Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Ο Ευαγγελιστής Ιωάννης, τα τέσσερα ευαγγέλια και η εσχατολογική ανακεφαλαίωση

Ο συμβολισμός του Ιωάννη ως προδρόμου του Λόγου, η αναλογία των τεσσάρων ευαγγελίων με τα στοιχεία της φύσης και τις αρετές, και η περιγραφή της εσχατολογικής θέωσης της ψυχής και του σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 15

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Οὐδ’ ἂν αὐτὸν δυνηθῆναι χωρῆσαι τὸν κάτω κόσμον, Ἰωάννης ὁ τοῦ Λόγου πρόδρομος, ἡ μεγάλη τῆς ἀληθείας φωνή, διωρίζετο. Εὔκαιρον ἦν κἀμὲ πρὸς τὸν ἅγιον τοῦτον καὶ μέγαν τῆς ἀληθείας διδάσκαλον, τὸ μέγεθος ὁρῶντα τῆς αὐτῷ παρὰ Θεοῦ δοθείσης σοφίας, εἰπεῖν ὅπερ Δαβίδ, ὁ τῶν προφητῶν καὶ βασιλέων ἐπισημότατος, πρὸς τὸν Θεόν, τὸ ἄπειρον τῆς ἐν πᾶσιν αὐτοῦ μεγαλειότητος καταπλαγείς, ἐνθεαστικῶς ἀπεφθέγξατο, λέγων· ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν, ὡς ἦν δίκαιον, μάλιστα θαύματι μόνῳ περιγράψας τὴν ἀπερίγραφον δύναμιν, οὐκ ἔχων ἄλλοθί ποι περὶ τῶν ἀνεφίκτων τῆς ψυχῆς ἐρεῖσαι τὴν πολυκίνητον βάσιν· κἀμέ, ὡς εἶπον, ἀρκεῖσθαι τὸν ἐκ τοῦ θαυμάζειν σοφοῦ διδασκάλου σύνεσιν ἁγιασμὸν κομίσασθαι, καὶ μὴ πολυπραγμονεῖν, πῶς καὶ τίνι λόγῳ παρ’ ἱστορίαν, ἅπερ θεία φωνὴ τοῖς ἁγίοις μυστικῶς ὀνόματα τέθεικεν, ἀλλήλοις ὁ διδάσκαλος περιτρέπει, τὸν υἱὸν τῆς βροντῆς Ἰωάννην “πρόδρομον” ἐνταῦθα προσαγορεύων.

Ἐπειδὴ δὲ καὶ τῆς εὐπειθείας πολύς ἐστιν ὁ μισθός, ἐντολῆς μάλιστα τοῖς ἡγουμένοις πείθεσθαι κελευούσης, καὶ σχολάσαι καὶ γνῶναι καὶ ἐρευνᾷν τὰς Γραφάς, καὶ μελετᾷν τὸν θεῖον νόμον ἡμέρας καὶ νυκτός, ἐν τοῖς εὖ ἔχουσι μάλιστα κείμενον ἔγνων, τοῦ τε ὄκνου καὶ τῆς ἀπειθείας τὸν κίνδυνον ὑφορώμενος, στοχαστικῶς περὶ τούτων κατὰ δύναμιν ἐρῶ, ταῖς ὑμῶν θαῤῥῶν τῶν ἐπιταξάντων εὐχαῖς.

Οἶμαι τοίνυν τὸ παρ’ ἱστορίαν εἰρημένον τῷ θεοφόρῳ τούτῳ διδασκάλῳ, παρατιθεμένῳ τὸν τοῦ “Χριστοῦ πρόδρομον” ἀντὶ τοῦ τῆς “βροντῆς υἱοῦ,” μὴ δύνασθαι ἄλλως ἢ κατὰ θεωρίαν ὁμαλίζεσθαι. Μόνη γὰρ αὕτη τῶν κατὰ τὴν ἱστορίαν ἀλλήλοις ἀντικεῖσθαι δοκούντων ἐστὶν ὁμαλισμός, ὡς τὴν ἐν ὅλοις ἀλήθειαν ἁπλῆν οὖσαν κατὰ τὴν φύσιν ἀσωμάτως ἐμφαίνουσα, μὴ συμπαχυνομένην ταῖς φωναῖς ἢ τοῖς σώμασιν. Ὥσπερ οὖν ὁ μέγας Βαπτιστὴς Ἰωάννης ἐῤῥέθη “πρόδρομος,” ὡς πρὸς τὸν ἀληθῶς προσδοκώμενον, καὶ φωνὴ πρὸς Λόγον, ὡς τούτου μηνυτικῶς προηγουμένη, καὶ λύχνος πρὸς ἥλιον, ὡς τεχνικόν τε καὶ θετικὸν καὶ πρόσκαιρον φῶς πρὸς φυσικόν τε καὶ οὐσιῶδες καὶ ἀτέχναστον καὶ αἰώνιον φῶς καὶ ἄσβεστον, οἶμαι δὲ ὅτι καὶ ὡς μετάνοια, τὴν πρὸ αὐτῆς κατὰ φύσιν ὑπάρχουσαν δικαιοσύνην μετ’ αὐτὴν κατ’ οἰκονομίαν γενομένην κηρύττουσα, οὕτως οἶμαι κἀνταῦθα τὸν θεόφρονα τοῦτον διδάσκαλον διὰ τοῦ παρ’ ἱστορίαν εἰπεῖν “πρόδρομον” τὸν μέγαν ἀπόστολον Ἰωάννην παραινίξασθαι θέλειν, ὅτιπερ καὶ Ἰωάννης ὁ μέγας εὐαγγελιστὴς ἐν τῷ κατ’ αὐτὸν Εὐαγγελίῳ πρόδρομός ἐστι τοῦ δι’ αὐτοῦ μηνυομένου μυστικωτέρου καὶ μείζονος Λόγου, καὶ γράμμασι τυπωθῆναι καὶ φωνῇ γλώσσης σαρκίνης ῥηθῆναι μὴ δυναμένου.

