Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Η υπερφυής Ενσάρκωση, η ανακαίνιση της φύσεως και το μυστήριο του Σταυρού

Εξέταση της άσπορης σύλληψης ως κατάλυσης των νόμων της φύσεως, η αναπλήρωση του άνω κόσμου διά του νέου Αδάμ, και η ερμηνεία του Σταυρού ως συμβόλου της πρακτικής αρετής και απαθείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 10 από 15

Τοῦ αὐτοῦ, ἐκ τοῦ εἰς τὰ Γενέθλια λόγου, εἰς τό· Νόμοι φύσεως καταλύονται· πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Εἰ κατ’ ἀλήθειαν οἱ νόμοι τῆς φύσεως καταλυθέντες τὴν τοῦ ἄνω κόσμου πλήρωσιν εἰργάσαντο, δῆλον ὅτι μὴ καταλυθέντες ἐλλιπὴς ἂν ὁ ἄνω κόσμος διέμεινε καὶ ἀπλήρωτος. Τίνες δὲ οἱ καταλυόμενοι νόμοι τῆς φύσεώς εἰσιν; Ἡ διὰ σπορᾶς σύλληψις καὶ ἡ διὰ φθορᾶς ἐστιν, ὡς οἶμαι, γέννησις, ὧν οὐδέτερον τὴν ἀληθινὴν τοῦ Θεοῦ σάρκωσιν καὶ τελείαν ἐνανθρώπησιν παντελῶς ἐχαρακτήρισε.

Σπορᾶς γὰρ ἀληθῶς ἡ σύλληψις, καὶ φθορᾶς γέγονε πάμπαν ἡ γέννησις, καθαρὰ καὶ ἀνέπαφος, καὶ διὰ τοῦτο παρθένος καὶ μετὰ τὸν τόκον τοῦ γεννηθέντος ἡ μήτηρ, διὰ τοῦ τοκετοῦ μᾶλλον ἀπαθὴς διαμείνασα, ὃ καὶ παράδοξον καὶ πάντα φύσεως νόμον τε καὶ λόγον ἐκβεβηκός, καὶ Θεὸς ὁ ἐξ αὐτῆς σαρκὶ γεννηθῆναι καταξιώσας, διασφίγξας αὐτῇ μᾶλλον ὡς μητρὶ τὰ τῆς παρθενίας δεσμὰ διὰ τῆς γεννήσεως. Τὸ θαυμαστὸν ὄντως καὶ πρᾶγμα καὶ ἄκουσμα, γέννησιν γενέσθαι βρέφους καὶ πρόοδον, τῶν γεννητικῶν κλείθρων τῆς τεκούσης μὴ ἀνοιγέντων. Ἔδει γὰρ ὄντως, ἔδει τὸν ποιητὴν τῆς φύσεως δι’ ἑαυτοῦ τὴν φύσιν ἐπανορθούμενον πρώτους καταλῦσαι τοὺς νόμους τῆς φύσεως, οἷς ἡ ἁμαρτία διὰ τῆς παρακοῆς τὴν αὐτὴν τοῖς ἀλόγοις ζώοις τοὺς ἀνθρώπους ἔχειν τῆς ἐξ ἀλλήλων διαδοχῆς ἰδιότητα κατεδίκασε, καὶ οὕτω τῆς πρώτης καὶ ὄντως θείας δημιουργίας τοὺς νόμους ἀνανεώσασθαι, ἵνα, ὅπερ ὁ ἄνθρωπος ἐξ ἀπροσεξίας, ὡς ἀσθενής. ἠφάνισε, τοῦτο διὰ φιλανθρωπίαν ὁ Θεός, ὡς δυνατός, ἐπανορθώσηται.

Εἰ τοίνυν οἱ διὰ τὴν ἁμαρτίαν νόμοι τῆς φύσεως ἐν Χριστῷ κατελύθησαν, καὶ πᾶσα δουλοπρεπὴς τῶν παθῶν ἐπανάστασις διὰ τῆς παρουσίας τοῦ Λόγου παντελῶς ἀπεγένετο, “πληρωθῆναι δεῖ” πάντως “τὸν ἄνω κόσμον,” ὥς φησιν ὁ διδάσκαλος. Καὶ πρὸς τοῦτο μὴ ἀντιτείνωμεν.

Εἰ γὰρ ὁ παλαιὸς ὑπὸ τὴν ἁμαρτίαν Ἀδὰμ ψιλὸς ἄνθρωπος ὢν τοὺς πρώτους ἐν πνεύματι νόμους τῆς φύσεως διὰ τῆς παρακοῆς καταλύσας τὸν κάτω κόσμον ἐπλήρωσε τῶν κατ’ αὐτὸν σαρκὶ γεννηθέντων εἰς φθοράν, τῷ ὁμοιώματι τῆς αὐτοῦ παραβάσεως γενόμενος ἀρχηγός, καὶ οὐδεὶς ἀντερεῖ, πολλῷ μᾶλλον ὁ ἀναμάρτητος νέος Ἀδάμ, Χριστὸς ὁ Θεός, τοὺς διὰ τὴν ἁμαρτίαν ἐπεισαχθέντας τῇ φύσει νόμους τῆς ἀλογίας καταλύσας, ὡς Λόγος, τὸν ἄνω κόσμον πληρώσειεν ἂν δικαίως τῶν κατ’ αὐτὸν εἰς ἀφθαρσίαν πνεύματι γεννωμένων, τῷ ὁμοιώματι τῆς αὐτοῦ ὑπακοῆς γενόμενος ἀρχηγός.

Καὶ ἀπιστείτω μηδεὶς τῶν κἂν μικρὸν ἐπῃσθημένων τῆς τοῦ Θεοῦ δυναστείας καὶ τὸ μέγεθος αὐτῆς μὴ ἀγνοούντων. Οὕτω μὲν οὖν ὁ ἄνω κόσμος πληροῦται τῶν κατὰ Χριστὸν ἐν πνεύματι γεννωμένων, καὶ οὕτω πέρας δέχεται πρόσφορον ὁ κατὰ σάρκα νόμος καὶ τῆς κάτω γεννήσεως, καὶ πρὸς τὸν ἄνω κόσμον πάντα ἀναῤῥυθμίζεται.

