Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι εἰς Ἰωάννην

Μάξιμος ὁ Ὁμολογητής

Πρακτική και θεωρητική ζωή, και αναίρεση της περί αρχικής ενάδος θεωρίας

Ερμηνεία των πρώτων αποριών. Αναλύεται η σχέση πρακτικής και θεωρητικής ζωής, απορρίπτεται η ωριγενιστική δοξασία περί προϋπάρξεως των ψυχών και πτώσεως από την αρχική ενάδα, και αναπτύσσεται η διδασκαλία περί των λόγων των όντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 15

Ἐκ τοῦ περὶ φιλοπτωχίας λόγου, εἰς τό· Φείδομαι ὡς συνεργοῦ καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις ἢ κατεχούσαις εἰς ἔδαφος. Οὐ ταὐτὸν τῷ “κατασπᾶσθαι” τὸ “κατέχεσθαι” νενόηται τῷ μακαρίῳ τούτῳ ἀνδρί, μὴ οὕτω νομίσῃς, δοκιμώτατε, εἴπερ τί σοι νοεῖν τῆς αὐτοῦ μεγαλονοίας ἄξιον διεσπούδασται· ἐπεὶ περιττὸς οὕτω τοῖς λόγοις καὶ τὸν νοῦν τῷ λόγῳ μὴ ἐφιστάμενον ἔχων ἀναφανήσεται, εἴπερ μὴ πάσῃ συλλαβῇ σχεδὸν τὴν πρέπουσαν ἐνθέμενος ἔννοιαν πρὸς τὰ κάλλιστά τε καὶ χρήσιμα τοὺς ὀπαδοὺς ὁδηγεῖν παντὶ τρόπῳ διεγνωκέναι ὑποληφθῇ. Οὐχ οὕτω δὲ ταῦτ’ ἔχει. Πόθεν; ἀλλὰ καὶ νῷ λόγον σοφῷ συνίστησι καὶ λόγῳ ὑψηλῷ νοῦν ἐφίστησιν ὑψηλότερον, ἵν’ ὑψηλὸς ὑψηλῷ διαγγέλληται καὶ τῆς ἀληθείας ποσῶς δι’ ἀμφοῖν τὸ τέως τοῖς πολλοῖς ἢ καὶ πᾶσιν ἀνεπίβατον μέγεθος διαδειχθῇ.

Ἵνα δὲ φανερὸν ἅπαν ἡμῖν γένηται τῶν λεγομένων τὸ αἴνιγμα, αὐτὰ ὡς ἔχει τοῦ μακαρίου σκοπήσωμεν τὰ ῥητά. “Φείδομαι,” φησίν, “ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστασιν ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρηθεὶς ταῖς πέδαις κατασπώσαις ἢ κατεχούσαις εἰς ἔδαφος.” Ταῦτ’ εἰπὼν οὐχ ἑαυτῷ πάντως, ἀλλὰ δι’ ἑαυτοῦ τῷ κοινῷ τῆς ἀνθρωπότητος διαλέγεται, εἰδὼς ὅτι πᾶς τις ὁ σωτηρίας ἐρῶν ἢ πράξει ἢ θεωρίᾳ πάντως προσανέχει. Ἀρετῆς γὰρ καὶ γνώσεως χωρὶς οὐδαμῶς οὐδεὶς πώποτε τυχεῖν σωτηρίας δεδύνηται. Εἴπερ οὖν τῶν διὰ θεωρίας, φησί, Θεῷ προσεδρευόντων καὶ τοῦ μακαρίου κάλλους κατατρυφώντων καθέστηκα εἷς, εἰρήνην ἔχων παντάπασι καὶ ἁγιασμόν, ὡς ἐμαυτὸν ἁπλώσας Θεῷ, ἀδιαιρέτῳ κατὰ τὴν γνώμην ταὐτότητι, τῷ τὰς ἀλόγους δυνάμεις τῆς ψυχῆς λογίσαι τε πρεπόντως καὶ νῷ διὰ λόγου προσαγαγεῖν καὶ οἰκειώσασθαι, θυμὸν λέγω καὶ ἐπιθυμίαν, τὸν μὲν εἰς ἀγάπην, τὴν δὲ εἰς χαρὰν μεταβαλών, εἴπερ χαρᾶς ἴδιον τὸ σκιρτᾷν θεοπρεπῶς καὶ ἀγάλλεσθαι κατὰ τὸν ἐκ μήτρας προσκιρτήσαντα Ἰωάννην, τὸν μέγαν τῆς ἀληθείας πρόδρομόν τε καὶ κήρυκα ἢ τὸν ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ τοῦ Ἰσραὴλ βασιλέα Δαβίδ.

Ἐν μήτρᾳ γάρ (κἂν εἰ τραχὺς ὁ λόγος ὡς ἀτριβὴς τοῖς πολλοῖς, ἀλλ’ οὖν ἀληθής), καὶ ἡμεῖς καὶ ὁ Θεὸς Λόγος ἐσμέν, ὁ τοῦ παντὸς ποιητὴς καὶ δεσπότης, ἐν τῇ παρούσῃ τῆς ζωῆς καταστάσει, ὁ μὲν ἀμυδρῶς ὡς ἐν μήτρᾳ καὶ μόγις τῷ αἰσθητῷ τούτῳ κόσμῳ διαφαινόμενος, καὶ τοῦτο τοῖς κατὰ Ἰωάννην τῷ πνεύματι, οἱ δ’ ἄνθρωποι ὡς ἐκ μήτρας τῆς ὑλικῆς περιστάσεως, κἂν ποσῶς τὸν ἐν τοῖς οὖσιν ἐγκρυπτόμενον διαβλέποντες Λόγον, καὶ τοῦτ’ ἄνπερ ὦσι ταῖς Ἰωάννου αὐχοῦντες χάρισι. Πρὸς γὰρ τὴν ἄφατον τοῦ μέλλοντος αἰῶνος δόξαν τε καὶ λαμπρότητα καὶ τὴν τῆς κατ’ αὐτὸν ζωῆς ἰδιότητα μήτρας οὐδὲν διαφέρει ζόφῳ περικεχυμένης συγκρινομένη ἡ παροῦσα ζωή, ἐν ᾗ δι’ ἡμᾶς τοὺς νηπιάσαντας ταῖς φρεσὶ καὶ ὁ Θεὸς Λόγος τέλειος ὢν καὶ ὑπερτελής, ὡς φιλάνθρωπος, ἐνηπίασεν.

Εἴπερ οὖν, ὡς εἴρηται, τοιοῦτός τις ὑπάρχω, καὶ τῆς ἐφικτῆς ἀνθρώποις κατὰ τὴν παροῦσαν ζωὴν ἐπέβην θείας ἀκρότητος, ἀμελήσω δὲ “τῆς θεοειδοῦς ἕξεως,” ἐμαυτὸν πρὸς τὴν τοῦ σώματος ἑκουσίως ἐπικλίνας στοργήν, “κατεσπάσθην βαρηθεὶς ταῖς πέδαις,” ἤτοι ταῖς φροντίς, καὶ “ἀπὸ Θεοῦ ἔπεσον,” ὡς τὴν περὶ μόνης τῆς βασιλείας τῶν οὐρανῶν μέριμνάν τε καὶ ζήτησιν ᾧ μὴ θέμις ἦν, τῇ γηΐνῃ λέγω ζωῇ, προσνείμας καὶ ταῖς αἰσθήσεσι συμφέρεσθαι μᾶλλον ἢ πρὸς Θεὸν φέρεσθαι τὴν διάνοιαν ἀνασχόμενος.

Εἰ δὲ τῶν ἔτι διὰ τῆς πρακτικῆς πολεμικῶς κατὰ τῶν παθῶν ὡπλισμένων εἰμί, μήπω τῶν δι’ αὐτῶν ἑλεῖν βουλομένων ἐχθρῶν καθαρῶς ὑπαλύξας τοὺς δόλους, καὶ στέρξω ἀδιακρίτως τὸ σῶμα, κατεσχέθην ὑπ’ αὐτοῦ δῆλον, ὡς τὴν πρὸς αὐτὸ σχέσιν τοῦ δι’ ἀρετῆς χωρισμοῦ προελόμενος.

Κατασπᾶται οὖν ἄρα ὁ θεωρητικός, ἄσχετος ἤδη κατὰ τὴν ἕξιν γινόμενος τῷ σώματι, τῶν θείων ἀμελῶν θεαμάτων. Κατέχεται δὲ ὁ πρακτικὸς ὁ τῷ σώματι μαχόμενος, ἐνδιδοὺς τῇ πρὸς αὐτὸ πάλῃ καὶ τοῦ πονεῖν ὑπὲρ ἀρετῆς, ἥτις ἐστὶ ψυχῆς ἐλευθερία, τὸ δοῦλον εἶναι παθῶν ἐπιλεγόμενος.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Τίς ἡ περὶ ἐμὲ σοφία καὶ τί τὸ μέγα τοῦτο μυστήριον; ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος;

Τούτοις τινὲς ἐντυγχάνοντες τοῖς λόγοις, μηδένα, ὡς ἔοικεν, ὑπὲρ τοῦ πονεῖν τῆς ζητήσεως ἕνεκεν τοῦ ἀληθοῦς μισθὸν ἐκδεχόμενοι, πρὸς τὸ εὔκολον καὶ πολλὰς ἔχον ἤδη ἐκ τῶν Ἑλληνικῶν δογμάτων τὰς ἀφορμὰς καταφεύγουσι, φάσκοντες τήν τέ ποτε οὖσαν κατὰ τὸ δόξαν αὐτοῖς τῶν λογικῶν ἑνάδα καθ’ ἣν συμφυεῖς ὄντες Θεῷ τὴν ἐν αὐτῷ μονὴν εἴχομεν καὶ ἵδρυσιν, προσέτι γε καὶ τὴν γενομένην “κίνησιν,” ἐξ ἧς σκεδασθέντα διαφόρως τὰ λογικὰ πρὸς γένεσιν τοῦ σωματικοῦ τούτου κόσμου τὸν Θεὸν ἰδεῖν παρεσκεύασαν, χάριν τοῦ ἐνδῆσαι αὐτὰ σώμασιν ἐπὶ τιμωρίᾳ τῶν προημαρτημένων, διὰ τούτων αἰνίττεσθαι τῶν λόγων νομίζοντες τὸν διδάσκαλον. Ἀλλ’ ἠγνόησαν ὡς ἀδύνατα ὑποτίθενται καὶ τῶν ἀμηχάνων καταστοχάζονται, καθὼς προϊὼν μετὰ τοῦ εἰκότος ὁ ἀληθὴς ἀποδείξει λόγος.