Στοιχείωσις γὰρ ὡς πρὸς τὴν ἐπιγινομένην ἑκάστοτε τοῖς δι’ αὐτῶν ὑψουμένοις καὶ τὸ πάχος τοῦ σωματικοῦ φρονήματος πνευματικῶς ἑαυτῶν ἀποξέουσιν ἢ καὶ ἐπιγενησομένην ἐς ὕστερον γνῶσιν, μετὰ τὴν τῶν κινουμένων συντέλειαν, ἡ τῶν ἁγίων εὐαγγελίων ἐστὶ συγγραφή.

Ὥσπερ γὰρ ὁ νόμος στοιχείωσις ἦν, κατὰ τὴν τέως ἐμφαινομένην αὐτῷ γνῶσιν, τῶν δι’ αὐτοῦ εἰς Χριστὸν τὸν ἐν σαρκὶ Λόγον παιδαγωγουμένων καὶ τῷ Εὐαγγελίῳ κατὰ τὴν αὐτοῦ πρώτην παρουσίαν συναγομένων, οὕτω καὶ τὸ ἅγιον Εὐαγγέλιον στοιχείωσίς ἐστι τῶν δι’ αὐτοῦ εἰς Χριστὸν τὸν ἐν πνεύματι Λόγον παιδαγωγουμένων, καὶ τῷ μέλλοντι κόσμῳ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν συναγομένων· ἐπειδὴ γὰρ σὰρξ καὶ πνεῦμά ἐστιν ὁ αὐτὸς κατὰ τὴν ἑκάστῳ τῆς γνώσεως ἀναλογίαν τοῦτο ἢ ἐκεῖνο γινόμενος· πᾶς γὰρ λόγος φωναῖς ὑποπίπτων καὶ γράμμασι, θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ πᾶν νόημα, νῷ τυπωθῆναι δυνάμενον, στοιχειώσεως οὐδὲν διενήνοχε τὰ ὑπὲρ αὐτὴν μηνυούσης.

Διὸ καὶ τέσσαρα τὸν ἀριθμὸν ὑπάρχει τὰ Εὐαγγέλια, ὡς τοῖς ὑπὸ αἴσθησιν ἔτι καὶ φθορὰν οὖσι τέως χωρητά. Τοσαῦτα γὰρ καὶ τὰ στοιχεῖα τυγχάνει τοῦ κόσμου τούτου, καὶ τέσσαρες πάλιν ἀρεταί, ἐξ ὧν ὁ κατὰ διάνοιαν πνευματικὸς συνέστηκε κόσμος, ἵνα τὸν τέως ἐν ἡμῖν νοητὸν κόσμον, καὶ τὸν ἐν ᾧ ἐσμεν, περιγράφῃ τῆς ἀληθείας ὁ λόγος, καὶ ἀλλήλοις αὐτοὺς ἀσυγχύτως καθ’ ἕνωσιν συμβάλλῃ, καὶ ἀλλήλων πάλιν ἀδιαιρέτως διακρίνῃ ταῖς τῶν συνιστώντων αὐτοὺς στοιχείων ὁμοιότησιν.

Ὅπερ γάρ ἐστιν, ὥς φασιν, ὁ αἰθήρ, ἤγουν τὸ πύρινον στοιχεῖον ἐν τῷ κατ’ αἴσθησιν κόσμῳ, τοῦτο ἐν τῷ κόσμῳ τῆς διανοίας ἐστὶν ἡ φρόνησις, ὡς ἕξις φωτιστικὴ καὶ τῶν ἐφ’ ἑκάστου τῶν ὄντων ἰδίως πνευματικῶν λόγων ἀποδεικτική, τὴν ἐν ὅλοις ἀπλανῶς δι’ αὐτῶν αἰτίαν ἐκφαίνουσα, καὶ τῆς κατὰ ψυχὴν περὶ τὸ θεῖον ἐφέσεως ἑλκτική· καὶ ὅπερ ἐν τῷ αἰσθητῷ κόσμῳ ὁ ἀήρ, τοῦτο ἐν τῷ κατὰ διάνοιαν κόσμῳ ἐστὶ ἡ ἀνδρεία, ὡς ἕξις κινητική, καὶ τῆς ἐμφύτου κατὰ πνεῦμα ζωῆς συνεκτική τε ἅμα καὶ δραστική, καὶ τῆς κατὰ ψυχὴν περὶ τὸ θεῖον ἀεικινησίας τονωτική· καὶ ὅπερ ἐν τῷ αἰσθητῷ κόσμῳ ἐστὶ τὸ ὕδωρ, τοῦτο ἐν τῷ τῆς διανοίας κόσμῳ ἐστὶν ἡ σωφροσύνη, ἕξις ὑπάρχουσα τῆς ἐν πνεύματι ζωτικῆς γονιμότητος ποιητικὴ καὶ τῆς ἀειβλύστου κατὰ τὴν ἔφεσιν περὶ τὸ θεῖον ἐρωτικῆς θέλξεως γεννητική· καὶ ὅπερ ἐν τῷ αἰσθητῷ κόσμῳ ἐστὶν ἡ γῆ, τοῦτο ἐν τῷ τῆς διανοίας κόσμῳ ἐστίν ἡ δικαιοσύνη, ἕξις ὑπάρχουσα κατ’ εἶδος γεννητικὴ πάντων τῶν ἐν τοῖς οὖσι λόγων, καὶ τῆς ἐν πνεύματι κατὰ τὸ ἴσον ἑκάστῳ ζωτικῆς διαδόσεως ἀπονεμητική, καὶ τῆς οἰκείας ἐν τῷ καλῷ κατὰ τὴν θέσιν βάσεως ἀμετάθετος ἵδρυσις.