Ἄλλη ἐπιβολὴ εἰς τὸ αὐτό Ἐπειδὴ δὲ καὶ ἄλλον νοῦν πρὸς τούτοις ὁ τοῦ διδασκάλου λόγος ἔχων μοι φαίνεται, λεκτέον καὶ τοῦτον, ὡς καθ’ ἡμᾶς ἐστι δυνατόν, Θεοῦ τὸν λόγον ἰθύνοντος ἐν τοῖς Εὐαγγελίοις. Ἡ μόνη τῶν ὅλων αἰτία καὶ Θεός, Ἰησοῦς ὁ ἐμός, ἐν παραβολαῖς κρυφίως διδάσκων πρόβατον θείας ἑκατοντάδος ἀποφοιτῆσαν, καὶ δραχμὴν θείας δεκάδος παραπολομένην, καὶ υἱὸν ἄσωτον αὐθαδῶς τοῦ πατρὸς ἀποπηδήσαντα καὶ ἀδελφικῆς θείας δυάδος τὴν ὁμόνοιαν λύσαντα τὸν ἄνθρωπον ἐκάλεσε· “πρόβατον” μὲν ὡς προνοητόν, οἶμαι, καὶ ἀγόμενον, καὶ ταττόμενον, καὶ τριῶν χρειωδῶν τῷ κεκτημένῳ παρεκτικόν, μαλλοῦ καὶ ἀμνοῦ καὶ γάλακτος, ὡς τρεφόμενόν τε καὶ τρέφοντα, τῷ λόγῳ τε καὶ τῷ τρόπῳ τῆς φυσικῆς θεωρίας, καὶ ἐνδυόμενον καὶ ἐνδύοντα τῷ τρόπῳ τῆς ἠθικῆς φιλοσοφίας, καὶ πλουτοῦντα καὶ πλουτίζοντα κατὰ τὴν τοῦ ὁμοίου γέννησιν τῷ μυστηρίῳ τῆς ἀληθοῦς ἐποψίας· “δραχμὴν” δέ, ὡς λαμπρὸν καὶ βασιλικόν, καὶ τῷ τῆς εἰκόνος λόγῳ χαρακτηριστικὸν τῆς θείας ἀρχετυπίας, καὶ ὅλης ὑπάρχοντα τῆς θεϊκῆς ὡραιότητος, ὡς ἐφικτόν, δεκτικόν· “υἱὸν” δέ, ὡς κληρονόμον τῶν πατρικῶν ἀγαθῶν καὶ ἰσότιμον τῷ Πατρὶ κατὰ τὴν ἐκ χάριτος δωρεάν.

Τοῦτον δὲ τὸν ἄνθρωπον, ὡς μὲν πρόβατον πλανηθέντα, ὁ προνοητὴς Θεὸς ζητήσας, ὡς ποιμήν, εὗρεν, καὶ τοῖς οἰκείοις ὤμοις ἐπιθείς, πρὸς τὴν τῶν συννόμων ἐπανήγαγε μάνδραν, ὡς δὲ εἰκόνα συγχωσθεῖσαν τοῖς πάθεσι καὶ τὸ ἀρχικὸν κάλλος ἀχρειώσαντα, ὡς σοφία τὴν ἑαυτοῦ σάρκα λύχνου τρόπον ἐξάψας τῷ φωτὶ τῆς ἑαυτοῦ θεότητος ὁ Λόγος εὗρε, καὶ χαρᾶς ὑπόθεσιν μεγάλης ποιεῖται τὴν εὕρεσιν, δι’ ἧς τῆς θείας δεκάδος τὴν ἔλλειψιν ἀνεπλήρωσεν, ὡς δὲ υἱὸν νεκρωθέντα τῇ ἁμαρτίᾳ καὶ ἀπολόμενον τῇ περὶ τὸν Θεὸν ἀγνωσίᾳ, ὡς πατὴρ ἀγαθός, ἐπιστρέφοντα προσήκατο, καὶ τῆς προτέρας ἀξίας ἐπιτίθησι πάλιν ἀνελλιπῶς τὰ γνωρίσματα καί, τὸ δὴ μέγιστον πάντων καὶ μυστικώτατον, τὸν μόσχον θύει τὸν σιτευτόν, ὅστις ποτὲ ἦν ὁ μόσχος οὗτος καὶ ἡ τούτου παράδοξος “θυσία” (οἶμαι δὲ ὅτι ὁ ἀκρότατός ἐστι τοῦ κατὰ τὴν θείαν καὶ ἄῤῥητον πρόνοιαν ἀπερινοήτου καὶ ἀγνώστου τρόπου κρυφιώτατός τε καὶ ἀγνωστότατος Λόγος, καὶ ἡ τούτου θεοπρεπὴς τοῖς οὖσι μετάδοσις), καὶ χαρᾶς ἀῤῥήτου ποιεῖται κεφάλαιον τοῦ υἱοῦ τὴν ἐπάνοδον, πληρώσασαν μεγαλοφυῶς τῶν υἱῶν τὴν δυάδα, ἥτις ποτέ ἐστιν αὕτη, καὶ ἡ πρὸ αὐτῆς δεκὰς τῶν δραχμῶν, καὶ ἡ πρὸ ἐκείνης τῶν προβάτων ἑκατοντάς. Περὶ ὧν νῦν λέγειν, εἰ δοκεῖ, παραλείψωμεν, εὐκαιρότερον ἐν ἄλλοις μετ’ ἐμμελοῦς ἐξεργασίας τὸν ἐφ’ ἑκάστῳ ἀριθμῷ μυστικόν, Θεοῦ διδόντος, συνοψόμενοι λόγον.

Εἰ τοίνυν ὡς μὲν πρόβατον ὁ καλὸς ποιμὴν τοῖς ὤμοις ἐπιθεὶς πρὸς τὰ σύννομα τὸν ἄνθρωπον ἐπανήγαγε, καὶ ὡς δραχμὴν διὰ τῆς εἰκόνος τὴν βασιλικὴν ἐκτύπωσιν ἔχοντα τὸν ἄνθρωπον ὡς σοφία τοῦ Θεοῦ καὶ Πατρὸς καὶ δύναμις διὰ τῆς σαρκώσεως εὗρεν ὁ Κύριος καὶ Σωτήρ, καὶ ὡς υἱὸν ἐπιστρέφοντα προσήκατο ὁ ἀγαθὸς καὶ πανοικτίρμων Πατήρ, καὶ ταῖς κατ’ οὐρανὸν δυνάμεσι συναριθμήσας ἐγκατέταξεν, ἑκάστου τῶν ἐν τοῖς οὐρανοῖς ἀριθμοῦ πληρώσας τὴν ἔλλειψιν διὰ τοῦ σωθέντος ἀνθρώπου, δῆλον ὡς τὸν ἄνω κόσμον ἐπλήρωσε Χριστὸς ὁ Θεός, τὴν πάντων ἐν ἑαυτῷ θεοπρεπῶς αὐτουργήσας σωτηρίαν.