Εἰ γὰρ τὸ θεῖον ἀκίνητον, ὡς πάντων πληρωτικόν, πᾶν δὲ τὸ ἐκ μὴ ὄντων τὸ εἶναι λαβὸν καὶ κινητόν, ὡς πρός τινα πάντως φερόμενον αἰτίαν, οὔπω δὲ οὐδὲν κινούμενον ἔστη, ὡς τῆς κατ’ ἔφεσιν κινήσεως τὴν δύναμιν μήπω τῷ ἐσχάτῳ προσαναπαῦσαν ὀρεκτῷ (οὐδὲν γὰρ ἱστᾷν ἄλλο τὸ φερόμενον κατὰ φύσιν πέφυκεν ἢ ἐκεῖνο δεικνύμενον).

Οὐδὲν ἄρα κινούμενον ἔστη, ὡς τοῦ ἐσχάτου μήπω τυχὸν ὀρεκτοῦ· ἐπειδὴ μηδ’ ἐκεῖνό πω φανὲν τῶν περὶ αὐτὸ φερομένων τὴν κίνησιν ἔστησεν. Εἰ δὲ τοῦτό ποτε γεγενῆσθαι ἐξ ἐπιτάγματος κελεύουσι, καὶ τῆς ἐν τῷ ἐσχάτῳ καὶ μόνῳ ὀρεκτῷ ἱδρύσεώς τε καὶ μονῆς παρακινηθέντα τὰ λογικὰ τὸν σκεδασμὸν ἔλαβεν, ἵνα μὴ λέγων ἐρεσχελῶ, τίς ἡ ἀπόδειξις; Τὰς αὐτὰς ἐπὶ τοῖς αὐτοῖς ἐπ’ ἄπειρον ἕξειν τὰ λογικὰ μετεμπτώσεις ἐξ ἀνάγκης εἰκότως ὑποθήσονται. Οὗτινος γὰρ διὰ τῆς πείρας καταφρονεῖν ἅπαξ δεδύνηνται, καὶ εἰς ἀεὶ δυνήσεσθαι οὐδεὶς ὁ κωλύσων ἔσται λόγος. Τοῦ δὲ οὕτω φέρεσθαι τὰ λογικὰ καὶ μηδεμίαν ἔχειν ἢ ἐλπίζειν βάσιν ἀμετάθετον τῆς ἐν τῷ καλῷ παγιότητος, τί ἄλλο γένοιτ’ ἂν ἐλεεινότερον;

Εἰ δὲ δύνασθαι μὲν φαῖεν, μὴ βούλεσθαι δέ, διὰ τὴν γενομένην πεῖραν τοῦ ἐναντίου, καὶ οὕτως οὐ δι’ ἑαυτό, ὡς καλόν, ἀλλὰ διὰ τὸ ἐναντίον τὸ καλὸν αὐτοῖς ἔσται ἐξ ἀνάγκης στεργόμενον, ὡς οὐ φύσει ἢ κυρίως ὂν ἐραστόν· πᾶν γὰρ ὃ μὴ δι’ ἑαυτὸ ἀγαθόν ἐστι καὶ ἐραστὸν καὶ πάσης ἑλκτικὸν κινήσεως οὐ κυρίως καλόν. Καὶ διὰ τοῦτο οὐδὲ καθεκτικὸν εἰκότως τῆς τῶν ἐπ’ αὐτῷ ἡδομένων ἐφέσεως.

Ἀλλὰ καὶ χάριν λοιπὸν ὁμολογήσαιεν ἂν τῷ κακῷ οἱ τοῦτο περιέποντες τὸ φρόνημα, ὡς δι’ αὐτοῦ τὸ δέον διδαχθέντες καὶ τὴν ἐν τῷ καλῷ πῆξίν πως ἔχειν μεταμαθόντες, καὶ γένεσιν αὐτὸ ἀναγκαίως εἴποιεν ἄν, εἴπερ ἑαυτοῖς στοιχεῖν διέγνωσαν, καὶ τῆς φύσεως αὐτῆς χρησιμωτέραν, ὡς τοῦ συμφέροντος κατ’ αὐτοὺς οὖσαν διδακτικὴν καὶ τοῦ πάντων τιμιωτέρου κτήματος, τῆς ἀγάπης λέγω, γεννητικήν, καθ’ ἣν πέφυκε πάντα τὰ ἐκ Θεοῦ γενόμενα εἰς Θεὸν συνάγεσθαι μονίμως τε καὶ ἀπαρατρέπτως.

Καὶ πάλιν, τῶν ἐκ Θεοῦ γενομένων νοητῶν τε καὶ αἰσθητῶν ἡ γένεσις τῆς κινήσεως προεπινοεῖται. Οὐ γὰρ οἷόν τε πρὸ γενέσεως εἶναι κίνησιν. Τῶν γὰρ γενομένων ἡ κίνησις ἥ τε νοητῶν νοητή, ἥ τε αἰσθητῶν αἰσθητή. Οὐδὲν γὰρ τῶν γενομένων ἐστὶ τὸ παράπαν τῷ καθ’ αὐτὸ λόγῳ ἀκίνητον, οὐδ’ αὐτῶν τῶν ἀψύχων καὶ αἰσθητῶν, ὡς τοῖς ἐπιμελεστέροις τῶν ὄντων θεάμοσιν ἔδοξε. Κινεῖσθαι γὰρ πάντα ἔφασαν ἢ κατ’ εὐθεῖαν ἢ κατὰ κύκλον ἢ ἑλικοειδῶς.

Πᾶσα γὰρ κίνησις τῷ ἁπλῷ καὶ τῷ συνθέτῳ περιέχεται τρόπῳ. Εἰ τοίνυν προεπινοεῖται τῆς ὧν ἐστι κινήσεως ἡ γένεσις, ἐπιθεωρεῖται δὲ τῆς ὧν ἐστι γενέσεως ἡ κίνησις, ὡς μετ’ αὐτὴν κατ’ ἐπίνοιαν οὖσα. Ταύτην δὲ τὴν κίνησιν “δύναμιν” καλοῦσιν “φυσικὴν” πρὸς τὸ κατ’ αὐτὴν τέλος ἐπειγομένην ἢ “πάθος,” ἤτοι κίνησιν “ἐξ ἑτέρου πρὸς ἕτερον” γινομένην τέλος ἔχουσαν τὸ ἀπαθὲς ἢ “ἐνέργειαν δραστικὴν” τέλος ἔχουσαν τὸ αὐτοτελές. Οὐδὲν δὲ τῶν γενητῶν ἑαυτοῦ τέλος ἐστίν, ἐπειδὴ οὔτε αὐταίτιον, ἐπεὶ καὶ ἀγέννητον καὶ ἄναρχον καὶ ἀκίνητον, ὡς πρὸς μηδέν πως ἔχον κινηθῆναι. Ἐκβαίνει γὰρ τῶν ὄντων τὴν φύσιν, ὡς οὐδενὸς ἕνεκεν ὄν, εἴπερ ἀληθὴς ὁ περὶ αὐτοῦ ὁρισμός, κἂν ἀλλότριος ᾖ ὁ λέγων “τέλος ἐστὶν οὗ ἕνεκεν τὰ πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν.” Οὐδὲ αὐτοτελές, ἐπεὶ καὶ ἀνενέργητον, ὡς πλῆρες, καὶ ὡσαύτως καὶ μηδαμόθεν τὸ εἶναι ἔχον. Τὸ αὐτοτελὲς γάρ πως καὶ ἀναίτιον. Οὐδ’ ἀπαθές, ἐπεὶ καὶ μόνον καὶ ἄπειρον καὶ ἀπερίγραφον. Οὐ γὰρ πάσχειν πέφυκε καθόλου τὸ ἀπαθές, τῷ μήτ’ ἐρᾷν ἄλλου ἢ κινεῖσθαι πρὸς ἄλλο τι κατ’ ἔφεσιν. Οὐδὲν ἄρα τῶν γενητῶν κινούμενον ἔστη, ὡς τῆς πρώτης καὶ μόνης αἰτίας, ἐξ ἧς τὸ εἶναι τοῖς οὖσι περίεστι, μήπω τυχόν, ἢ τοῦ ἐσχάτου ἐντὸς γενόμενον ὀρεκτοῦ, ἵν’ ἐκ προγεγενημένης ἑνάδος ὁ τῶν λογικῶν σκεδασμὸς ἑαυτῷ τὴν τῶν σωμάτων γένεσιν ἀκολούθως συνεισκομίσας νομισθῇ.

Καὶ μαρτυροῦσι Μωϋσῆς καὶ Δαβὶδ καὶ Παῦλος οἱ ἅγιοι καὶ ὁ τούτων Δεσπότης Χριστός, ὁ μέν, μὴ γεύσασθαι τοῦ ξύλου τῆς ζωῆς τὸν προπάτορα ἱστορήσας, καὶ ἄλλοθι εἰπών, οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ὑμῖν. Ὁ δέ, χορτασθήσομαι, βοῶν, ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου· καὶ ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ. Ὁ δὲ Φιλιππησίοις μὲν γράφων, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν, οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἴ γε καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Ἰησοῦ Χριστοῦ· Ἑβραίοις δέ, ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων, ὁ Θεός. Καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ μηδένα κομίσασθαι τὰς ἐπαγγελίας διαβεβαιούμενος. Ὁ δέ, δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.