Γῆς οὖν καὶ δικαιοσύνης μυστικῶς λόγον ἐπέχει τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φυσικώτερον τὸν λόγον ποιούμενον, ὕδατος δὲ καὶ σωφροσύνης τὸ κατὰ Μάρκον, ὡς ἐκ τοῦ βαπτίσματος Ἰωάννου καὶ τῆς κηρυττομένης ὑπ’ αὐτοῦ μετανοίας, καθ’ ἣν ἡ σωφροσύνη συνέστηκεν, ἀρχόμενον, ἀέρος δὲ καὶ ἀνδρείας τὸ κατὰ Λουκᾶν, ὡς περιοδικώτερον καὶ πλείοσιν ἱστορίαις πυκνούμενον, αἰθέρος δὲ καὶ φρονήσεως τὸ κατὰ Ἰωάννην, ὡς πάντων ἀνώτατον, καὶ ἁπλῆν μυστικῶς τὴν περὶ Θεοῦ πίστιν εἰσάγον καὶ ἔννοιαν. Φασὶ δὲ καὶ ἄλλως σύμβολον εἶναι τὴν τῶν ἁγίων Εὐαγγελίων τετράδα πίστεως καὶ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς φιλοσοφίας· καὶ τῆς μὲν πίστεως σύμβολον εἶναι τὸ κατὰ Ματθαῖον, ὡς ἀπίστους μετὰ δώρων προσκυνοῦντας εἰσάγον τοὺς Μάγους, τῆς δὲ πρακτικῆς τὸ κατὰ Μάρκον, ὡς ἐκ τῆς μετανοίας, καθ’ ἣν πᾶσα πρᾶξίς ἐστιν ἐνάρετος, τῆς διδασκαλίας ἀρχόμενον, τῆς δὲ φυσικῆς τὸ κατὰ Λουκᾶν, ὡς περιοδικωτέραν τοῦ λόγου τὴν ἐξήγησιν ἔχον καὶ τὴν τῆς διδασκαλίας ἱστορίαν τοῖς τρόποις κατάλληλον, τῆς δὲ θεολογίας τὸ κατὰ Ἰωάννην, ἐξ ἧς καὶ εἰς ἣν θεοπρεπῶς ἤρξατό τε καὶ ἔληξε.

Καὶ πάλιν ὥσπερ ὁ αἰσθητὸς κόσμος στοιχειωτικός ἐστι κατὰ φύσιν τῶν πέντε αἰσθήσεων ὑποπίπτων αὐταῖς καὶ πρὸς τὴν ἑαυτοῦ κατάληψιν ὁδηγῶν, οὕτω καὶ ὁ κατὰ διάνοιαν κόσμος τῶν ἀρετῶν ταῖς τῆς ψυχῆς ὑποπίπτων δυνάμεσι στοιχειοῖ αὐτὰς πρὸς τὸ πνεῦμα, ἑνοειδεῖς ἐργαζόμενος τῷ περὶ αὐτὸ μόνον αὐτὰς κινεῖσθαι, καὶ ταῖς αὐτοῦ ἀντιλήψεσιν ἐπερείδεσθαι. Καὶ αὐτὰς δὲ τὰς αἰσθήσεις τοῦ σώματος, κατὰ τὸν αὐταῖς ἐμπρέποντα θειότερον λόγον, στοιχειωτικὰς εἶναι, φασί, τῶν τῆς ψυχῆς δυνάμεων, στοιχειούσας αὐτὰς ἠρέμα πρὸς ἐνέργειαν, ταῖς δὴ ἑαυτῶν ἀντιλήψεσι τῶν ἐν τοῖς οὖσι λόγων, δι’ ὧν, ὡς διὰ γραμμάτων τινῶν, τοῖς ὀξυωποῦσι πρὸς τὴν ἀλήθειαν ὁ Θεὸς Λόγος ἀναγινώσκεται. Ὅθεν καὶ παραδειγματικὰς τῶν ψυχικῶν δυνάμεων εἰκόνας τὰς αἰσθήσεις ἐκάλεσαν, ὡς ἑκάστης αἰσθήσεως μετὰ τοῦ αὐτῆς ὀργάνου, ἤγουν αἰσθητηρίου, προηγουμένως ἑκάστῃ δυνάμει τῆς ψυχῆς ἀναλόγως μυστικωτέρῳ τινὶ λόγῳ κατὰ φύσιν νενεμημένης.