Ἄλλη θεωρία εἰς τὸ αὐτό Καὶ ἄλλως δὲ θεωρήσωμεν, εἰ δοκεῖ, τὸ προκείμενον ἄπορον. Φασὶν οἱ τῶν ὄντων τὴν φύσιν ἀκριβῶς διαθρήσαντες νόμον εἶναι φύσεως ἑκάστης τὴν τοῦ καθ’ ὅν ἐστι καὶ γεγένηται λόγου ἀῤῥεπῆ καὶ ἀναλλοίωτον μονιμότητα, καὶ καλῶς ἂν ἔχειν οὕτω τὸν ὅρον τοῦ νόμου τῆς φύσεως, ὡς οἶμαι, πᾶς λόγου μετειληφὼς ἀκούων συνθήσεται. Εἰ δὲ τοῦτό ἐστιν ἀληθές, δηλονότι ὁ νόμος τῆς φύσεως ἐξ ἀνάγκης, ὥσπερ τὸν λόγον ἀπαράβατον φυλάττει τῆς φύσεως, οὕτω καὶ τὸν αὐτῆς κατὰ τὴν θέσιν πάντως διατηρεῖ τόπον ἀμετάθετον. Ἀλλ’ ὁ νόμῳ καὶ λόγῳ καὶ φύσει σοφῶς διορίσας καθ’ ἕκαστον εἶδος τὴν τῶν ὄντων ὑπόστασιν, ὑπὲρ φύσιν καὶ νόμον καὶ νοῦν καὶ λόγον καὶ τόπον καὶ κίνησιν ὑπάρχων, κατ’ οὐδὲν τῶν κατὰ φύσιν ἐνεργεῖ ἐν τοῖς ὑπὸ φύσιν, ἀλλ’ ἑαυτῷ προσφυῶς ὑπὲρ φύσιν τὰ κατὰ φύσιν τῶν ὑπὸ φύσιν μετερχόμενος δρᾷ τε καὶ πάσχει, ἀμφοῖν φυλάττων, ἑαυτῷ τε πάσχοντι καὶ τοῖς δρωμένοις, παραδόξως κατὰ φύσιν ἀκραιφνὲς τὸ ἀμετάβολον.

Οὕτω τε κάτω πρὸς ἡμᾶς αὐτὸς κινηθεὶς ἀληθῶς τῇ καθ’ ἡμᾶς ἐκφάνσει ἄνθρωπος γέγονε τέλειος, μὴ κινηθεὶς ἑαυτοῦ τὸ παράπαν καὶ τῆς ἐν τόπῳ περιγραφῆς μηδαμῶς πεῖραν λαβών, καὶ ἡμᾶς ἐθέωσε τελείως, μηδὲν ἡμῶν τῆς φύσεως παντάπασι κατ’ ἀλλοίωσιν ὑφελόμενος, ὅλον τε δοὺς ἀνελλιπῶς ἑαυτὸν καὶ ὅλον κατὰ τὴν ἄφραστον καὶ ἀλώβητον ἕνωσιν πλήρη τὸν ἄνθρωπον εἰληφὼς οὐδὲν τῆς καθ’ ἕτερον ἐμείωσε τελειότητος, καὶ ἔστιν ἀληθῶς ὅλος Θεὸς ὁ αὐτός, καὶ ὅλος ἄνθρωπος ὁ αὐτός, τῇ κατ’ ἄμφω τῶν ἐν οἷς ἀληθῶς ἐστι τελειότητι μαρτυρῶν ἑαυτῷ τὸ κατ’ ἄμφω ἄτρεπτόν τε καὶ ἀναλλοίωτον. Οὕτω λύει τοὺς νόμους τῆς φύσεως, ὑπὲρ φύσιν ἐν τοῖς κατὰ φύσιν τῇ φύσει χρώμενος, ὁ Θεός.

Ἄλλη ἐπιβολὴ εἰς τό· “Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον” Εἰ τοίνυν ἀπαρχὴ τῆς καθ’ ἡμᾶς φύσεως, ὡς ἄνθρωπος, ἐστὶν ὁ Χριστὸς πρὸς τὸν Θεὸν καὶ Πατέρα, καὶ οἷον ζύμη τοῦ ὅλου φυράματος, ἔστι δὲ πρὸς τὸν Θεὸν καὶ Πατέρα κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητος ὁ μηδέποτε τῆς ἐν τῷ Πατρὶ ἐκστὰς μονιμότητος, ὡς Λόγος, μὴ ἀπιστήσωμεν ἔσεσθαι, κατὰ τὴν αὐτοῦ πρὸς τὸν Πατέρα αἴτησιν, ἔνθα αὐτός ἐστιν ἡ ἀπαρχὴ τοῦ ἡμετέρου γένους. Ὡς γὰρ γέγονε κάτω δι’ ἡμᾶς ἀναλλοιώτως καὶ ἄνθρωπος καθ’ ἡμᾶς χωρὶς μόνης ἁμαρτίας, λύσας ὑπερφυῶς τοὺς νόμους τῆς φύσεως, οὕτω καὶ ἡμεῖς κατὰ τὸ ἀκόλουθον ἄνω δι’ αὐτὸν γενησόμεθα καὶ θεοὶ κατ’ αὐτὸν τῷ τῆς χάριτος μυστηρίῳ, μηδὲν τὸ παράπαν ἀλλοιοῦντες τῆς φύσεως. Καὶ οὕτω πληροῦται πάλιν κατὰ τὸν σοφὸν διδάσκαλον ὁ ἄνω κόσμος, πρὸς τὴν κεφαλὴν τῶν μελῶν τοῦ σώματος κατ’ ἀξίαν συναγομένων, ἑκάστου δηλονότι μέλους τῇ κατ’ ἀρετὴν ἐγγύτητι τὴν πρέπουσαν αὐτῷ θέσιν διὰ “τῆς ἀρχιτεκτονίας τοῦ Πνεύματος ἐναρμονίως” λαμβάνοντος καὶ συμπληροῦντος τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου τὸ σῶμα τὸ πάντα πληροῦν ἐκ πάντων πληρούμενον.