Οὔπω οὖν οὐδαμῶς οὐδὲν τῶν γενητῶν τὴν φυσικὴν δύναμιν πρὸς τὸ κατ’ αὐτὴν τέλος κινουμένην ἔστησεν, οὐδὲ τῆς ἐνεργείας ἐπαύσατο τῷ κατ’ αὐτὴν τέλει προσερεῖσαν αὐτήν, οὐδὲ τοῦ κατὰ κίνησιν πάθους τὸν καρπὸν ἐδρέψατο, τὸ ἀπαθές, φημί, καὶ ἀκίνητον. Μόνου γὰρ Θεοῦ τὸ τέλος εἶναι καὶ τὸ τέλειον καὶ τὸ ἀπαθές, ὡς ἀκινήτου καὶ πλήρους καὶ ἀπαθοῦς, τῶν γενητῶν δὲ τὸ πρὸς τέλος ἄναρχον κινηθῆναι καὶ ἀπόσῳ τελείῳ τέλει παῦσαι τὴν ἐνέργειαν καὶ παθεῖν ἀλλ’ οὐκ εἶναι ἢ γενέσθαι κατ’ οὐσίαν τὸ ἄποιον· πᾶν γὰρ γενητὸν καὶ κτιστὸν οὐκ ἄσχετον δηλονότι. Εὐγνωμόνως δὲ τοῦ πάθους ἀκουστέον· οὐ γὰρ τὸ κατὰ τροπὴν ἢ φθορὰν δυνάμεως ἐνταῦθα δηλοῦται πάθος, ἀλλὰ τὸ φύσει συνυπάρχον τοῖς οὖσι.

Πάντα γὰρ ὅσα γέγονε πάσχει τὸ κινεῖσθαι, ὡς μὴ ὄντα αὐτοκίνησις ἢ αὐτοδύναμις. Εἰ τοίνυν γενητὰ ὑπάρχει τὰ λογικὰ καὶ κινεῖται πάντως, ὡς ἐξ ἀρχῆς κατὰ φύσιν διὰ τὸ εἶναι, πρὸς τέλος κατὰ γνώμην διὰ τὸ εὖ εἶναι κινούμενα. Τέλος γὰρ τῆς τῶν κινουμένων κινήσεως αὐτὸ τὸ ἐν τῷ ἀεὶ εὖ εἶναί ἐστιν, ὥσπερ καὶ ἀρχὴ αὐτὸ τὸ εἶναι, ὅπερ ἐστὶν ὁ Θεός, ὁ καὶ τοῦ εἶναι δοτὴρ καὶ τοῦ εὖ εἶναι χαριστικός, ὡς ἀρχὴ καὶ τέλος· ἐξ αὐτοῦ γὰρ καὶ τὸ ἁπλῶς κινεῖσθαι ἡμᾶς, ὡς ἀρχῆς, καὶ τὸ πῶς κινεῖσθαι πρὸς αὐτὸν ὡς τέλος ἐστίν. Εἰ δὲ κινεῖται ἀναλόγως ἑαυτῷ νοερῶς τὸ νοερόν, καὶ νοεῖ πάντως· εἰ δὲ νοεῖ, καὶ ἐρᾷ πάντως τοῦ νοηθέντος· εἰ δ’ ἐρᾷ, καὶ πάσχει πάντως τὴν πρὸς αὐτὸ ὡς ἐραστὸν ἔκστασιν· εἰ δὲ πάσχει, δηλονότι καὶ ἐπείγεται· εἰ δὲ ἐπείγεται, καὶ ἐπιτείνει πάντως τὸ σφοδρὸν τῆς κινήσεως· εἰ δὲ ἐπιτείνει σφοδρῶς τὴν κίνησιν, οὐχ ἵσταται μέχρις ἂν γένηται ὅλον ἐν ὅλῳ τῷ ἐραστῷ καὶ ὑφ’ ὅλου περιληφθῇ, ἑκουσίως ὅλον κατὰ προαίρεσιν τὴν σωτήριον περιγραφὴν δεχόμενον, ἵν’ ὅλον ὅλῳ ποιωθῇ τῷ περιγραφόντι, ὡς μηδ’ ὅλως λοιπὸν βούλεσθαι ἐξ ἑαυτοῦ αὐτὸ ἐκεῖνο ὅλον γνωρίζεσθαι δύνασθαι τὸ περιγραφόμενον, ἀλλ’ ἐκ τοῦ περιγράφοντος· ὡς ἀὴρ δι’ ὅλου πεφωτισμένος φωτὶ καὶ πυρὶ σίδηρος ὅλος ὅλῳ πεπυρακτωμένος ἢ εἴ τι ἄλλο τῶν τοιούτων ἐστίν.

Ἐξ ὧν στοχαστικῶς τὴν ἐσομένην, ἀλλ’ οὐ τὴν ἤδη γεγενημένην καὶ παραφθαρεῖσαν, τοῖς ἀξίοις τῆς ἀγαθότητος μετουσίαν κατ’ εἰκασίαν μόνον λαμβάνομεν, ἐπειδὴ καὶ ὑπὲρ πάντα ταῦτα τὰ ἐλπιζόμενά ἐστιν, ὡς ὄψεως ὄντα, κατὰ τὸ γεγραμμένον, καὶ ἀκοῆς καὶ διανοίας ἐπέκεινα.

Καὶ τοῦτό ἐστιν ἴσως ἡ ὑποταγὴ ἣν ὁ θεῖος ἀπόστολός φησὶ τῷ Πατρὶ τὸν Υἱὸν ὑποτάσσειν, τοὺς ἑκουσίως δεχομένους τὸ ὑποτάσσεσθαι, μεθ’ ἣν ἢ δι’ ἣν ὁ ἔσχατος ἐχθρὸς καταργεῖται, ὁ θάνατος, ὡς τοῦ ἐφ’ ἡμῖν, ἤγουν τοῦ αὐτεξουσίου, δι’ οὗ πρὸς ἡμᾶς ποιούμενος τὴν εἴσοδον ἐπεκύρου καθ’ ἡμῶν τὸ τῆς φθορᾶς κράτος, ἑκουσίως καθ’ ὅλου ἐκχωρηθέντος Θεῷ καὶ καλῶς βασιλεύοντος τὸ βασιλεύεσθαι, τῷ ἀργεῖν τοῦ τι ἐθέλειν παρ’ ὃ θέλει Θεός· ὥσπερ φησὶν αὐτὸς ἐν ἑαυτῷ τυπῶν τὸ ἡμέτερον ὁ Σωτὴρ πρὸς τὸν Πατέρα· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ.

Καὶ μετ’ αὐτὸν ὁ θεσπέσιος Παῦλος, ὥσπερ ἑαυτὸν ἀρνησάμενος καὶ ἰδίαν ἔχειν ἔτι ζωὴν μὴ εἰδώς· ζῶ δὲ οὐκ ἔτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Μὴ ταραττέτω δὲ ὑμᾶς τὸ λεγόμενον· οὐ γὰρ ἀναίρεσιν τοῦ αὐτεξουσίου γίνεσθαί φημι, ἀλλὰ θέσιν μᾶλλον τὴν κατὰ φύσιν παγίαν τε καὶ ἀμετάθετον, ἤγουν ἐκχώρησιν γνωμικήν, ἵν’ ὅθεν ἡμῖν ὑπάρχει τὸ εἶναι καὶ τὸ κινεῖσθαι λαβεῖν ποθήσωμεν, ὡς τῆς εἰκόνος ἀνελθούσης πρὸς τὸ ἀρχέτυπον καὶ σφραγῖδος δίκην ἐκτυπώματι καλῶς ἡρμοσμένης τῷ ἀρχετύπῳ, καὶ ἄλλοθι φέρεσθαι μήτ’ ἐχούσης λοιπὸν μήτε δυναμένης, ἢ σαφέστερον εἰπεῖν καὶ ἀληθέστερον, μήτε βούλεσθαι δυναμένης, ὡς τῆς θείας ἐπειλημμένης ἐνεργείας, μᾶλλον δὲ Θεὸς τῇ θεώσει γεγενημένης καὶ πλέον ἡδομένης τῇ ἐκστάσει τῶν φυσικῶς ἐπ’ αὐτῆς καὶ ὄντων καὶ νοουμένων, διὰ τὴν ἐκνικήσασαν αὐτὴν χάριν τοῦ Πνεύματος καὶ μόνον ἔχουσαν ἐνεργοῦντα τὸν Θεὸν δείξασαν, ὥστε εἶναι μίαν καὶ μόνην διὰ πάντων ἐνέργειαν τοῦ Θεοῦ καὶ τῶν ἀξίων Θεοῦ, μᾶλλον δὲ μόνου Θεοῦ, ὡς ὅλον ὅλοις τοῖς ἀξίοις ἀγαθοπρεπῶς περιχωρήσαντος.

Ἀνάγκη γὰρ πᾶσα τῆς κατ’ ἔφεσιν τὰ πάντα περί τι ἄλλο παύσασθαι ἐξουσιαστικῆς κινήσεως, τοῦ ἐσχάτου φανέντος ὀρεκτοῦ καὶ μετεχομένου, καὶ ἀναλόγως τῇ τῶν μετεχόντων δυνάμει ἀχωρήτως, ἵν’ οὕτως εἴπω, χωρουμένου, πρὸς ὃ πᾶσα σπεύδει πολιτεία τοῦ ὑψηλοῦ καὶ διάνοια, “καὶ εἰς ὃ πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃ οὐδαμοῦ φέρεται· οὔτε γὰρ ἔχει, καὶ πρὸς ὃ τείνει πᾶσα σπουδαίου κίνησις, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις,” φησὶν ὁ μακάριος διδάσκαλος.

Οὔτε γὰρ ἔσται τι ἐκτὸς Θεοῦ τότε δεικνύμενον ἢ Θεῷ ἀντισηκοῦσθαι δοκοῦν, ἵνα τινὸς ἔφεσιν πρὸς αὐτὸ ῥέψαι δελεάσῃ, πάντων περιληφθέντων αὐτῷ νοητῶν τε καὶ αἰσθητῶν κατὰ τὴν ἄφραστον αὐτοῦ ἔκφανσιν καὶ παρουσίαν, ὡς οὐδ’ ἐν ἡμέρᾳ τὰ ἀστρῷα φῶτα καὶ αὐτὰ τὰ ἄστρα, ἡλίου φανέντος, τῷ πολλῷ καὶ ἀσυγκρίτῳ φωτί, ἐξ οὗ καὶ αὐτοῖς τὸ φῶτα εἶναι καλυπτόμενα καὶ οὐδ’ ὅτι εἰσὶν ὅσον αἰσθήσει γνωριζόμενα, ἐπὶ Θεοῦ δὲ καὶ πλέον, ὅσον ἀκτίστου καὶ κτιστῶν ἄπειρον τὸ μέσον ἐστὶ καὶ διάφορον.