Καί, φασιν, εἶναι τῆς μὲν νοερᾶς δυνάμεως, ἤτοι τοῦ νοῦ, τὴν ὀπτικὴν αἴσθησιν, τῆς δὲ λογικῆς ἤτοι τοῦ λόγου, τὴν ἀκουστικήν, τῆς δὲ θυμικῆς τὴν ὀσφραντικήν, τῆς ἐπιθυμητικῆς δὲ τὴν γευστικήν, τῆς δὲ ζωτικῆς τὴν ἁπτικήν, καὶ ἁπλῶς ἵνα σαφέστερον εἴπω, τοῦ μὲν νοῦ ἐστιν εἰκὼν ἡ ὄψις, ἤγουν ὁ ὀφθαλμός, τοῦ δὲ λόγου ἐστὶν ἡ ἀκοή, ἤγουν τὸ οὖς, τοῦ δὲ θυμοῦ ἐστιν ἡ ὄσφρησις, ἤγουν ἡ ῥίς, τῆς δὲ ἐπιθυμίας ἐστὶν ἡ γεῦσις, καὶ τῆς ζωῆς ἡ ἁφή.

Αἷς ἡ ψυχὴ κατὰ τὸν νόμον τοῦ τὰ πάντα σοφῶς δημιουργήσαντος Θεοῦ κατὰ φύσιν ἐποχουμένη διὰ τῶν αὐτῆς δυνάμεων καὶ πρὸς τὰ αἰσθητὰ ποικίλως διαβιβαζομένη, εἰ μὲν καλῶς χρήσαιτο ταῖς αἰσθήσεσι διὰ τῶν οἰκείων δυνάμεων τοὺς παντοδαποὺς τῶν ὄντων λόγους ἀναλεγομένη, καὶ δυνηθῇ μεταβιβάσαι πρὸς ἑαυτὴν σοφῶς πᾶν τὸ ὁρώμενον, ἐν ᾧ κέκρυπται Θεὸς σιωπῇ κηρυττόμενος, κάλλιστον καὶ αὐτὴ κατὰ προαίρεσιν ἐν τῇ διανοίᾳ καὶ πνευματικὸν κόσμον ἐδημιούργησε, τὰς γενικὰς τέσσαρας ἀρετὰς στοιχείων δίκην ἀλλήλαις συνθεῖσα πρὸς σύμπηξιν τοῦ ἐξ αὐτῶν νοητῶς κατὰ πνεῦμα συμπληρουμένου κόσμου, κατὰ συμπλοκὴν μέντοι τῆς πρὸς τὰς αἰσθήσεις τῶν αὐτῆς δυνάμεων ἐνεργείας ἑκάστην ἀρετὴν ὑποστήσασα, οἷον τὴν μὲν φρόνησιν ἐκ τῆς κατὰ συμπλοκὴν τῆς τε νοερᾶς καὶ λογικῆς δυνάμεως πρὸς τὴν ὀπτικήν τε καὶ ἀκουστικὴν αἴσθησιν περὶ τὰ αὐτῶν αἰσθητὰ γνωστικῆς τε καὶ ἐπιστημονικῆς ἐνεργείας, τὴν δὲ ἀνδρείαν ἐκ τῆς κατὰ συμπλοκὴν τοῦ θυμικοῦ πρὸς τὴν ὄσφρησιν, ἤγουν τὸν μυκτῆρα, ἐν ᾧ τὸ θυμικόν, ὥς φασιν, αὐλίζεται πνεῦμα, περὶ τὸ συμφυὲς αἰσθητὸν ἄκρας κατὰ τὴν ἐνέργειαν ὁμαλότητος, τὴν δὲ σωφροσύνην ἐκ τῆς κατὰ συμπλοκὴν τῆς κατ’ ἐπιθυμίαν δυνάμεως πρὸς τὴν γευστικὴν αἴσθησιν περὶ τὸ οἰκεῖον αἰσθητὸν μεμετρημένης χρήσεως, τὴν δὲ δικαιοσύνην ἐκ τῆς ἐν ὅλοις διὰ τῆς ἁπτικῆς καὶ περὶ ὅλα σχεδὸν τὰ αἰσθητὰ τῆς ζωτικῆς δυνάμεως κατὰ τὴν ἐνέργειαν ἴσης καὶ εὐτάκτου καὶ ἁρμονικῆς διανεμήσεως.