Εἴτε οὖν, ὡς εἴρηται, κατὰ τὴν πνευματικὴν ἀναγέννησιν τῶν κατὰ Χριστὸν γεννωμένων, εἴτε κατὰ τὴν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ γεγενημένην τῶν τοῖς οὐρανοῖς μυστικῶν ἀριθμῶν ἀναπλήρωσιν, τῆς τε θείας φημὶ τῶν λογικῶν προβάτων ἑκατοντάδος, καὶ τῆς τῶν νοερῶν δραχμῶν μυστικῆς δεκάδος, καὶ τῆς τῶν υἱῶν τιμίας δυάδος, εἴτε κατὰ τὴν τῶν μελῶν τοῦ σώματος πρὸς τὴν οἰκείαν κεφαλὴν καὶ πρὸς τὴν ἰδίαν ἀπαρχὴν τοῦ φυράματος ἐπισυναγωγήν, ὁ ἄνω κόσμος πληρωθήσεται πάντως κατὰ τὸν διδάσκαλον, πληρωθεὶς μὲν ἤδη ἐν Χριστῷ, πληρωθησόμενος δὲ ἐν τοῖς κατὰ Χριστὸν αὖθις ὕστερον, ἡνίκα σύμφυτοι γενήσονται καὶ τῆς ἀναστάσεως αὐτοῦ οἵγε τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ διὰ τῶν αὐτῶν παθημάτων ἤδη γεγονότες.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· τῷ γὰρ σταυρῷ συνεπαίρεται. Ὅλος διὰ τοῦ λόγου τῷ πρώτῳ λόγῳ προσθέμενος κατὰ λόγον τὸν περὶ τοῦ Λόγου λόγον, ὃν ὁ μέγας προφήτης Ἡσαΐας ποιεῖται περὶ τοῦ σαρκωθέντος Λόγου, μυστικῶς φήσας, “οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ,” συνοπτικῶς, ὡς ἔθος αὐτῷ ἐστι, τίνα τὴν “ἀρχὴν” ταύτην δεῖν οἴεσθαι θέμις διετράνωσεν ὁ μέγας οὗτος διδάσκαλος, εἰπών· “τῷ γὰρ σταυρῷ συνεπαίρεται.” Ἀλλ’ ἐπειδὴ πολλὰς ὁ σταυρὸς ταῖς περὶ αὐτὸν ἐπινοίαις ἐπιδέχεται θεωρίας, ἄξιόν ἐστι ζητῆσαι κατὰ ποίαν ἐπίνοιαν τὸν σταυρὸν ἐπὶ τοῦ παρόντος ἀρχὴν ὁ διδάσκαλος εἶπε. Θεωρεῖται γὰρ ὁ σταυρὸς κατὰ σχῆμα, κατὰ σύνθεσιν, κατὰ τὴν τῶν μερῶν ἰδιότητα, καὶ κατ’ ἐνέργειαν καὶ κατ’ ἄλλας πολλὰς ἐπινοίας, αἳ τοῖς τῶν θείων φιλοθεάμοσίν εἰσιν ὁραταί.

Κατὰ σχῆμα μέν, ὡς ὅταν τὴν τὰ ὅλα, τά τε ἄνω καὶ τὰ κάτω ἐφ’ ἑκάτερα, τοῖς καθ’ αὑτὰ πέρασι διαλαμβάνουσαν ὁ σταυρὸς θεωρούμενος, ὑποσημαίνῃ δύναμιν· κατὰ σύνθεσιν δέ, ὡς ὅταν οὐσίαν καὶ πρόνοιαν καὶ κρίσιν, ἤγουν τὰς τούτων ἐκφάνσεις, σοφίαν, φημί, καὶ γνῶσιν καὶ ἀρετὴν τῆς τὸ πᾶν διεπούσης ἐμφαίνῃ δυνάμεως, τὴν μὲν οὐσίαν καὶ τὴν σοφίαν ὡς ποιητικὴν διὰ τῆς ὑψιτενοῦς γραμμῆς, τὴν δὲ πρόνοιαν καὶ τὴν γνῶσιν ὡς περιποιητικὴν διὰ τῆς ἐγκαρσίας, τὴν δὲ κρίσιν καὶ τὴν ἀρετὴν ὡς κακίας ἀναιρετικήν, καὶ τῆς τῶν πεποιημένων καὶ περιπεποιημένων πρὸς τὴν ἰδίαν ἀρχὴν καὶ αἰτίαν συνδετικὴν διὰ τοῦ ὅλου· κατὰ δὲ τὴν τῶν μερῶν ἰδιότητα, ὅταν διὰ μὲν τῆς ὑψιτενοῦς γραμμῆς τὸν ἀεὶ ὡσαύτως ἔχοντα καὶ τῆς οἰκείας μονιμότητος οὐδαμῶς ἐξιστάμενον διὰ τὴν σταθηρὰν καὶ ἀμετακίνητον ἵδρυσιν Θεὸν ὁ σταυρὸς δηλοῖ, διὰ δὲ τῆς ἐγκαρσίας τὴν ἅπασαν κτίσιν Θεοῦ παντελῶς ἠρτημένην ὑποφαίνῃ, ἄλλην ἀρχὴν τοῦ εἶναι Θεοῦ χωρὶς ἢ βάσιν οὐκ ἔχουσαν· κατ’ ἐνέργειαν δέ, ὅταν τῶν ἐπ’ αὐτῷ πηγνυμένων τὴν ἀπραξίαν δηλοῖ καὶ τὴν νέκρωσιν, καθ’ ὅντινα τρόπον θεωρίας νῦν, ὡς οἶμαι, τὸν προφητικὸν ὁ διδάσκαλος ἐξείληφε λόγον.