Τότε γὰρ καὶ τὴν κατ’ οὐσίαν ὕπαρξιν τῶν ὄντων κατὰ τὸ τί καὶ πῶς καὶ ἐπὶ τίνι εἶναι, ὡς οἶμαι, μανθάνοντες πρός τι ἐφετῶς ἔτι κατὰ γνῶσιν οὐ κινηθησόμεθα, τῆς ἑκάστου καὶ ἐφ’ ἑκάστου τῶν μετὰ Θεὸν γνώσεως ἡμῖν περατωθείσης καὶ τῆς ἀπείρου καὶ θείας καὶ ἀπεριλήπτου ἀπολαυστικῶς ἡμῖν ἀναλόγως προκειμένης τε μόνης καὶ μετεχομένης. Καὶ τοῦτό ἐστι “τὸ πάνυ φιλοσοφούμενον” κατὰ τοῦτον τὸν θεοφόρον διδάσκαλον, φάσκοντα “ἐπιγνώσεσθαι ἡμᾶς ποτε ὅσον ἐγνώσμεθα, ἐπειδὰν τὸ θεοειδὲς τοῦτο καὶ θεῖον” φάσκοντος “τὸν ἡμέτερον νοῦν τε καὶ λόγον τῷ οἰκείῳ προσμίξωμεν, καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον, οὗ νῦν ἔχει τὴν ἔφεσιν.” Περὶ μὲν οὖν τοῦ μὴ εἶναι τὴν θρυλουμένην “ἑνάδα” καὶ τοῦ πῶς κατ’ ἔμφασιν ἐκ τῶν νῦν ἡμῖν ἐφικτῶν τῆς Γραφῆς νοημάτων τε καὶ λογισμῶν ἔσται ἡ τῶν μελλόντων κατάστασις εἰρήσθω ταῦτα. Περὶ δὲ τοῦ πῶς “μοῖρα ὄντες Θεοῦ ἀπεῤῥύημεν,” Θεοῦ ἡγουμένου, ἐντεῦθεν τὸν λόγον ποιήσομαι.

Τίς γὰρ λόγῳ εἰδὼς καὶ σοφίᾳ τὰ ὄντα ἐκ τοῦ μὴ ὄντος παρὰ Θεοῦ εἰς τὸ εἶναι παρῆχθαι, εἰ τῇ φυσικῇ τῶν ὄντων ἀπείρῳ διαφορᾷ τε καὶ ποικιλίᾳ ἐμφρόνως τὸ τῆς ψυχῆς θεωρητικὸν προσαγάγοι καὶ τῷ ἐξεταστικῷ συνδιακρίνοι λόγῳ κατ’ ἐπίνοιαν τὸν καθ’ ὃν ἐκτίσθησαν λόγον, οὐχὶ πολλοὺς εἴσεται λόγους τὸν ἕνα Λόγον, τῇ τῶν γεγονότων ἀδιαιρέτως συνδιακρινόμενον διαφορᾷ, διὰ τὴν αὐτῶν πρὸς ἄλληλά τε καὶ ἑαυτὰ ἀσύγχυτον ἰδιότητα; Καὶ πάλιν ἕνα τοὺς πολλούς, τῇ πρὸς αὐτὸν τῶν πάντων ἀναφορᾷ δι’ ἑαυτὸν ἀσυγχύτως ὑπάρχοντα, ἐνούσιόν τε καὶ ἐνυπόστατον τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, ὡς ἀρχὴν καὶ αἰτίαν τῶν ὅλων, ἐν ᾧ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, πάντα ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται.

Τοὺς γὰρ λόγους τῶν γεγονότων ἔχων πρὸ τῶν αἰώνων προϋφεστῶτας βουλήσει ἀγαθῇ κατ’ αὐτοὺς τήν τε ὁρατὴν καὶ ἀόρατον ἐκ τοῦ μὴ ὄντος ὑπεστήσατο κτίσιν, λόγῳ καὶ σοφίᾳ τὰ πάντα κατὰ τὸν δέοντα χρόνον ποιήσας τε καὶ ποιῶν, τὰ καθόλου τε καὶ τὰ καθ’ ἕκαστον.

Λόγον γὰρ ἀγγέλων δημιουργίας προκαθηγεῖσθαι πιστεύομεν, λόγον ἑκάστης τῶν συμπληρουσῶν τὸν ἄνω κόσμον οὐσιῶν καὶ δυνάμεων, λόγον ἀνθρώπων, λόγον παντὸς τῶν ἐκ Θεοῦ τὸ εἶναι λαβόντων, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγω, τὸν αὐτὸν μὲν ἀπείρῳ δι’ ἑαυτὸν ὑπεροχῇ ἄφραστον ὄντα καὶ ἀκατανόητον, καὶ πάσης ἐπέκεινα κτίσεως καὶ τῆς κατ’ αὐτὴν οὔσης καὶ νοουμένης διαφορᾶς καὶ διακρίσεως, καὶ τὸν αὐτὸν ἐν πᾶσι τοῖς ἐξ αὐτοῦ κατὰ τὴν ἑκάστου ἀναλογίαν ἀγαθοπρεπῶς δεικνύμενόν τε καὶ πληθυνόμενον καὶ εἰς ἑαυτὸν τὰ πάντα ἀνακεφαλαιούμενον, καθ’ ὃν τό τε εἶναι καὶ τὸ διαμένειν καὶ ἐξ οὗ τὰ γεγονότα ὡς γέγονε καὶ ἐφ’ ᾧ γέγονε καὶ μένοντα καὶ κινούμενα μετέχει Θεοῦ. Πάντα γὰρ μετέχει διὰ τὸ ἐκ Θεοῦ γεγενῆσθαι, ἀναλόγως Θεοῦ, ἢ κατὰ νοῦν ἢ λόγον ἢ αἴσθησιν ἢ κίνησιν ζωτικὴν ἢ οὐσιώδη καὶ ἑκτικὴν ἐπιτηδειότητα, ὡς τῷ μεγάλῳ καὶ θεοφάντορι Διονυσίῳ δοκεῖ τῷ Ἀρεοπαγίτῃ.

Ἕκαστον οὖν τῶν νοερῶν τε καὶ λογικῶν ἀγγέλων τε καὶ ἀνθρώπων αὐτῷ τῷ καθ’ ὃν ἐκτίσθη λόγῳ τῷ ἐν τῷ Θεῷ ὄντι καὶ πρὸς τὸν Θεὸν ὄντι “μοῖρα” καὶ ἔστι καὶ λέγεται “Θεοῦ,” διὰ τὸν αὐτοῦ προόντα ἐν τῷ Θεῷ, καθὼς εἴρηται, λόγον. Ἀμέλει τοι, καὶ εἰ κατ’ αὐτὸν κινηθείη, ἐν τῷ Θεῷ γενήσεται, ἐν ᾧ ὁ τοῦ εἶναι αὐτοῦ λόγος προένεστιν, ὡς ἀρχὴ καὶ αἰτία, καὶ μηδενὸς ἄλλου πρὸ τῆς ἰδίας ἀρχῆς κατὰ πόθον ἐπιλαβέσθαι θελήσοι, οὐκ ἀποῤῥέει Θεοῦ, ἀλλὰ μᾶλλον τῇ πρὸς αὐτὸν ἀνατάσει Θεὸς γίνεται καὶ “μοῖρα” Θεοῦ λέγεται τῷ μετέχειν προσηκόντως Θεοῦ, ὡς κατὰ φύσιν σοφῶς τε καὶ λελογισμένως δι’ εὐπρεποῦς κινήσεως τῆς ἰδίας ἐπιλαβόμενος ἀρχῆς καὶ αἰτίας, οὐκ ἔχων λοιπὸν ἄλλοθί ποι μετὰ τὴν ἰδίαν ἀρχὴν καὶ τὴν πρὸς τὸν καθ’ ὃν ἐκτίσθη λόγον ἄνοδόν τε καὶ ἀποκατάστασιν κινηθῆναι ἢ πῶς κινηθῆναι, τῆς ἐπὶ τῷ θείῳ δηλονότι σκοπῷ κινήσεως αὐτοῦ, αὐτὸν πέρας λαβούσης τὸν θεῖον σκοπόν.

Ὡς δηλοῖ καὶ ὁ ἅγιος Βασίλειος, ἐν τῇ εἰς τὸν ἅγιον προφήτην Ἡσαΐαν ἑρμηνείᾳ, λέγων οὕτως· “Σάββατα δὲ ἀληθῆ ἡ ἀποκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ ἅπερ διὰ τὸ ἀληθῆ εἶναι ἀνέχεται ὁ Θεός. Καὶ φθάνει γε ἐπ’ ἐκεῖνα τὰ Σάββατα τῆς ἀναπαύσεως, παρ’ ᾧ ὁ κόσμος ἐσταύρωται, ἀποστὰς δηλονότι τῶν κοσμικῶν καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν ᾧ ὁ γενόμενος οὐκ ἔτι κινηθήσεται ἀπὸ τοῦ ἰδίου τόπου, ἡσυχίας καὶ ἀταραξίας περὶ τὴν κατάστασιν ἐκείνην ὑπαρχούσης·” πάντων οὖν τόπος τῶν ἀξιουμένων τῆς τοιαύτης μακαριότητός ἐστιν ὁ Θεὸς κατὰ τὸ γεγραμμένον· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.