Ἐκ δὲ τούτων αὖθις τῶν γενικῶν τεσσάρων ἀρετῶν δύο γενικωτέρας κατὰ σύνθεσιν ἀρετὰς ποιεῖν ἐκδιδάσκεται, τὴν σοφίαν φημὶ καὶ τὴν πραότητα, τὴν μὲν σοφίαν ὡς πέρας οὖσαν τῶν γνωστῶν, τῶν δὲ πρακτῶν τὴν πραότητα· οἷον ἐκ μὲν τῆς φρονήσεως καὶ τῆς δικαιοσύνης ποιεῖ τὴν σοφίαν, ὡς γνώσεως τῆς κατὰ τὴν φρόνησιν καὶ τῆς κατὰ τὴν δικαιοσύνην ἐπιστήμης ὑπάρχουσαν συνεκτικὴν αἰτίαν, καὶ διὰ τοῦτο πέρας τῶν γνωστῶν, ὡς εἶπον, τυγχάνουσαν· ἐκ δὲ τῆς ἀνδρείας καὶ τῆς σωφροσύνης τὴν πραότητα, μηδὲν ἄλλο τυγχάνουσαν ἢ θυμοῦ καὶ ἐπιθυμίας παντελῆ πρὸς τὰ παρὰ φύσιν ἀκινησίαν, ἥν τινες ἐκάλεσαν ἀπάθειαν, καὶ διὰ τοῦτο τῶν πρακτῶν τέλος ὑπάρχουσαν. Ταύτας δὲ πάλιν εἰς τὴν τῶν πασῶν γενικωτάτην ἀρετήν, φημὶ δὲ τὴν ἀγάπην, συνάγει, ἐκστατικὴν οὖσαν τῶν ἐξ αὐτῆς καὶ προσαγωγικὴν τῶν δι’ αὐτῆς καὶ ἑνοποιητικὴν τῶν εἰς αὐτὴν ἀρξαμένων τε καὶ κινηθέντων καὶ ληξάντων, καὶ διαφερόντως ἐπὶ πᾶσι θεοποιητικήν.

Οὕτω μὲν οὖν ἡ ψυχὴ κινουμένη τε σοφῶς καὶ ἐνεργοῦσα καθ’ ὃν καὶ ἔστι καὶ γεγένηται θεοτελῆ λόγον, τῶν μὲν αἰσθητῶν χρησίμως διὰ τῶν αἰσθήσεων ἀντιλαμβάνεται, τοὺς ἐν αὐτοῖς πνευματικοὺς λόγους οἰκειουμένη, τὰς δὲ αἰσθήσεις αὐτάς, λογισθείσας ἤδη τῇ τοῦ λόγου περιουσίᾳ, ὥσπερ ὀχήματα λογικὰ προσίεται τῶν αὐτῆς δυνάμεων, αὐτὰς δὲ τὰς δυνάμεις ταῖς ἀρεταῖς συνάπτει, καὶ ἑαυτὴν διὰ τῶν ἀρετῶν τοῖς ἐν αὐταῖς θειοτέροις λόγοις, οἱ δὲ θειότεροι τῶν ἀρετῶν λόγοι τῷ ἐν αὐτοῖς ἀφανῶς κεκρυμμένῳ πνευματικῷ νῷ, ὁ δὲ πνευματικὸς νοῦς τῶν ἐν ταῖς ἀρεταῖς θειοτέρων λόγων, πᾶσαν τῆς ψυχῆς ἣν ἔχει πρὸς τὰ παρόντα φυσικήν τε καὶ προαιρετικὴν σχέσιν διωθούμενος, ἁπλῆν ὅλην ὅλῳ δίδωσι τῷ Θεῷ, ὁ δὲ Θεὸς ταύτην δι’ ὅλου περιλαβὼν μετὰ τοῦ συμπεφυκότος αὐτῇ σώματος ἀναλόγως αὐτὰ ἐξομοιοῖ ἑαυτῷ, ὥστε δι’ αὐτῆς ὅλης ἀπεριγράφως ὅλον φαίνεσθαι δύνασθαι, τὸν μηδαμῶς τινι τῶν ὄντων καθ’ ὁτιοῦν ἐξ αὐτοῦ φαίνεσθαι φύσιν ἔχοντα.

Καὶ τοῦτο τυχόν ἐστιν ὅπερ νοήσας ὁ μακάριος οὗτος καὶ μέγας διδάσκαλος ἐν τῷ εἰς Καισάριον, τὸν ἑαυτοῦ ἀδελφόν, Ἐπιταφίῳ περὶ ἀναστάσεως ἔφη, “Μικρὸν δὲ ὕστερον καὶ τὸ συγγενὲς σαρκίον ἀπολαβοῦσα,” περὶ τῆς ψυχῆς δηλονότι φάσκων, “ᾧ τὰ ἐκεῖθεν συνεφιλοσόφησε, παρὰ τῆς καὶ δούσης καὶ πιστευθείσης γῆς, τρόπον ὃν οἶδεν ὁ ταῦτα συνδήσας καὶ διαλύσας Θεός, τούτῳ συγκληρονομεῖ τῆς ἐκεῖθεν δόξης, καὶ καθάπερ τῶν μοχθηρῶν αὐτοῦ μετέσχε διὰ τὴν συμφυΐαν, οὕτω καὶ τῶν τερπνῶν ἑαυτῆς μεταδίδωσιν, ὅλον εἰς ἑαυτὴν ἀναλώσασα, καὶ γενομένη σὺν τούτῳ ἕν, καὶ πνεῦμα καὶ νοῦς καὶ Θεός, καταποθέντος ὑπὸ τῆς ζωῆς τοῦ θνητοῦ τε καὶ ῥέοντος.”