Ὥσπερ οὖν ἑκάστης ἀρχῆς (καλὸν γὰρ τοῖς καθ’ ἡμᾶς παραδείγμασι τῶν ὑπὲρ ἡμᾶς πραγμάτων ἐνδείξασθαι τὴν ἀλήθειαν) εἰσὶ σήμαντρά τινα δι’ ὧν οἱ λαμβάνοντες ἔκδηλοι πᾶσι γίνονται ὅτιπερ ὁ μὲν τήνδε ἀρχὴν παρὰ τοῦ βασιλέως εἴληφεν, οἷον ὁ ἄρχων τοὺς λεγομένους κωδικίλλους, ὁ δὲ διὰ τοῦ ξίφους τὴν καλουμένην δοκιανήν, καὶ ἄλλος ἄλλην διά τινος ἑτέρου συνθήματος, καὶ παρὰ μὲν τοῦ βασιλέως αὐτοὶ δέχονται καὶ φέρουσι τοῦτο ταῖς ἰδίαις χερσίν, ἐξελθόντες δὲ τοῖς οἰκείοις διδόασι τοῦτο κομίζειν, τοῦτον τὸν τρόπον καὶ ὁ Δεσπότης ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν ἐπίνοιαν τῆς ἀνθρωπότητος τὰ σύμβολα τῆς ἰδίας ἀρχῆς, τὸν αὐτοῦ σταυρόν, δεξάμενος ἐπὶ τῶν ὤμων ἐξῆλθεν ἔχων, πρῶτος αὐτὸς βαστάσας, ἔπειτα τοῦτον ἑτέρῳ δούς, διὰ τούτων ἐμφαίνων ὅτι δεῖ τὸν ἀρχὴν ἐγχειριζόμενον πρῶτον καθηγεῖσθαι τῶν δι’ αὐτῆς ἀγομένων καὶ ἀντέχεσθαι τῶν ὑπ’ αὐτῆς ὑπαγορευομένων (οὕτω γὰρ ἂν εὐπαράδεκτος ἐν ταῖς ὑποθήκαις γενήσεται), καὶ τότε προστάσσειν τοῖς ἐγχειρισθεῖσιν αὐτῷ τὴν ταὐτότητα δρᾷν. Εἰ δὲ τὸ σήμαντρον τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀρχῆς ἐστιν ὁ σταυρός, ὃν ἐπὶ τῶν ὤμων φέρων ἐκόμισε, γνῶναι προσῆκε τί διὰ τούτων ἐμφῆναι βουλόμενος μυστικῶς οὕτω ταῦτα διέθηκέ τε καὶ ὑπέμεινεν.

Φασὶν οἱ τῶν συμβόλων ἐπιστήμονες τὸν μὲν “ὦμον” πράξεως εἶναι τεκμήριον, τὸν δὲ σταυρὸν ἀπαθείας, οἷα νέκρωσιν ἐμποιοῦντα. Διὰ τούτων οὖν τῶν αἰνιγμάτων ὁ Κύριος ἡμῶν καὶ Θεός, ἀμφότερα διεξελθὼν τῶν ὧν εἰσι τὰ αἰνίγματα (πράξεώς τέ φημι καὶ τελείας ἀπαθείας, ὥστε μὴ παραφθείρεσθαι διὰ κενοδοξίας τὴν πρᾶξιν), ἔδειξε, δι’ ὧν αὐτὸς κατεπράξατο, τοῖς ὑπηκόοις, μονονουχὶ διαπρυσίως βοῶν, ὅτι· “Τοῦτο σύμβολον ὑπάρχει τῆς ἀρχῆς μου.” Πᾶς οὖν ὅστις ἐξ ὑμῶν ἐπιθυμητικῶς ἔχει πρὸς ταύτην τὴν ἀρχήν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι, τουτέστιν τὴν νεκρωτικὴν τῶν παθῶν πρᾶξιν, τὴν ἀγαθότητα καὶ τὸ τῆς ἀφθονίας καλόν, διὰ τούτων ἐμφαίνων ὅτι γλίχεται πάντας ὁμοίως ἑαυτῷ ταύτην μεταχειρίζεσθαι τὴν ἀρχήν.

Τὸ γὰρ εἰπεῖν τὸν θεοφόρον διδάσκαλον ὅτι “Τῷ σταυρῷ συνεπαίρεται,” οἶμαι διὰ τούτων ἔμφασιν ἡμῖν τοιάνδε παρέχειν, ὅτι τῆς λογικῆς φύσεως τῶν ἀνθρώπων διὰ πράξεως καὶ τῆς αὐτῇ συνεζευγμένης ἀπαθείας ὑψουμένης αὐτὸς ὁ Χριστὸς δηλονότι συνυψοῦσθαι λέγεται, τουτέστιν ἡ ἐν ἀνθρώποις χριστοειδὴς κατάστασις, καθ’ εἱρμὸν καὶ τάξιν ὑψουμένη, διὰ πράξεως ἀπαθοῦς εἰς θεωρίαν τῆς φύσεως γνωστικὴν καὶ ἀπὸ ταύτης εἰς θεολογικὴν μυσταγωγίαν κινουμένη.

Ὅπερ μάλιστά μοι φαίνεται δηλῶν ὁ ἅγιος Ἀρεοπαγίτης μέγας Διονύσιος ἐν οἷς φησιν· “Ἀλλ’ ἐπείπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ θεῖον ἱερᾶς, καθ’ ἣν ἑαυτῶν ἐπιγνώμονες οἱ ἱεροὶ γίνονται νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνατρέχων ἐν ἀρχῇ μὲν ὅστις ποτέ ἐστιν αὐτὸς ὄψεται, καὶ τοῦτο λήψεται πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον· ὁ δὲ τὰ οἰκεῖα καλῶς ἀπροσπαθέσιν ὀφθαλμοῖς ἐπισκοπήσας, τῶν ἀλαμπῶν μὲν ἀποφοιτήσει τῆς ἀγνοίας μυχῶν, τῆς δὲ Θεοῦ τελεωτάτης ἑνώσεως καὶ μεθέξεως ἀτελὴς ὢν αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα καὶ δι’ ἐκείνων ἐπὶ τὰ πρώτιστα, καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκροτάτην θεαρχικὴν ἐν τάξει καὶ ἱερῶς ἀναχθήσεται κοινωνίαν.” Οὕτω μὲν οὖν “συνεπαίρεται τῷ σταυρῷ” κατὰ τὸν μέγαν καὶ θεόφρονα τοῦτον διδάσκαλον δι’ ἡμῶν ἐν πνεύματι κατ’ αὐτὸν ὑψουμένων ὁ μόνος ὕψιστος, διὰ πράξεως καὶ τῆς αὐτῇ συνημμένης ἀπαθείας εἰς γνῶσιν ἐναγομένων, καὶ δι’ ἐκείνης ἐν ἀΰλῳ τῷ νῷ πρὸς τὴν μυστικὴν ὑψουμένων τῶν θείων θεωρίαν τε καὶ μύησιν, προσθήσω δὲ θαῤῥῶν ὅτι καὶ μετουσίαν.