Παρ’ ᾧ βεβαίως πάντων οἱ λόγοι πεπήγασι, καθ’ οὓς καὶ γινώσκειν τὰ πάντα πρὶν γενέσεως αὐτῶν λέγεται, ὡς ἐν αὐτῷ καὶ παρ’ αὐτῷ ὄντων αὐτῇ τῇ ἀληθείᾳ τῶν πάντων, κἂν εἰ αὐτὰ τὰ πάντα, τά τε ὄντα καὶ τὰ ἐσόμενα οὐχ ἅμα τοῖς ἑαυτῶν λόγοις ἢ τῷ γνωσθῆναι ὑπὸ Θεοῦ εἰς τὸ εἶναι παρήχθησαν, ἀλλ’ ἕκαστα τῷ ἐπιτηδείῳ καιρῷ κατὰ τὴν τοῦ Δημιουργοῦ σοφίαν πρεπόντως κατὰ τοὺς ἑαυτῶν λόγους δημιουργούμενα καὶ καθ’ ἑαυτὰ τὸ εἶναι τῇ ἐνεργείᾳ λαμβάνῃ. Ἐπειδὴ ὁ μὲν ἀεὶ κατ’ ἐνέργειάν ἐστι Δημιουργός, τὰ δὲ δυνάμει μέν ἐστιν, ἐνεργείᾳ δὲ οὐκ ἔτι· ὅτι μηδὲ οἷόν τε τῶν ἅμα εἶναι τὸ ἄπειρον καὶ τὰ πεπερασμένα, οὐδέ τις δεῖξαι λόγος ἀναφανήσεται τῶν ἅμα εἶναι δύνασθαι τὴν οὐσίαν καὶ τὸ ὑπερούσιον καὶ εἰς ταὐτὸν ἀγαγεῖν τῷ ἐν μέτρῳ τὸ ἄμετρον καὶ τῷ ἐν σχέσει τὸ ἄσχετον καὶ τὸ μηδὲν ἔχον ἐπ’ αὐτοῦ κατηγορίας εἶδος καταφασκόμενον τῷ διὰ πάντων τούτων συνισταμένῳ.

Πάντα γὰρ τὰ κτιστὰ κατ’ οὐσίαν τε καὶ γένεσιν παντάπασι καταφάσκεται τοῖς ἰδίοις καὶ τοῖς περὶ αὐτὰ οὖσι τῶν ἐκτὸς λόγοις περιεχόμενα. Ὑπεξῃρημένης οὖν τῆς ἄκρας καὶ ἀποφατικῆς τοῦ Λόγου θεολογίας, καθ’ ἣν οὔτε λέγεται οὔτε νοεῖται οὔτε ἔστι τὸ σύνολόν τι τῶν ἄλλῳ συνεγνωσμένων, ὡς ὑπερούσιος, οὐδὲ ὑπό τινος οὐδαμῶς καθ’ ὁτιοῦν μετέχεται, πολλοὶ λόγοι ὁ εἷς Λόγος ἐστὶ καὶ εἷς οἱ πολλοί· κατὰ μὲν τὴν ἀγαθοπρεπῆ εἰς τὰ ὄντα τοῦ ἑνὸς ποιητικήν τε καὶ συνεκτικὴν πρόοδον πολλοὶ ὁ εἷς, κατὰ δὲ τὴν εἰς τὸν ἕνα τῶν πολλῶν ἐπιστρεπτικήν τε καὶ χειραγωγικὴν ἀναφοράν τε καὶ πρόνοιαν, ὥσπερ εἰς ἀρχὴν παντοκρατορικὴν ἢ κέντρον τῶν ἐξ αὐτοῦ εὐθειῶν τὰς ἀρχὰς προειληφός, καὶ ὡς πάντων συναγωγός, εἷς οἱ πολλοί. “Μοῖρα” οὖν ἐσμεν καὶ λεγόμεθα “Θεοῦ” διὰ τὸ τοὺς τοῦ εἶναι ἡμῶν λόγους ἐν τῷ Θεῷ προϋφεστάναι· “ῥεύσαντες” δὲ “ἄνωθεν” πάλιν λεγόμεθα, διότι μὴ καθ’ ὃν γεγενήμεθα λόγον τὸν ἐν τῷ Θεῷ προόντα κεκινήμεθα.

Καὶ καθ’ ἕτερον δὲ τρόπον ἐστὶν εὐμαρὲς τῷ εὐσεβῶς ἐπιβάλλειν τοῖς τῶν ὄντων λόγοις δεδιδαγμένῳ τὸν περὶ τούτου λόγον διεξελθεῖν.

Εἰ γὰρ οὐσία τῆς ἐν ἑκάστῳ ἀρετῆς ὁ εἷς ὑπάρχειν Λόγος τοῦ Θεοῦ μὴ ἀμφιβέβληται—οὐσία γὰρ πάντων τῶν ἀρετῶν αὐτός ἐστιν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὡς γέγραπται· ὃς ἐγενήθη ἡμῖν ἀπὸ Θεοῦ σοφία, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἀπολύτως ταῦτα δηλαδὴ ἐπ’ αὐτοῦ λεγόμενα ἔχων, ὡς αὐτοσοφία καὶ δικαιοσύνη καὶ ἁγιότης ὤν, καὶ οὐχ ὡς ἐφ’ ἡμῶν προσδιωρισμένως, οἷον ὡς “σοφὸς ἄνθρωπος” ἢ “δίκαιος ἄνθρωπος”—πᾶς δηλονότι ἄνθρωπος ἀρετῆς καθ’ ἕξιν παγίαν μετέχων ἀναμφηρίστως Θεοῦ μετέχει τῆς οὐσίας τῶν ἀρετῶν, ὡς τὴν κατὰ φύσιν σπορὰν τοῦ ἀγαθοῦ γνησίως κατὰ προαίρεσιν γεωργήσας καὶ ταὐτὸν δείξας τῇ ἀρχῇ τὸ τέλος καὶ τὴν ἀρχὴν τῷ τέλει, μᾶλλον δὲ ταὐτὸν ἀρχὴν οὖσαν καὶ τέλος, ὡς ἀνόθευτος Θεοῦ τυγχάνων συνήγορος, εἴπερ παντὸς πράγματος ἀρχὴ καὶ τέλος ὁ ἐπ’ αὐτῷ σκοπὸς ὑπάρχειν πεπίστευται, τὴν μὲν ὡς ἐκεῖθεν εἰληφὼς πρὸς τῷ εἶναι καὶ τὸ κατὰ μέθεξιν φύσει ἀγαθόν, τὸ δὲ ὡς κατ’ αὐτὴν γνώμῃ τε καὶ προαιρέσει τὸν ἐπαινετὸν καὶ πρὸς αὐτὴν ἀπλανῶς ἄγοντα ἐξανύσας δρόμον διὰ σπουδῆς, καθ’ ὃν γίνεται Θεός, ἐκ τοῦ Θεοῦ τὸ Θεὸς εἶναι λαμβάνων, ὡς τῷ κατ’ εἰκόνα φύσει καλῷ καὶ προαιρέσει τὴν δι’ ἀρετῶν προσθεὶς ἐξομοίωσιν διὰ τῆς ἐμφύτου πρὸς τὴν ἰδίαν ἀρχὴν ἀναβάσεώς τε καὶ οἰκειότητος.

Καὶ πληροῦται λοιπὸν καὶ ἐπ’ αὐτῷ τὸ ἀποστολικὸν ῥητὸν τὸ φάσκον· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Γίνεται γὰρ “ἐν” τῷ Θεῷ διὰ προσοχῆς, τὸν ἐν τῷ Θεῷ προόντα τοῦ εἶναι λόγον μὴ παραφθείρας, καὶ “κινεῖται” ἐν τῷ Θεῷ κατὰ τὸν προόντα ἐν τῷ Θεῷ τοῦ εὖ εἶναι λόγον, διὰ τῶν ἀρετῶν ἐνεργούμενος, καὶ “ζῇ” ἐν τῷ Θεῷ κατὰ τὸν προόντα ἐν τῷ Θεῷ τοῦ ἀεὶ εἶναι λόγον.

Ἐντεῦθεν μὲν ἤδη κατὰ τὴν ἀπαθεστάτην ἕξιν ταὐτὸν ἑαυτῷ καὶ ἀκίνητος ὤν, ἐν δὲ τῷ μέλλοντι αἰῶνι κατὰ τὴν δοθησομένην θέωσιν τοὺς εἰρημένους καὶ ἐν τῷ Θεῷ προόντας λόγους, μᾶλλον δὲ τὸν Θεόν, ἐν ᾧ οἱ λόγοι τῶν καλῶν πεπήγασιν, ἀγαπητικῶς στέργων καὶ ἀσπαζόμενος· καὶ ἔστι “μοῖρα Θεοῦ,” ὡς ὤν, διὰ τὸν ἐν τῷ Θεῷ τοῦ εἶναι αὐτοῦ λόγον, καὶ ὡς ἀγαθός, διὰ τὸν ἐν τῷ Θεῷ τοῦ εὖ εἶναι αὐτοῦ λόγον, καὶ ὡς Θεός, διὰ τὸν ἐν τῷ Θεῷ τοῦ ἀεὶ εἶναι αὐτοῦ λόγον, ὡς τούτους τιμήσας καὶ κατ’ αὐτοὺς ἐνεργήσας, καὶ δι’ αὐτῶν ἑαυτὸν μὲν τῷ Θεῷ μόνῳ δι’ ὅλου ἐνθέμενος, τὸν δὲ Θεὸν μόνον ἑαυτῷ δι’ ὅλου ἐντυπώσας τε καὶ μορφώσας, ὥστε καὶ αὐτὸν εἶναί τε χάριτι καὶ καλεῖσθαι Θεόν, καὶ τὸν Θεὸν εἶναι συγκαταβάσει καὶ καλεῖσθαι δι’ αὐτὸν ἄνθρωπον, καὶ τῆς ἀντιδιδομένης ἐπὶ τούτῳ διαθέσεως δειχθῆναι τὴν δύναμιν, τὴν καὶ τὸν ἄνθρωπον τῷ Θεῷ θεοῦσαν διὰ τὸ φιλόθεον, καὶ τὸν Θεὸν τῷ ἀνθρώπῳ διὰ τὸ φιλάνθρωπον ἀνθρωπίζουσαν καὶ ποιοῦσαν κατὰ τὴν καλὴν ἀντιστροφήν, τὸν μὲν Θεὸν ἄνθρωπον, διὰ τὴν τοῦ ἀνθρώπου θέωσιν, τὸν δὲ ἄνθρωπον Θεόν, διὰ τὴν τοῦ Θεοῦ ἐνανθρώπησιν.