Ὡς γὰρ κατεπόθη διὰ τὴν ἁμαρτίαν ἡ σὰρξ ὑπὸ τῆς φθορᾶς, ὑπὸ δὲ τῆς σαρκὸς ἡ ψυχὴ γνωσθεῖσα ταῖς ἐνεργείαις, ὑπὸ δὲ τῆς ψυχῆς διὰ τῆς παντελοῦς ἀγνωσίας ἡ ἐπίγνωσις τοῦ Θεοῦ, ὡς μηδὲ εἰ ἔστι Θεὸς γινώσκεσθαι, οὕτω δὴ πάντως τῷ καιρῷ τῆς ἀναστάσεως κατὰ τὴν καλῶς γενησομένην ἀντιστροφὴν ἐν Πνεύματι ἁγίῳ διὰ τὴν χάριν τοῦ σαρκωθέντος Θεοῦ καταποθήσεται ἡ σὰρξ ὑπὸ τῆς ψυχῆς ἐν πνεύματι, ἡ δὲ ψυχὴ ὑπὸ τοῦ Θεοῦ, τῆς ὄντως οὔσης ζωῆς, ὡς αὐτὸν μονώτατον διὰ πάντων ὅλον ὅλη προφαινόμενον ἔχουσα, καὶ ἁπλῶς εἰπεῖν, ἀντιστρόφως τοῖς παροῦσι, περὶ ἃ νῦν ἐσμέν τε καὶ διεξαγόμεθα, πάντα κατὰ τὸ μέλλον δείξει τὰ ἡμέτερα ἡ θεοπρεπὴς τῆς ἀναστάσεως χάρις, ἵνα, ὥσπερ διὰ τὴν ἁμαρτίαν ἐνταῦθα κατέπιεν ὁ θάνατος ἰσχύσας, οὕτω καταποθήσεται δικαίως ἀσθενήσας ἐκεῖ διὰ τὴν χάριν.

Ταῦτα μὲν εἰ καλῶς, ὡς εἴρηται, χρήσαιτο ταῖς αὐτῆς δυνάμεσι, καὶ κατὰ τὸν σκοπὸν τοῦ Θεοῦ, τὸν αἰσθητὸν κόσμον διὰ τῶν ἐν αὐτῷ πνευματικῶν λόγων ἡ ψυχὴ σοφῶς διοδεύσασα πρὸς Θεὸν ἔλθῃ μετὰ συνέσεως· εἰ δὲ κακῶς χρήσαιτο, παρὰ τὸν δέοντα λόγον τὸν παρόντα διαθρήσασα κόσμον, οὐκ ἄδηλόν πως εἰς πάθη ἀτιμίας ἐκπίπτουσα, καὶ τῆς θείας δόξης εἰκότως κατὰ τὸ μέλλον ἀποῤῥιφήσεται, φοβερὰν ἐπ’ αἰῶσιν ἀπείροις λαβοῦσα κατάκρισιν τὴν πρὸς τὸν Θεὸν σχετικὴν ἀλλοτρίωσιν, ἐφ’ ᾗ τρυχομένη οὐκ ἔχει λέγειν ὡς οὐ δικαίως, τὴν ὑποστήσασαν τὸ μὴ ὂν διάθεσιν κατήγορον ἔχουσα, ἣν ἀγνοῆσαι οὐδέποτε δύναται. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἡμῖν ἐπανακτέον τὸν λόγον.

Εἰπὼν γὰρ ὁ εὐαγγελιστής· ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία, ἐνέφηνεν ἡμῖν διὰ τούτων, ὅτι τὰ γραφέντα πρὸς αὐτοῦ προομαλισμός τίς ἐστι τοῦ τελεωτέρου καὶ τέως ἀχωρήτου Λόγου. Κατὰ ταύτην οὖν τὴν ἔννοιαν εἰπών τις τὸν ἅγιον εὐαγγελιστὴν Ἰωάννην “πρόδρομον,” ἐν ᾧ συνέταξεν Εὐαγγελίῳ προοδοποιοῦντι τὴν διάνοιαν πρὸς παραδοχὴν τοῦ τελεωτέρου Λόγου, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται.

Ταύτῃ τοι καὶ “μεγάλην τῆς ἀληθείας” ἀποκαλεῖ “φωνὴν” ὁ διδάσκαλος τὰ πνευματικὰ βροντήσαντα. “Βροντὴ” δέ ἐστι φωνὴ μόνον κατάπληξιν τοῖς ἀκούουσιν ἐμποιοῦσα, μηδὲν μέντοι τρανοῦσα, οἷόσπερ ἐστὶν, ὁ στοιχειώδης λόγος. Πᾶς γὰρ λόγος θεόθεν τοῖς ἀνθρώποις κατὰ τὸν αἰῶνα τοῦτον γραφεὶς πρόδρομός ἐστι τοῦ δι’ αὐτοῦ ἀγράφως ἐν πνεύματι κατὰ νοῦν μηνυομένου καὶ ἐς ὕστερον φανησομένου τελεωτέρου Λόγου, ὡς ἀλήθειαν μὲν ἔχων ἐν ἑαυτῷ μηνυομένην, οὐ μὴν δὲ αὐτὴν ἀπερικαλύπτως γυμνὴν δεικνὺς τὴν ἀλήθειαν.