Ἐκ τοῦ αὐτοῦ λόγου εἰς τό· Ὁ Λόγος παχύνεται. “

Παχύνεσθαι ὁ Λόγος” εἴρηται τῷ θεοφόρῳ διδασκάλῳ κατὰ τήνδε, ὡς οἶμαι, τὴν ἔννοιαν, ἢ ὅτι Λόγος ὢν ἁπλοῦς τε καὶ ἀσώματος, καὶ πάσας καθεξῆς πνευματικῶς τρέφων τὰς ἐν οὐρανῷ θείας δυνάμεις, κατηξίωσε καὶ διὰ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας ἐξ ἡμῶν δι’ ἡμᾶς καθ’ ἡμᾶς ἁμαρτίας χωρὶς “παχυνθῆναι,” καὶ ἡμῖν προσφυῶς φωναῖς τε καὶ παραδείγμασι τὴν περὶ τῶν ἀποῤῥήτων καὶ παντὸς λόγου δύναμιν ὑπερβαίνουσαν ἐκθέσθαι διδασκαλίαν (διὰ παραβολῶν γάρ, εἴρηται, πάντα λελαληκέναι, καὶ χωρὶς παραβολῆς μηδὲν διεξιέναι· φίλον γὰρ οὕτω τοῖς διδασκάλοις χρῆσθαι, ἐπὰν οἱ ἀκροαταὶ μὴ παρακολουθῶσι τοῖς πρωτοτύπως λεγομένοις, καὶ εἰς συναίσθησιν αὐτοὺς ἄγειν τῶν λεγομένων)· ἢ ὅτι τοῖς τῶν ὄντων ἑαυτὸν δι’ ἡμᾶς ἀποῤῥήτως ἐγκρύψας λόγοις ἀναλόγως δι’ ἑκάστου τῶν ὁρωμένων ὡς διά τινων γραμμάτων ὑποσημαίνεται, ὅλος ἐν ὅλοις ἅμα πληρέστατος, καὶ τὸ καθ’ ἕκαστον ὁλόκληρος, ὅλος καὶ ἀνελάττωτος, ἐν τοῖς διαφόροις ὁ ἀδιάφορος καὶ ὡσαύτως ἀεὶ ἔχων, ἐν τοῖς συνθέτοις ὁ ἁπλοῦς καὶ ἀσύνθετος, καὶ ἐν τοῖς ὑπὸ ἀρχὴν ὁ ἄναρχος καὶ ὁ ἀόρατος ἐν τοῖς ὁρωμένοις καὶ ἐν τοῖς ἁπτοῖς ὁ ἀναφής· ἢ ὅτι δι’ ἡμᾶς, τοὺς παχεῖς τὴν διάνοιαν, σωματωθῆναί τε δι’ ἡμᾶς καὶ γράμμασι καὶ συλλαβαῖς καὶ φωναῖς τυπωθῆναι κατεδέξατο, ἵνα ἐκ πάντων τούτων ἡμᾶς ἑπομένους αὐτῷ κατὰ βραχὺ πρὸς ἑαυτὸν συναγάγῃ, ἑνοποιηθέντας τῷ Πνεύματι, καὶ εἰς τὴν ἁπλῆν περὶ αὐτοῦ καὶ ἄσχετον ἔννοιαν ἀναγάγοι, τοσοῦτον ἡμᾶς δι’ ἑαυτὸν πρὸς ἕνωσιν ἑαυτοῦ συστείλας, ὅσον αὐτὸς δι’ ἡμᾶς ἑαυτὸν συγκαταβάσεως λόγῳ διέστειλεν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα. “Ἐκ τῶν κατὰ” τὴν οὐσίαν, τουτέστιν ἐκ τῆς οὐσίας αὐτῆς, ὁ Θεὸς οὐδέποτε τί ὑπάρχων γινώσκεται. Ἀμήχανος γὰρ καὶ παντελῶς ἄβατος πάσῃ τῇ κτίσει, ὁρατῇ τε καὶ ἀοράτῳ κατὰ τὸ ἴσον, ἡ περὶ τοῦ τί καθέστηκεν ἔννοια· ἀλλ’ “ἐκ τῶν περὶ” τὴν οὐσίαν μόνον, ὅτι ἔστι, καὶ ταῦτα καλῶς τε καὶ εὐσεβῶς θεωρουμένων, τοῖς ὁρῶσιν ὁ Θεὸς ἑαυτὸν ὑπενδίδωσι. Πάντα δὲ τὰ “περὶ” τὴν οὐσίαν οὐ τὸ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστιν ὑποδηλοῖ, οἷον τὸ ἀγένητον, τὸ ἄναρχον, τὸ ἄπειρον, τὸ ἀσώματον, καὶ ὅσα τοιαῦτα περὶ τὴν οὐσίαν εἰσί, καὶ τὸ τί μὴ εἶναι, οὐχ ὅτι δὲ τὸ τί εἶναι αὐτὴν παριστῶσιν· ἀλλὰ καὶ οἱ τῆς προνοίας καὶ τῆς κρίσεως λόγοι, καθ’ οὓς τὸ πᾶν σοφῶς διεξάγεται, μεθ’ ὧν καὶ ἡ ἐναρμόνιος τῆς φύσεως θεωρία περὶ Θεὸν εἶναι λέγεται, τὸν δημιουργὸν ἑαυτῆς ὅτι ἔστι μόνον ἀναλόγως δεικνύουσα.