Βούλεται γὰρ ἀεὶ καὶ ἐν πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς τῆς αὐτοῦ ἐνσωματώσεως ἐνεργεῖσθαι τὸ μυστήριον. Ὅστις δὲ τῆς ἰδίας ἀφέμενος ἀρχῆς “μοῖρα” τυγχάνων “Θεοῦ” διὰ τὸν ἐν αὐτῷ τῆς ἀρετῆς ὄντα λόγον κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν πρὸς τὸ μὴ ὂν παραλόγως φέρεται, εἰκότως “ἄνωθεν ῥεῦσαι” λέγεται, μὴ πρὸς τὴν ἰδίαν ἀρχήν τε καὶ αἰτίαν καθ’ ἣν καὶ ἐφ’ ᾗ καὶ δι’ ἣν γεγένηται κινηθείς, καὶ ἔστιν ἐν ἀστάτῳ περιφορᾷ καὶ ἀταξίᾳ δεινῇ ψυχῆς τε καὶ σώματος, τῆς ἀπλανοῦς καὶ ὡσαύτως ἐχούσης αἰτίας τῇ πρὸς τὸ χεῖρον ἑκουσίῳ ῥοπῇ τὴν ἀποτυχίαν ἑαυτοῦ καταπραξάμενος. Ἐφ’ οὗ καὶ τὸ “ῥεῦσαι” κυρίως λεχθείη ἄν, διότι, ἐπ’ αὐτῷ κειμένης τῆς πρὸς Θεὸν ἀδηρίτως τὰς τῆς ψυχῆς βάσεις ποιεῖσθαι δυναμένης ἐξουσίας, τὸ χεῖρον καὶ μὴ ὂν τοῦ κρείττονος καὶ ὄντος ἑκὼν ἀντηλλάξατο.

Τούτους δὲ οὓς ἔφην τοὺς λόγους ὁ μὲν Ἀρεοπαγίτης ἅγιος Διονύσιος “προορισμοὺς” καὶ “θεῖα θελήματα” καλεῖσθαι ὑπὸ τῆς Γραφῆς ἡμᾶς ἐκδιδάσκει. Ὁμοίως δὲ καὶ οἱ περὶ Πάνταινον, τὸν γενόμενον καθηγητὴν τοῦ Στρωματέως μεγάλου Κλήμεντος, “θεῖα θελήματα” τῇ Γραφῇ φίλον καλεῖσθαί φασι. Ὅθεν ἐρωτηθέντες ὑπό τινων τῶν τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν Θεὸν δοξάζουσιν οἱ Χριστιανοί, ὑπειληφότων ἐκείνων νοερῶς τὰ νοητὰ καὶ αἰσθητικῶς τὰ αἰσθητά, γινώσκειν αὐτὸν τὰ ὄντα ἀπεκρίναντο μήτε αἰσθητικῶς τὰ αἰσθητὰ μήτε νοερῶς τὰ νοητά (οὐ γὰρ εἶναι δυνατόν, ἐστὶν ὁ ἀποδεικνὺς λόγος, τὸν ὑπὲρ τὰ ὄντα κατὰ τὰ ὄντα τῶν ὄντων λαμβάνεσθαι, ἀλλ’ ὡς ἴδια θελήματα γινώσκειν αὐτὸν τὰ ὄντα φαμέν), προσθέντες καὶ τοῦ λόγου τὸ εὔλογον· εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε, καὶ οὐδεὶς ἀντερεῖ λόγος, γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν Θεὸν εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ Θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν.

Ἐντεῦθεν δὲ ὁρμώμενος ἔγωγε οἶμαι κατὰ τούτους εἰρῆσθαι τῇ Γραφῇ τοὺς λόγους, τὸ ἔγνων σε παρὰ πάντας, πρὸς Μωϋσῆν, καὶ περί τινων τὸ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ πάλιν πρός τινας τὸ οὐκ οἶδα ὑμᾶς· ὡς ἕκαστον δηλονότι ἢ κατὰ τὸ θέλημα καὶ τὸν λόγον ἢ παρὰ τὸ θέλημα καὶ τὸν λόγον τοῦ Θεοῦ <ἡ> προαιρετικὴ κίνησις τῆς θείας ἀκοῦσαι φωνῆς παρεσκεύασε.

Ταῦτα καὶ τὰ τοιαῦτα τὸν θεοφόρον τοῦτον ἄνδρα οἶμαι νοήσαντα εἰπεῖν, “ἐπειδὰν τὸ θεοειδὲς τοῦτο καὶ θεῖον, τὸν ἡμέτερον νοῦν τε καὶ λόγον, τῷ οἰκείῳ προσμίξωμεν καὶ ἡ εἰκὼν ἀνέλθῃ πρὸς τὸ ἀρχέτυπον, οὗ νῦν ἔχει τὴν ἔφεσιν,” ὁμοῦ τε καὶ κατὰ ταὐτὸν διὰ τῶν μικρῶν τούτων ῥημάτων τοῦ ποτε τοῦτό τι τῶν ὄντων ἐφθακέναι τὸ μέτρον οἴεσθαι διδασκαλικῶς ἀπάγοντα τοὺς νομίζοντας καὶ τὸν τοῦ πῶς “μοῖρά” ἐσμεν Θεοῦ λόγον παραδηλοῦντα καὶ τὴν μέλλουσαν τῆς μακαρίας λήξεως ἰδιότητα αἰνιττόμενον καὶ πρὸς τὴν ἄσειστον αὐτῆς καὶ ἀκλόνητον καὶ οὐδαμοῦ μεταπίπτουσαν ἀπόλαυσιν παρορμῶντα τοὺς ἐπὶ τούτῳ δι’ ἐλπίδος καθαιρομένους καὶ σπεύδοντας.

Ἤιδει γάρ, ὡς εἰ πρὸς ὃ ἔχομεν οὐσίᾳ τε καὶ λόγῳ τὰς ἐμφάσεις κατὰ λόγον καὶ φύσιν εὐθυπορήσαιμεν ἁπλῇ προσβολῇ, καὶ ἡμεῖς, πάσης τῆς οἱασοῦν ζητήσεως χωρίς, περὶ ἣν μόνην ἐστὶ τὸ πταίειν καὶ σφάλλεσθαι, θεοειδῶς κατὰ τὸ ἐφικτὸν τὰ πάντα εἰσόμεθα, μηκέτι δι’ ἄγνοιαν τῆς περὶ αὐτὰ κινήσεως ἀντεχόμενοι, ὡς Νοῒ τῷ μεγάλῳ καὶ Λόγῳ καὶ Πνεύματι τὸν ἡμέτερον νοῦν τε καὶ λόγον καὶ πνεῦμα, μᾶλλον δὲ ὅλῳ Θεῷ ὅλους ἑαυτοὺς ὡς ἀρχετύπῳ εἰκόνι προσχωρήσαντες.

Καθὼς καὶ ἐν τῷ Περὶ Χαλάζης λόγῳ διέξεισιν οὑτωσὶ φάσκων· “καὶ τοὺς μὲν τὸ ἄφραστον φῶς διαδέξεται καὶ ἡ τῆς ἁγίας καὶ βασιλικῆς θεωρία Τριάδος ἐλλαμπούσης τρανώτερόν τε καὶ καθαρώτερον καὶ ὅλης ὅλῳ νοῒ μιγνυμένης, ἣν δὴ καὶ μόνην βασιλείαν οὐρανῶν ἐγὼ τίθεμαι,” ἡνίκα ἡδονῇ ἥδεται καὶ ἀγάλλεται, ἵνα τοῖς αὐτοῦ τολμήσας συνάψω τὰ ἐμαυτοῦ, πᾶσα κτίσις λογικὴ ἀγγέλων τε καὶ ἀνθρώπων, ὅσοι μηδένα τῶν πρὸς τὸ τέλος κατὰ τὴν κίνησιν φυσικῶς συνηρμοσμένων αὐτοῖς θείων λόγων παρὰ τοῦ Δημιουργοῦ ἐξ ἀπροσεξίας παρέφθειραν, διεσώσαντο δὲ μᾶλλον σωφρόνως ἑαυτοὺς ὅλους καὶ ἀπαρατρέπτους, ὡς θείας ὄργανα φύσεως καὶ ὄντας καὶ γενησομένους εἰδότες, οὓς δι’ ὅλου ὅλος περιφὺς ὁ Θεὸς τρόπον ψυχῆς, ὥσπερ μέλη σώματος ἄρτια καὶ εὔχρηστα τῷ Δεσπότῃ γενησομένους, πρὸς τὸ δοκοῦν μεταχειρίζεται καὶ τῆς οἰκείας πληροῖ δόξης τε καὶ μακαριότητος, ζωὴν διδοὺς καὶ χαριζόμενος τὴν ἀΐδιόν τε καὶ ἀνεκλάλητον καὶ παντάπασι παντὸς ἐλευθέραν γνωρίσματος συστατικῆς ἰδιότητος τῆς παρούσης καὶ διὰ φθορᾶς συνισταμένης ζωῆς, ἣν οὐκ ἀὴρ εἰσπνεόμενος, οὐδ’ αἵματος ὀχετοὶ τοῦ ἥπατος ἀποῤῥέοντες συνιστῶσιν, ἀλλὰ Θεὸς ὅλος ὅλοις μετεχόμενος, καὶ ψυχῆς τρόπον πρὸς σῶμα τῇ ψυχῇ καὶ διὰ μέσης ψυχῆς πρὸς σῶμα γινόμενος, ὡς οἶδεν αὐτός, ἵν’ ἡ μὲν ἀτρεψίαν δέξηται, τὸ δὲ ἀθανασίαν, καὶ ὅλος ἄνθρωπος θεωθῇ τῇ τοῦ ἐνανθρωπήσαντος Θεοῦ χάριτι θεουργούμενος, ὅλος μὲν ἄνθρωπος μένων κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν φύσιν καὶ ὅλος γινόμενος Θεὸς κατὰ ψυχὴν καὶ σῶμα διὰ τὴν χάριν καὶ τὴν ἐμπρέπουσαν αὐτῷ διόλου θείαν τῆς μακαρίας δόξης λαμπρότητα, μεθ’ ἣν οὐκ ἔστι τι ἐπινοῆσαι λαμπρότερον ἢ ὑψηλότερον.