Οὕτω μὲν οὖν, ὡς οἶμαι, τῆς θείας ὅλης Γραφῆς ὁ νοῦς εὐσεβῶς ὁμαλιζόμενος οὐδὲν δυσχερὲς ἢ ἀνώμαλον διὰ τῶν καθ’ ἱστορίαν δοκουσῶν ἐναντιώσεων ἔχων δειχθήσεται. Πᾶς γὰρ τῶν ἀνέκαθεν ἁγίων κατὰ τὸν ἀληθῆ λόγον τοῦ δι’ αὐτοῦ μηνυομένου τε καὶ προτυπουμένου μυστηρίου “πρόδρομος” ἦν, δι’ ὧν ἔπασχέ τε καὶ ἔδρα καὶ ἔλεγε τὰ τούτων προκηρύττων ἀρχέτυπα. Διὸ καὶ ἀντ’ ἀλλήλων ἀμέμπτως παραλαμβάνονται, καὶ πάντων ἅπαντες, καὶ ἕκαστος ἑκάστου, καὶ ἀντὶ τῶν ὑπ’ αὐτῶν συγγραφεισῶν βίβλων, καὶ ἀντ’ αὐτῶν αἱ βίβλοι παρὰ τῇ συνηθείᾳ τῆς Γραφῆς προσαγορεύονται. Καὶ δηλοῖ τοῦτο σαφῶς τὸν Βαπτιστὴν Ἰωάννην “Ἠλίαν” καὶ ποιῶν καὶ λέγων ὁ Κύριος, εἴτε διὰ τὴν ἴσην τῆς ἀρετῆς ἕξιν, ὥς φασιν οἱ διδάσκαλοι, καὶ τὴν κατὰ νοῦν διὰ πάντων καθαρότητα καὶ τὸ τῆς πολιτείας σύντονον, εἴτε διὰ τὴν ἐν ἀμφοτέροις ταὐτότητα τῆς ἐν τῇ χάριτι δυνάμεως, εἴτε καθ’ ἕτερον λόγον ἀπόκρυφον, αὐτὸς ἂν εἰδείη ὁ λέγων ὡς Θεός, καὶ οἱ παρ’ αὐτοῦ τὰ τοιαῦτα μυστήρια σοφιζόμενοι.

Καὶ πάλιν “Μωϋσέα” τὸν νόμον, καὶ προφήτας τὰς αὐτῶν προφητικὰς βίβλους, καλέσας, ἐν οἷς πρὸς τὸν ἐν τῇ γεέννῃ βασανιζόμενον πλούσιον φήσαντα τὸν πατριάρχην εἰσήγαγεν Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἀντὶ τῶν ὑπ’ αὐτῶν συγγραφεισῶν θείων βίβλων αὐτοὺς ἐκείνους παραθέμενος, Μωϋσέα, φημί, καὶ τοὺς προφήτας. Καὶ θαυμαστὸν οὐδέν. Εἰ γὰρ εἷς ἐστιν ὁ δι’ αὐτῶν καταγγελλόμενος, οἱ πάντες ὡς εἷς ὃν καταγγέλλουσι νοεῖσθαι δύνανται, καὶ ἀντὶ πάντων ἕκαστος καὶ πάντες πάντων εὐσεβῶς ἀντιπαραλαμβάνεσθαι, τῶν τε διακονησαμένων τῷ κατὰ τὴν Παλαιὰν Διαθήκην μυστηρίῳ καὶ τῶν πιστευθέντων τὸ κήρυγμα τῆς κατὰ τὸ Εὐαγγέλιον χάριτος.

Οὐκοῦν ὥσπερ εἰς ὅλην τὴν Παλαιὰν Διαθήκην καὶ τὴν κατ’ αὐτὴν λατρείαν πρόδρομον οὖσαν τῆς Καινῆς Διαθήκης καὶ τῆς κατ’ αὐτὴν λατρείας ὁ μέγας Βαπτιστὴς Ἰωάννης εὐσεβῶς παραλαμβάνεσθαι δύναται, οὕτω δικαίως εἰς ὅλην τὴν Καινὴν Διαθήκην καὶ τὴν κατ’ αὐτὴν λατρείαν, πρόδρομον οὖσαν τῆς ἐν μέλλοντι αἰῶνι μυστικῆς τῶν ἀῤῥήτων ἀγαθῶν κρυφιότητος, καὶ Ἰωάννης ὁ μέγας ἀληθῶς εὐαγγελιστὴς ληφθῆναι δύναται, ὡς πρόδρομος φωνὴ τοῦ μέλλοντος τρανῶς λαλεῖσθαι θειοτέρου Λόγου καὶ εἰκὼν τῆς δειχθησομένης ἀληθείας.

Σκιᾷ γὰρ καὶ εἰκόνι καὶ ἀληθείᾳ τὸ καθ’ ἡμᾶς ὅλον τῆς σωτηρίας σοφῶς ᾠκονομήθη μυστήριον. Σκιὰν γὰρ εἶχεν ὁ νόμος, ὥς φησιν ὁ θεῖος ἀπόστολος, τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, δι’ ἧς τοὺς κατὰ νόμον οἰκείως ἑαυτοῖς κατ’ ἀμυδράν τινα τῶν ἀληθῶν ἔμφασιν πρὸς τὴν τοῦ Εὐαγγελίου παραδοχὴν ὁ Λόγος ἐπαιδαγώγει.