Ἐναντίως οὖν ταῖς καταφάσεσι κειμένων τῶν ἀποφάσεων, ἐναλλὰξ ἀλλήλαις περὶ Θεὸν φιλικῶς συμπλέκονται καὶ ἀλλήλων ἀντιπαραλαμβάνονται· οἷον αἱ μὲν ἀποφάσεις τὸ μή τι εἶναι, ἀλλὰ τί μὴ εἶναι σημαίνουσαι τὸ θεῖον, περὶ τὸ τί εἶναι τὸ τοῦτο μὴ ὄν, ἑνοῦνται ταῖς καταφάσεσιν, αἱ δὲ καταφάσεις τὸ μόνον ὅτι ἔστι, τί ποτε δὲ τοῦτό ἐστι μὴ δηλοῦσαι, περὶ τὸ τί μὴ εἶναι τὸ τοῦτο ὂν ἑνοῦνται ταῖς ἀποφάσεσι, πρὸς μὲν ἀλλήλας δεικνύουσαι τὴν ἐξ ἀντιθέσεως ἐναντιότητα, περὶ δὲ τὸν Θεὸν τῷ εἰς ἄλληλα τῶν ἄκρων κατὰ περίπτωσιν τρόπῳ τὴν οἰκειότητα.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ’ ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα. Τὸν πολλάκις εἰρημένον μέγαν ἐρωτήσας περὶ τούτου καὶ σοφὸν γέροντα δηλοῦν ἔφη διὰ τούτων τὸν μέγαν καὶ θεοφόρον Γρηγόριον τὸ τὸν αὐτὸν Θεὸν ἐν ἑαυτῷ μόνον, οἷα δὴ ἕνα κυρίως ὄντα, μηδὲν ἑαυτῷ τὸ παράπαν συνεπινοούμενον ἔχοντα κατὰ τὴν φύσιν διάφορον, ἐν ἑαυτῷ τε μόνον ἔχοντα τὴν ἀπερινόητον, ἄναρχόν τε καὶ ἄπειρον καὶ ἀκατάληπτον μονιμότητα, ἐξ ἧς “κατὰ ἀπειρόδωρον χύσιν” ἀγαθότητος τὰ ὄντα ἐκ τοῦ μὴ ὄντος παραγαγεῖν τε καὶ ὑποστήσασθαι, θελῆσαι καὶ ἑαυτὸν ἀναλόγως τοῖς ὅλοις καὶ τῷ καθ’ ἕκαστον ἀχράντως μεταδοῦναι τὴν πρὸς τὸ εἶναι καὶ διαμένειν ἑκάστῳ χαριζόμενον δύναμιν, κατὰ τὸν ἅγιον καὶ θεοείκελον μέγαν Διονύσιον τὸν Ἀρεοπαγίτην φάσκοντα, “τὸ ἓν ὑμνητέον ἐπὶ Θεοῦ, τῷ πάντων ὑπεξαιρεῖσθαι, εἰς τὸ εἶναι ἀγαθότητι παραγαγόντα τήν τε τῶν νοητῶν πᾶσαν διακόσμησιν καὶ τὴν τῶν ὁρατῶν εὐπρέπειαν, ἀναλόγως ἑκάστῳ τῶν κτισμάτων κατά τινα λόγον ἀπόῤῥητον σοφίας ἀμειώτως ἐνυπάρχειν, καὶ μηδενὶ τρόπῳ τὸ σύνολον πάλιν κατέχεσθαι, τοῖς μὲν κατὰ περιττὴν ἀγαθόδωρον χύσιν, τοῖς δὲ μέσως, τοῖς δὲ τὸ κατά τι γοῦν ἐξεικονίζειν αὐτὸν δύνασθαι.”

Καὶ τοῦτο ἂν εἴη τυχόν, κατὰ τὴν ἐμὴν ἀφροσύνην, “τὸ χεῖσθαι τὸ ἀγαθὸν καὶ ὁδεύειν,” τὸ τὸν ἕνα Θεὸν ἀναλόγως πρὸς τὰ δεκτικὰ τῇ μεταδόσει τῶν ἀγαθῶν πληθύνεσθαι.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν. Οὐκ ἦν θαυμαστόν, ὡς οἶμαι, τοσοῦτον, καίπερ ὂν τηλικοῦτον, τὸ κατὰ τὴν πρώτην πλάσιν καθαρὰν οὖσαν τὴν φύσιν τῶν ἀνθρώπων, ἅτε δὴ χειρὶ Θεοῦ τιμηθεῖσαν, πρὸς κοινωνίαν ἑαυτοῦ διὰ τῆς ἐμπνεύσεως ἀγαγεῖν τὸν Θεόν, τῷ ὁμοίῳ μεταδιδόντα τῆς κατ’ εἰκόνα θείας ὡραιότητος, ὅσον τὸ ῥυπωθεῖσαν ταύτην καὶ Θεοῦ δραπετεύσασαν, δι’ ὧν ἀνεμάξατο παθῶν, ταύτῃ προσομιλῆσαι καταδέξασθαι, καὶ τοῦ χείρονος μετασχεῖν, καὶ τῷ πάντη τῶν πραγμάτων ἀμίκτῳ τῇ παραδόξῳ ἑνώσει προσεπιτεῖναι τὸ θαῦμα.

Πρότερον μὲν γὰρ κατ’ οὐδένα τρόπον ἢ λόγον οὐσίας ἢ ὑποστάσεως, τῶν ἐν οἷς τὰ ὄντα πάντα καθολικῶς θεωρεῖται, τὸ ἓν πρὸς τὸν Θεὸν ἡ φύσις εἰλήφει, νῦν δὲ τὸ καθ’ ὑπόστασιν ἓν πρὸς αὐτὸν διὰ τῆς ἀφράστου ἑνώσεως ἔλαβε, τὸν οἰκεῖον δηλαδὴ κατὰ τὴν οὐσίαν ἀναλλοιώτως πρὸς τὴν θείαν οὐσίαν διάφορον διαφυλάττουσα λόγον, πρὸς ἣν ἔχει διὰ τῆς ἑνώσεως τὸ καθ’ ὑπόστασιν ἓν καὶ ἀδιάφορον, ἵνα τῷ μὲν τοῦ εἶναι λόγῳ, καθ’ ὃν γεγένηται καὶ ἔστι, διαμένοι τὸ ἑαυτῆς ὂν κυρίως ἔχουσα κατὰ πάντα τρόπον ἀμείωτον, τῷ δὲ τοῦ πῶς εἶναι λόγῳ τὸ ὑφεστάναι θεϊκῶς λαβοῦσα τῆς περί τι ἄλλο κινήσεως τὴν ῥοπὴν παντελῶς μήτε γινώσκῃ, μήτε προσίηται. Ταύτῃ γοῦν “πολὺ τῆς προτέρας παραδοξοτέραν” τὴν πρὸς τὴν φύσιν τῶν ἀνθρώπων ὁ Λόγος ἐποιήσατο “κοινωνίαν,” αὐτὴν τὴν φύσιν οὐσιωδῶς ἑαυτῷ καθ’ ὑπόστασιν ἑνώσας.