Τί γὰρ θεώσεως τοῖς ἀξίοις ἐρασμιώτερον, καθ’ ἣν ὁ Θεὸς Θεοῖς γενομένοις ἑνούμενος τὸ πᾶν ἑαυτοῦ ποιεῖται δι’ ἀγαθότητα; Διὸ καὶ ἡδονὴν καὶ πεῖσιν καὶ χαρὰν καλῶς ὠνόμασαν τὴν τοιαύτην κατάστασιν, τὴν τῇ θείᾳ κατανοήσει καὶ τῇ ἑπομένῃ αὐτῇ τῆς εὐφροσύνης ἀπολαύσει ἐγγινομένην, ἡδονὴν μέν, ὡς τέλος οὖσαν τῶν κατὰ φύσιν ἐνεργειῶν (οὕτω γὰρ τὴν ἡδονὴν ὁρίζονται), πεῖσιν δέ, ὡς ἐκστατικὴν δύναμιν πρὸς τὸ ποιοῦν τὸ πάσχον ἐνάγουσαν κατὰ τὴν ἀποδοθεῖσαν τοῦ ἀέρος πρὸς τὸ φῶς καὶ πρὸς τὸ πῦρ τοῦ σιδήρου παραδειγματικὴν αἰτίαν, καὶ πείθουσαν φυσικῶς καὶ ἀληθῶς μὴ ἄλλο τι εἶναι παρὰ τοῦτο τῶν ὄντων κεφάλαιον, ᾗ τὸ ἀπαθὲς δεόντως ἀκολουθεῖ, χαρὰν δέ, ὡς μηδὲν ἔχουσαν ἀντικείμενον μήτε παρελθὸν μήτε μέλλον. Τὴν χαρὰν γάρ, φασί, μήτε λύπην ἐπίστασθαι παρελθοῦσαν, μήτε τὸν ἐκ φόβου κόρον ἐπιδέχεσθαι προσδοκώμενον, ὥσπερ ἡ ἡδονή. Ὅθεν καὶ ὡς ἐνδεικτικὴν προσηγορίαν τῆς μελλούσης ἀληθείας ὑπάρχουσαν τὴν χαρὰν ἐκύρωσαν πανταχοῦ οἵ τε θεόπνευστοι λόγοι καὶ οἱ ἐξ αὐτῶν τὰ θεῖα σοφισθέντες μυστήρια πατέρες ἡμῶν.

Εἰ τοίνυν, ὡς ἐν ἐπιδρομῇ κατ’ ἐμὲ φάναι τὸν μικρόν, φυσικῶς τε καὶ γραφικῶς καὶ πατρικῶς δέδεικται, ὡς οὐδὲν τῶν γενητῶν πώποτε κινούμενον ἔστη οὐδὲ τῆς ἐπ’ αὐτῷ κατὰ τὸν θεῖον σκοπὸν ἐπελάβετο λήξεως, πρὸς δὲ τούτοις καὶ ὡς ἀμήχανον τῆς ἐν τῷ Θεῷ μονιμότητος τῶν ἀξιουμένων παρεγκλιθῆναι τὸ βάσιμον. Πῶς γάρ ἐστι δυνατόν, ἵνα τοῖς εἰρημένοις μικράν τινα πρὸς βεβαίωσιν τὴν ἐκ λογισμῶν δῶμεν βοήθειαν, τοὺς ἅπαξ ἐν τῷ Θεῷ ὑπαρκτικῶς γενομένους τὸν ὑβριστὴν κατὰ τὴν ἔφεσιν ὑποδέξασθαι κόρον, παντὸς κόρου κατὰ τὸν ἴδιον λόγον τε καὶ ὅρον ὀρέξεως τυγχάνοντος σβεστικοῦ καὶ κατὰ δύο συνισταμένου τρόπους. Ἢ γὰρ τὰ ὑποκείμενα ὡς μικρὰ περιγράφουσα ἡ ὄρεξις σβέννυται ἢ ἀτιμάζουσα ὡς αἰσχρά τε καὶ εἰδεχθῆ βδελύσσεται, ὑφ’ ὧν ὁ κόρος γίνεσθαι πέφυκεν. Ὁ δὲ Θεὸς φύσει ὑπάρχων ἄπειρός τε καὶ τίμιος ἐπιτείνειν μᾶλλον τῶν ἀπολαυόντων αὐτοῦ διὰ τῆς μετοχῆς πρὸς τὸ ἀόριστον τὴν ὄρεξιν πέφυκεν.

Εἰ δὲ τοῦτ’ ἀληθές, ὥσπερ οὖν καί ἐστιν, οὐκ ἦν ἄρα ἡ λεγομένη “ἑνὰς τῶν λογικῶν,” ἥτις κόρον λαβοῦσα τῆς ἐν τῷ Θεῷ μονιμότητος ἐμερίσθη καὶ τῷ οἰκείῳ σκεδασμῷ τὴν τοῦ κόσμου τούτου γένεσιν συνεισήγαγεν, ἵνα μὴ τὸ ἀγαθὸν ἐμπερίγραπτον ποιώμεθα καὶ ἄτιμον, ὡς κόρῳ τινὶ περιοριζόμενον καὶ στάσεως αἴτιον γινόμενον ἐκείνοις, ὧν τὴν ἔφεσιν ἀκίνητον κρατεῖν οὐ δεδύνηται. Καὶ μάτην λοιπόν τινες ταύτην θεσπίζουσιν, ὡς ἔμοιγε δοκεῖ, τὰ μὴ ὄντα πλαττόμενοι, καὶ τὸ δὴ τούτου βαρύτερον, καὶ τοῦ μακαρίου τούτου πατρὸς ὡς ταῦτα φρονοῦντος καταψευδόμενοι, ἐφ’ ᾧ μὴ μόνον αὐτοὺς ἐκ προτέρου εἴδους ζωῆς τὰς ψυχὰς εἰς σώματα ἐλθεῖν ἐπὶ τιμωρίᾳ τῶν προγεγονότων κακῶν φρονεῖν ἐπ’ ἀδείας δύνασθαι, ἀλλὰ καὶ ἄλλους ἀπατᾷν οὕτως ἔχειν εὐλόγως ἐπιχειρεῖν διὰ τῆς τῶν προσώπων ἀξιοπιστίας, οὐ καλῶς οὐδ’ ὁσίως πράττοντας. Ἀλλ’ ἐκείνους ἔχοντας ἀφέντες ὡς ἔχουσιν αὐτοὶ εὐσεβῶς ἡμεῖς τὸν νοῦν τοῦ διδασκάλου πρὸς τοῖς εἰρημένοις καὶ κατ’ ἄλλον σκοπήσομεν τρόπον.

Οὐκ οἶμαι τῆς ἀνθρωπίνης αὐτὸν γενέσεως ἐνταῦθα, ἀλλὰ τῆς ἐπιγενομένης αὐτῇ ταλαιπωρίας τὴν αἰτίαν ἀφηγεῖσθαι βούλεσθαι. Θρηνήσας γὰρ τοῦ σώματος ἡμῶν τὴν ἐλεεινότητα διὰ τοῦ εἰπεῖν “ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεως! ὃ φοβοῦμαι, περιέπω καί, ὃ στέργω, δέδοικα,” καὶ τὰ ἑξῆς, καὶ οἷον πρὸς ἑαυτὸν διαπορήσας περὶ τῆς αἰτίας τῶν οἷς ἐνισχήμεθα κακῶν καὶ τῆς κατ’ αὐτὴν σοφωτάτης προνοίας διὰ τοῦ φάναι, “Τίς ἡ περὶ ἐμὲ σοφία καὶ τί τὸ μέγα τοῦτο μυστήριον;” ἐπάγει τὴν λύσιν τρανῶς ποιούμενος οὕτως· “ἢ βούλεται μοῖραν ἡμᾶς ὄντας Θεοῦ καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος.”

Ὡσανεὶ ἔλεγεν, ἐπειδήπερ ἐκ ψυχῆς καὶ σώματος δι’ ἀγαθότητα παρὰ τοῦ Θεοῦ ὁ ἄνθρωπος γέγονε, ἐφ’ ᾧ τὴν δοθεῖσαν αὐτῷ λογικήν τε καὶ νοερὰν ψυχήν, ἅτε δὴ κατ’ εἰκόνα τοῦ ποιήσαντος αὐτὴν ὑπάρχουσαν, κατὰ μὲν τὴν ἔφεσιν καὶ τὴν ἐξ ὅλης δυνάμεως ὁλικὴν ἀγάπην ἀπρὶξ Θεοῦ γνωστικῶς ἐχομένην καὶ τὸ καθ’ ὁμοίωσιν προσλαβοῦσαν θεωθῆναι, κατὰ δὲ τὴν ἐπιστημονικὴν πρὸς τὸ ὑφειμένον πρόνοιαν καὶ τὴν περὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν κελεύουσαν ἐντολὴν ἐμφρόνως τοῦ σώματος ἀντεχομένην, λογίσαι τε δι’ ἀρετῶν αὐτὸ καὶ οἰκειῶσαι Θεῷ ὡς ὁμόδουλον, δι’ ἑαυτῆς μεσιτευούσης τὸν ποιητὴν ἔνοικον καὶ τῆς δοθείσης ἀθανασίας ἄλυτον δεσμὸν αὐτὸν ποιησομένην αὐτῷ τὸν συνδήσαντα, “ἵν’ ὅπερ ἐστὶ Θεὸς ψυχῇ, τοῦτο ψυχὴ σώματι γένηται,” καὶ εἷς ἀποδειχθῇ τῶν ὅλων Δημιουργός, ἀναλόγως διὰ τῆς ἀνθρωπότητος πᾶσιν ἐπιβατεύων τοῖς οὖσι, καὶ εἰς ἓν ἔλθῃ τὰ πολλὰ ἀλλήλων κατὰ τὴν φύσιν διεστηκότα περὶ τὴν μίαν τοῦ ἀνθρώπου φύσιν ἀλλήλοις συννεύοντα καὶ γένηται τὰ πάντα ἐν πᾶσιν αὐτὸς ὁ Θεός, πάντα περιλαβὼν καὶ ἐνυποστήσας ἑαυτῷ, διὰ τοῦ μηδὲν ἔτι τῶν ὄντων ἄφετον κεκτῆσθαι τὴν κίνησιν καὶ τῆς αὐτοῦ ἄμοιρον παρουσίας, καθ’ ἣν καὶ Θεοὶ καὶ τέκνα καὶ σῶμα καὶ μέλη καὶ “μοῖρα Θεοῦ” καὶ τὰ τοιαῦτά ἐσμεν καὶ λεγόμεθα τῇ πρὸς τὸ τέλος ἀναφορᾷ τοῦ θείου σκοποῦ.

