναι δεῖν οἶμαι τὸ εὔκαιρον τοὺς νοῦν ἔχοντας, ὅσον πάντων ἀσυγκρίτως ὑπερέχει τῶν ὑπ’ αὐτοῦ γεγενημένων τε καὶ εὐτάκτως προβεβλημένων. “

Πένθει δὲ γεωμετρίαν” ἀνάρμοστόν φησιν ὁ διδάσκαλος, ὃ καὶ μᾶλλον ἀπορεῖν ὑμᾶς πεποίηκεν, ὡς οἶμαι, κατὰ τοιούσδε τρόπους, ἢ ὅτιπερ οἱ χώρας τινὸς διὰ στρατιωτικῆς κρατήσαντες χειρὸς γεωμετρίᾳ ταύτην καταδιαιροῦνται, ἡνίκα βασιλείας νόμῳ κρατεῖν ἐθέλωσι, χαρᾶς δέ (καὶ χρῆμα μέγιστον χαρᾶς τοῖς μόνα τὰ παρόντα μεταδιώκουσιν ἀγαθά), καὶ τὸ νικητὰς αὐτοὺς γενέσθαι καὶ πλοῦτον ἀθρόον κτήσασθαι, οἷς τὸ οἱονοῦν πένθος συνεῖναι ἀμήχανον· ἢ ἐπειδή φασιν οἱ περὶ ταῦτα δεινοὶ τοὺς ἀναγκαστικοὺς ἰδίως συλλογισμοὺς ἀνῆφθαι τῇ γεωμετρίᾳ, φορτικός τις εἰκότως ὀφθήσεται, καὶ τὸ καθῆκον μὴ συνορῶν, τὸν πενθοῦντα συλλογιζόμενος καὶ ἀλόγως αὐτὸν πενθοῦντα δεῖξαι πειρώμενος· ἢ τυχὸν καὶ αὐτῷ τῷ πενθοῦντι φαίη τις ἀνάρμοστον εἶναι τὸ συλλογίζεσθαι, πιθανότητι λόγων ἑαυτὸν μηχανωμένῳ πείθειν ὡς οὐ πέπονθε τὴν ἔργῳ καὶ πράγματι συμβᾶσαν αὐτῷ συμφοράν, ἢ καὶ αὐτῷ τῷ πένθει, ἤτοι τῇ τούτου φύσει, παντελῶς ἐναντίον. Ἐκκρούεται γὰρ ὥσπερ τὸ πένθος ὁ πενθῶν συλλογιζόμενος, οὕτω καὶ τὸ πένθος τοῦ εἶναι πένθος ἐκπίπτει, πρὸς συλλογισμὸν μετατιθέμενον. Ἀποβαλὼν γάρ τις τὸν εἰς ὃν τὰς ἐλπίδας εἶχε τῆς διαδοχῆς, περιττὰ λοιπὸν ἡγεῖται τὰ τῇδε πάντα.

Καὶ κατὰ τοῦτον ἴσως τὸν τρόπον οὐκ ἔξω λόγου φαίη τις εἶναι τὰ θεωρηθέντα, γνοὺς μὴ δύνασθαι συμβαίνειν ἀλλήλοις κατὰ τὸ αὐτὸ τὴν χαρὰν καὶ τὸ πένθος, τῆς ἑκατέρου ποιητικῆς αἰτίας οὐκ ἐκ τῶν αὐτῶν ἀρχῶν ἐχούσης δηλονότι τὰς ἀφορμάς.

Καὶ τούτων μάρτυς ἐχέγγυος ὁ ἅγιος καὶ θεόφρων Διονύσιος ὁ Ἀρεοπαγίτης, οὑτωσὶ διεξιὼν περὶ τῆς ἀγγελικῆς εἰκονογραφίας· “Τὰ δὲ γεωμετρικὰ καὶ τεκτονικὰ σκεύη, τὸ θεμελιωτικὸν καὶ οἰκοδομικὸν καὶ τελειωτικόν, καὶ ὅσα ἄλλα τῆς ἀναγωγοῦ καὶ ἐπιστρεπτικῆς ἐστι τῶν δευτέρων προνοίας.” Ταῦτα δὲ πάντα φαιδρὰν ἐνδείκνυται διαγωγήν, ᾗτινι πάντως τὸ πένθος ἐναντίον καὶ διὰ τοῦτο ἀνάρμοστον.

Εἰ δὲ καὶ ἄλλως ἔστιν ἐκλαβεῖν τὸν τόπον, οὐκ ἄκαιρον εἶναι νομίζω καὶ τὸ τοῦ Σιρὰχ Ἰησοῦ προσθεῖναι τοῖς εἰρημένοις. Ἔστι δὲ τοῦτο· μουσικὰ ἐν πένθει, ἄκαιρος διήγησις. Ὡς οὖν τῆς μουσικῆς πάσας περιεχούσης τὰς παιδεύσεις, ὧν μίαν φασὶ τὴν γεωμετρίαν οἱ περὶ ταῦτα τὴν σπουδὴν ἐσχηκότες, τούτου χάριν, ὡς οἶμαι, συμφερόμενος τῷ τὴν προλεχθεῖσαν ἐκθεμένῳ ῥῆσιν ὁ διδάσκαλος ἀνάρμοστον ἔφη τῷ πένθει τὴν γεωμετρίαν.

Εἰ δέ τις φαίη τί δήποτε τὰς λοιπὰς παρεὶς παιδεύσεις ταύτην μόνην ὡς ἀνάρμοστον τῷ πένθει παρείληφε, φαμὲν ὅτι ταύτην ἐσκόπησε κατάλληλον εἶναι πάσαις ταῖς προλεχθείσαις ἐπιβολαῖς. Ἔπειτα δὲ καὶ διὰ ταύτης τῆς μιᾶς καὶ αἱ λοιπαὶ συνεκδοχικῶς συμπαρελήφθησαν.