Ἐκ τοῦ αὐτοῦ, εἰς τό· Νυνὶ δέ μοι δέξαι τὴν κύησιν καὶ προσκίρτησον, καὶ εἰ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρός, ἀλλ’ ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Ἰωάννης ὁ μέγας οὐ μόνον μετανοίας καὶ τῆς κατὰ τὴν πρακτικὴν φιλοσοφίαν ἀπαθείας καὶ γνωστικῆς θεωρίας ἐστὶν εἰκών, τῆς μὲν ὡς κῆρυξ καὶ βαπτιστής, τῆς δὲ ὡς ἐρημίτης καὶ τοῦ κόσμου πάντη κεχωρισμένος, τῆς δὲ ὡς Λευίτης καὶ ἱερεὺς καὶ Θεοῦ Λόγου πρόδρομος, ἀλλὰ καὶ τῆς ἐν τούτοις κατὰ τὴν ἕξιν ἀτρεψίας σύμβολον, ὡς ἀπὸ γαστρὸς καὶ μέχρι θανάτου τὸν ἐν τούτοις τῆς ψυχῆς τόνον ἀμείλικτον διατηρήσας. Ὁ δὲ Δαβὶδ ἐξομολογήσεως, πράξεώς τε καὶ θεωρίας καὶ αὐτός ἐστιν εἰκών, ὡς τῆς Ἰουδαϊκῆς φυλῆς καὶ ποιμὴν πρότερον καὶ ὕστερον βασιλεὺς καὶ τῶν ἀλλοφύλων ἀναιρέτης, οὐ μὴν δὲ καὶ τῆς τούτων κατὰ τὴν ἕξιν ἀτρεψίας σύμβολον. Παρέπεσε γὰρ μετὰ τὴν ἐπίγνωσιν, ἀνθρώπινόν τι παθών, καὶ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως οὐκ ἐφύλαξεν ἄτρεπτον. Διὸ τυχὸν οὐδὲ ἀπὸ γαστρὸς τοῦ Λόγου προσκιρτῆσαι γέγραπται κατὰ τὸν μέγαν Ἰωάννην, ἀλλὰ μετὰ τὴν τῶν ἀλλοφύλων τελείαν ἀναίρεσιν καὶ τὴν τῆς κιβωτοῦ ἀποκατάστασιν, τουτέστι μετὰ τὴν τῶν παθῶν ὑποχώρησιν καὶ τὴν τῆς γνώσεως αὖθις ἐπάνοδον.

Τύπος οὖν ἐστιν ὁ μὲν Ἰωάννης πάντων τῶν κατ’ ἀρετὴν καὶ γνῶσιν διὰ μετανοίας ἐν πνεύματι γεννωμένων, καὶ μέχρι τέλους διὰ προκοπῆς τὴν ἐν τούτοις ἕξιν ἄτρεπτον διατηρούντων, ὁ δὲ Δαβὶδ πάντων τῶν μετὰ τὴν ἐπίγνωσιν παραπιπτόντων, καὶ πάλιν διὰ μετανοίας τὸ κατ’ ἀρετὴν καὶ γνῶσιν ἐπαναγόντων τῆς ψυχῆς τῆς θείας χαρᾶς ἀγαλλίαμα.

Σύντομος οὖν ὑπάρχων καὶ τῷ πνεύματι τὴν εἰς πλάτος τοῦ λόγου δύναμιν νοερῶς συστείλας ὁ μέγας διδάσκαλος, Ἰωάννῃ καὶ Δαβὶδ τοῖς μεγάλοις παρείκασε διὰ τῆς καθ’ ἑκάτερον ἕξεως τοὺς τῶν θείων λογίων ἀκροατάς, ὡς ἑνὶ πάντως τούτων, καθάπερ οἶμαι, κατὰ τὸν ἐφ’ ἑκάστῳ καλῶς ἀποδοθέντα τρόπον, ἑκάστου τῶν κατ’ εὐσέβειαν ζώντων ἐνισχημένου, οἱονεὶ διαῤῥήδην βοῶν ὅτιπερ “Πάντες ὅσοι τὸν θεῖον τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐν ἑαυτοῖς διὰ μετανοίας κυϊσκόμενον ἐδέξασθε λόγον, ἢ κατὰ τὸν μέγαν Ἰωάννην ἐξ ἀρχῆς μέχρι τέλους διὰ προκοπῆς τὸ ἐπ’ αὐτῷ τῆς ψυχῆς κατὰ τὴν ἕξιν ἀτρέπτως θεῖον διατηρήσατε σκίρτημα, μηδενὶ τὸ παράπαν ὑπαγόμενοι κακίας εἴδει καὶ ἀγνωσίᾳ, ἢ κατὰ τὸν μακάριον Δαβίδ, κἂν εἰ συμβέβηκέ τι κατὰ τὸν θεῖον δρόμον ὑμῖν ἀβούλητον, φιλοπόνως διὰ μετανοίας σπουδάσατε πρὸς ἑαυτοὺς τὴν ἀρετὴν ἐπαναγαγεῖν καὶ τὴν γνῶσιν ὑπομονῆς τόνοις καὶ λόγων θείων ἀσκήμασι, καὶ μὴ τῇ ῥαθυμίᾳ τοῖς πάθεσιν ἔκδοτον ταύτην τὴν ἐν ὑμῖν θείαν, τῆς ἀρετῆς λέγω καὶ τῆς γνώσεως, ἐάσαντες κιβωτὸν τὸ τοῦ ἱερέως Ἠλὶ ὑπομένητε πάθος, καὶ ὀπισθίως πεσόντες περὶ τὰς πύλας τοῦ ναοῦ τοῦ ἐν Σηλὼμ ἀποθάνητε τὸν ὦμον τῆς πράξεως συντριβέντες.”

Ὅπερ, ὡς οἶμαι, σαφέστερον διδάσκων ὁ μακάριος οὗτος πατὴρ ἐν τῷ εἰς τὴν “Καινὴν Κυριακὴν” λόγῳ, φησί· “Ἄιδειν δὲ τῷ Κυρίῳ ᾆσμα καινὸν κελευόμεθα, εἴτε οἱ εἰς Βαβυλῶνα καὶ τὴν πονηρὰν σύγχυσιν κατασυρέντες ὑπὸ τῆς ἁμαρτίας, ἔπειτα πρὸς Ἱερουσαλὴμ ἀνασωθέντες, κἀκεῖ μὲν οὐ δυνάμενοι τὴν θείαν ᾄδειν ᾠδὴν ὡς ἐπὶ γῆς ἀλλοτρίας, ἐνταῦθα δὲ νέαν ᾠδὴν καὶ πολιτείαν ἱστάμενοι, εἴτε οἱ μείναντες ἐν τῷ καλῷ καὶ προκόπτοντες, καὶ τὸ μὲν κατωρθωκότες ἤδη, τὸ δὲ κατορθοῦντες παρὰ τοῦ καινοποιοῦ Πνεύματος.” Ταῦτα στοχαστικῶς κατὰ τὴν ἐμὴν ἀφροσύνην νενοηκότα τὸν διδάσκαλον φάναι νομίζω· “Νυνὶ δέ μοι δέξαι τὴν κύησιν καὶ προσκίρτησον, εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρός, ἀλλ’ ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ,” τῷ κατ’ ἀξίαν καὶ γένος τῆς θεωρίας τρόπῳ τὴν τῶν εἰρημένων συνῃρηκότα θεωρίαν.