Τοῦτον δὲ τὸν ἄνθρωπον, ὡς μὲν πρόβατον πλανηθέντα, ὁ προνοητὴς Θεὸς ζητήσας, ὡς ποιμήν, εὗρεν, καὶ τοῖς οἰκείοις ὤμοις ἐπιθείς, πρὸς τὴν τῶν συννόμων ἐπανήγαγε μάνδραν, ὡς δὲ εἰκόνα συγχωσθεῖσαν τοῖς πάθεσι καὶ τὸ ἀρχικὸν κάλλος ἀχρειώσαντα, ὡς σοφία τὴν ἑαυτοῦ σάρκα λύχνου τρόπον ἐξάψας τῷ φωτὶ τῆς ἑαυτοῦ θεότητος ὁ Λόγος εὗρε, καὶ χαρᾶς ὑπόθεσιν μεγάλης ποιεῖται τὴν εὕρεσιν, δι’ ἧς τῆς θείας δεκάδος τὴν ἔλλειψιν ἀνεπλήρωσεν, ὡς δὲ υἱὸν νεκρωθέντα τῇ ἁμαρτίᾳ καὶ ἀπολόμενον τῇ περὶ τὸν Θεὸν ἀγνωσίᾳ, ὡς πατὴρ ἀγαθός, ἐπιστρέφοντα προσήκατο, καὶ τῆς προτέρας ἀξίας ἐπιτίθησι πάλιν ἀνελλιπῶς τὰ γνωρίσματα καί, τὸ δὴ μέγιστον πάντων καὶ μυστικώτατον, τὸν μόσχον θύει τὸν σιτευτόν, ὅστις ποτὲ ἦν ὁ μόσχος οὗτος καὶ ἡ τούτου παράδοξος “θυσία” (οἶμαι δὲ ὅτι ὁ ἀκρότατός ἐστι τοῦ κατὰ τὴν θείαν καὶ ἄῤῥητον πρόνοιαν ἀπερινοήτου καὶ ἀγνώστου τρόπου κρυφιώτατός τε καὶ ἀγνωστότατος Λόγος, καὶ ἡ τούτου θεοπρεπὴς τοῖς οὖσι μετάδοσις), καὶ χαρᾶς ἀῤῥήτου ποιεῖται κεφάλαιον τοῦ υἱοῦ τὴν ἐπάνοδον, πληρώσασαν μεγαλοφυῶς τῶν υἱῶν τὴν δυάδα, ἥτις ποτέ ἐστιν αὕτη, καὶ ἡ πρὸ αὐτῆς δεκὰς τῶν δραχμῶν, καὶ ἡ πρὸ ἐκείνης τῶν προβάτων ἑκατοντάς. Περὶ ὧν νῦν λέγειν, εἰ δοκεῖ, παραλείψωμεν, εὐκαιρότερον ἐν ἄλλοις μετ’ ἐμμελοῦς ἐξεργασίας τὸν ἐφ’ ἑκάστῳ ἀριθμῷ μυστικόν, Θεοῦ διδόντος, συνοψόμενοι λόγον.