Τὸ δὲ Εὐαγγέλιον εἰκόνα κέκτηται τῶν ἀληθῶν, ὅλους ἔχον τρανῶς ἀπεντεῦθεν ἤδη τοὺς τῶν μελλόντων ἀγαθῶν χαρακτῆρας, δι’ ἧς τοὺς τὴν εὐαγγελικὴν ἑλομένους ζωὴν ἀκραιφνῆ καὶ ἀκίβδηλον διὰ τῆς τῶν ἐντολῶν ἀκριβοῦς ἐργασίας, τὴν τῶν μελλόντων ἀγαθῶν ὁμοιότητα κτησαμένους, ἑτοίμους ὁ Λόγος δι’ ἐλπίδος καθίστησι τῇ παραδοχῇ τῆς τῶν ἀληθῶν ἀρχετυπίας ψυχωθῆναι καὶ γενέσθαι ζώσας εἰκόνας Χριστοῦ, καὶ ταὐτὸν αὐτῷ μᾶλλον κατὰ τὴν χάριν ἢ ἀφομοίωμα, τυχὸν δὲ καὶ αὐτὸς ὁ Κύριος, εἰ μὴ φορτικὸς ὁ λόγος τισὶν εἶναι δοκεῖ, ὡς πρόδρομος ἑαυτοῦ πρὸς τοῦ θεοφόρου διδασκάλου προσηγόρευται νῦν, ὡς ἑαυτὸν ἀναλόγως τοῖς ὑποδεχομένοις κατά τε τὴν Παλαιὰν κατά τε τὴν Νέαν Διαθήκην ἐκφαίνων, δι’ αἰνιγμάτων τε καὶ φωνῶν καὶ τύπων προτρέχων αὐτὸς ἑαυτοῦ, καὶ διὰ τούτων πρὸς τὴν χωρὶς τούτων ἄγων ἀλήθειαν, τοῖς αὐτοῦ τοῦ Κυρίου λόγοις τοῦτο τεκμαιρομένου, δι’ ὧν ἔλεγεν, ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι, σημαίνων τὴν ὑψηλοτέραν μὲν τῆς προλαβούσης, χθαμαλοτέραν δὲ καὶ αὐτὴν τῆς μετ’ αὐτὴν διὰ τοῦ θείου Πνεύματος περὶ αὐτοῦ μέλλουσαν ἔσεσθαι πρὸς αὐτοὺς διδασκαλίαν.

Ὅθεν εἰκότως ἐπήγαγεν· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ· ἢ καὶ δι’ ὧν ἑτέρωθί φησιν· ἰδού, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὐχ ὡς μετὰ τοῦτο παντελῶς οὐκ ἐσόμενος μετ’ αὐτῶν, ἀλλ’ ὡς ὑψηλοτέρου δηλονότι παρ’ ὃν τέως ἠπίσταντο χθαμαλώτερον, ὡς πρὸς τὴν ἑαυτῶν δύναμιν γινώσκεσθαι μέλλοντος. Ὡσαύτως γὰρ ὑπάρχων ἀεὶ δι’ ἑαυτόν, καὶ μηδεμίαν παραδεχόμενος ἐξ ἀλλοιώσεως μεταβολήν, οὔτε τὸ μᾶλλον καὶ ἧττον, πᾶσι πάντα γίνεται δι’ ὑπερβολὴν ἀγαθότητος, ταπεινὸς τοῖς ταπεινοῖς, ὑψηλὸς τοῖς ὑψηλοῖς, καὶ τοῖς δι’ αὐτὸν θεουμένοις ὁ φύσει Θεὸς καὶ πᾶσαν θεότητος ἐκβεβηκὼς ἔννοιαν ὡς ὑπέρθεος, ὡς εἶναι τὰ τοῦ παρόντος αἰῶνος πάντα τῆς περὶ τὸν ἄνθρωπον προνοίας εἴδη τε καὶ μυστήρια, κἂν μεγάλα ᾖ, προοδοποίησίν τινα καὶ προδιατύπωσιν τῶν μελλόντων. Συγκρινόμενος οὖν καὶ αὐτὸς ὁ τέως τοῦ Κυρίου χωρητὸς λόγος πρὸς τὸν μέλλοντα τοῖς μαθηταῖς μυστικώτερον ἐπιχορηγεῖσθαι, ἥ τε προτέρα πάλιν αὐτοῦ παρουσία τῇ δευτέρᾳ, πρόδρομός ἐστιν ἑαυτοῦ, παραδείξας μὲν ἀμυδρῶς ἐν ἑαυτῷ πρὸς τὴν τῶν ὑποδεχομένων δύναμιν, οὐ φανερώσας δὲ νῦν ἅπερ ἔχει σεσιγημένως παρ’ ἑαυτῷ ἐν ἀποκρύφῳ μυστήρια, διὰ τὸ τῇ κτίσει τέως εἶναι παντελῶς ἀχώρητα.

Πᾶν γάρ, ὃ γράμμασιν ὑποπίπτει, καθὼς εἴρηται, καὶ φωναῖς πάντως, ὅτι καὶ τὸ νοούμενον ἐξ αὐτοῦ, κἂν πνευματικὸν ᾖ, ὅσον πρὸς τὸ μηδόλως γράμμασι καὶ ἐκφωνήσει προσπίπτον, φωνῆς λόγον ὡς πρὸς τρανὸν λόγον ἐπέχει, καὶ διὰ τοῦτο πάντα τὰ διὰ Χριστοῦ τοῦ Θεοῦ τοῖς μαθηταῖς λαληθέντα πρὸς τὸν ἀλάλητον νοῦν, ἤτοι νόησιν, Ἰωάννην, ἴσως ὁ θεσπέσιος οὗτος διδάσκαλος προσηγόρευσε τὴν πρόδρομον χάριν ἐκ τοῦ δεκτικοῦ καλῶς τε καὶ σοφῶς ὀνομάσας.