Ἐπειδὴ τοίνυν τοῦτο καὶ ἐπὶ τούτῳ ὁ ἄνθρωπος γέγονεν, ἐν δὲ τῷ προπάτορι τῷ ἑτοίμῳ πρὸς ἐξουσίαν ἐπὶ τὸ χεῖρον ἐχρήσατο, μετενεγκὼν ἐκ τοῦ ἐπιτετραμμένου πρὸς τὸ κεκωλυμένον τὴν ὄρεξιν (καὶ γὰρ ἦν αὐτεξούσιος, καὶ τοῦ κολληθῆναι τῷ Κυρίῳ καὶ ἓν πνεῦμα γενέσθαι, τὸ κολληθῆναι τῇ πόρνῃ καὶ ἓν σῶμα γενέσθαι ἀπατηθεὶς προείλετο, καὶ τοῦ θείου καὶ μακαρίου σκοποῦ ἑκὼν ἑαυτὸν ἀπεξένωσε, τοῦ Θεὸς εἶναι χάριτι τὸ χοῦς γενέσθαι καθ’ αἵρεσιν προτιμήσας), σοφῶς ἅμα καὶ φιλανθρώπως καὶ τῇ αὐτοῦ πρεπόντως ἀγαθότητι ὁ τὴν ἡμετέραν σωτηρίαν οἰκονομῶν Θεὸς τῇ παραλόγῳ κινήσει τῆς ἐν ἡμῖν νοερᾶς δυνάμεως παρεπομένην δεόντως τὴν τιμωρίαν παρέπηξεν, αὐτὸ ἐκεῖνο τυχὸν κατὰ τὸν εἰκότα λόγον κολάσας θανάτῳ, περὶ ὃ τὴν κατὰ νοῦν μόνῳ Θεῷ χρεωστουμένην τῆς ἀγάπης δύναμιν κατεῤῥήξαμεν, ἵνα τοῦ μηδενὸς ἐρῶντες διὰ τοῦ πάσχειν ποτὲ μαθόντες πρὸς τὸ ὂν πάλιν ταύτην ἐπανάγειν διδαχθῶμεν τὴν δύναμιν.

Ὅπερ προϊὼν ἐμφανέστερον ποιεῖται λέγων, “ἀλλ’ ἐμοὶ μὲν καὶ διὰ τοῦτο δοκεῖ μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον, ἀλλ’ εἴπερ τι ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παίζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μεταβαλλομένοις καὶ μεταβάλλουσι καὶ ἄνω καὶ κάτω φερομένοις τε καὶ περιτρεπομένοις καὶ πρὶν ληφθῆναι ἀπιοῦσι καὶ φεύγουσιν, ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες πρὸς τὸ μέλλον μεθορμισώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν ἑστῶτος τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε οὐ μένοντος τοσοῦτον αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖττον μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύνασθαι, καὶ ταῦτα κατ’ εἰκόνα Θεοῦ γεγονέναι καὶ ἀκούοντας καὶ πιστεύοντας τὴν ἄνω τε οὖσαν καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;” Καὶ πάλιν ἐν τῷ Πρὸς τοὺς Πολιτευομένους λόγῳ φάσκων, “ἵν’ εἰδῶμεν τὸ μηδὲν ὄντες πρὸς τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἀλλὰ πρὸς αὐτὸν ἀεὶ νεύωμεν μόνον καὶ ζητῶμεν ταῖς ἐκεῖθεν αὐγαῖς ἐναστράπτεσθαι, εἴτε διὰ τῆς ἀνωμαλίας τῶν ὁρωμένων καὶ περιτρεπομένων, μετάγοντος ἡμᾶς ἐπὶ τὰ ἑστῶτα καὶ μένοντα.”

Οὐ τοίνυν, ὡς οἶμαι, τῆς κατὰ τὴν γένεσιν τῆς ἀνθρωπότητος αἰτίας ἐν τούτοις, ὡς εἴρηται, ὁ διδάσκαλος ποιεῖται τὴν δήλωσιν, ἀλλὰ τῆς μετὰ τὴν γένεσιν ἐπεισαχθείσης τῇ ἡμετέρᾳ ζωῇ διὰ τὴν παράβασιν ταλαιπωρίας, ὡς τοῖς σπουδαιοτέρως καὶ ἐμμελεστέρως τοῖς θείοις αὐτοῦ γράμμασιν ἐμμελετῶσίν ἐστι καταφανές. Ταύτης μὲν γὰρ τὴν ὅθεν καὶ δι’ ὃ καὶ ἐφ’ ᾧ καὶ οὗ ἕνεκεν αἰτίαν διὰ τούτων ἡμῖν παρατίθεται τῶν λόγων δι’ αὐτῆς τὴν οἰκονομουμένην ἡμῶν σοφῶς παρὰ τοῦ Θεοῦ σωτηρίαν δηλῶν· ἐκείνης δὲ τὴν ἐφ’ ᾧ γεγένηται μυστηρίῳ ὑπεμφαίνων δύναμιν ἑτέρῳ λόγων κέχρηται τρόπῳ, ὅλον αὐτοῦ περὶ τούτου τὸν εὐσεβῆ σκοπὸν φανερὸν ποιούμενος, ὡς ἐν τῷ Εἰς τὰ Γενέθλια λόγῳ δείκνυται λέγων· “νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις οὕτως ἀπ’ ἀλλήλων διακριθέντα τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν καὶ τὸ τοῦ Δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας καὶ διαπρύσιοι κήρυκες· οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σοφίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας, οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος.

Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, καὶ ζῷον ἓν ἐξ ἀμφοτέρων, ἀοράτου λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ’ ἑαυτοῦ δὲ ζωὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος), οἷόν τινα κόσμον δεύτερον ἐν μικρῷ μέγαν ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτόν,” καὶ τὰ ἑξῆς. Ἐν δὲ τῷ εἰς τὰ Φῶτα λόγῳ· “ἐπεὶ δὲ οὕτω ταῦτα ἢ τοῦτο· ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ’ εἶναί τινας καὶ κάτω προσκυνητάς, ἵνα πληρωθῇ τὰ πάντα δόξης Θεοῦ, ἐπεὶ καὶ Θεοῦ· καὶ διὰ τοῦτο κτίζεται ἄνθρωπος χειρὶ Θεοῦ τιμηθεὶς καὶ εἰκόνι.” Ἀρκεῖν μὲν καὶ ταῦτα ὑπολαμβάνω, κἂν εἰ μικρὰ τυγχάνοι, τῷ μὴ πάντη φιλονείκως διακειμένῳ, καὶ μόνον τὸ μάχεσθαι ἐπίδοξον κρίνοντι, πρὸς τὸ ἐνδείξασθαι τὴν ὅλην τοῦ διδασκάλου περὶ τῶν εἰρημένων διάνοιαν. Εἰ δὲ ἔτι περὶ τοῦ πῶς “Θεοῦ μοῖραν” ὁ διδάσκαλος ἡμᾶς ἐκάλεσεν ἀπομάχεται, πολλαχῶς μὲν ἤδη ἀνωτέρω ὁ περὶ τούτου ἀποδέδοται λόγος.

Ἵνα δὲ πιστότερος γένηται τοῖς τοῦ Πνεύματος ἐρειδόμενος λόγοις, ὁ ἅγιος καὶ μακάριος ἀπόστολος Παῦλος, ὁ τὴν ἀποκεκρυμμένην ἐν τῷ Θεῷ πρὸ τῶν αἰώνων κομισάμενος σοφίαν καὶ πάντα τὸν ἀφεγγῆ τῶν ἀνθρώπων βίον καταφωτίσας καὶ τῆς ἀγνοίας τὸν ζόφον τῶν ψυχῶν ἀπελάσας, ἀρκέσει περὶ τούτου Ἐφεσίοις διεξιὼν τάδε, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ Πατὴρ τῆς δόξης δῴη ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς οὐρανοῖς, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα ἔδωκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

Καὶ μεθ’ ἕτερα πάλιν· καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσομεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ, πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἑνὸς ἑκάστου μέλους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.

Οὐκ οἶμαι λοιπὸν ἄλλης ἐπιδεῖσθαι μαρτυρίας τὸν εὐσεβεῖν ἐγνωκότα πρὸς φανέρωσιν τῆς κατὰ Χριστιανοὺς ἀληθῶς πεπιστευμένης ἀληθείας, σαφῶς μαθόντα δι’ αὐτῆς ὅτι καὶ μέλη καὶ σῶμα καὶ πλήρωμά ἐσμεν τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου Χριστοῦ τοῦ Θεοῦ, κατὰ τὸν πρὸ τῶν αἰώνων ἐν τῷ Θεῷ καὶ Πατρὶ ἀποκεκρυμμένον σκοπὸν ἀνακεφαλαιούμενοι εἰς αὐτὸν διὰ τοῦ Υἱοῦ αὐτοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Τὸ γὰρ μυστήριον τὸ ἀποκεκρυμμένον μὲν ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν δὲ φανερωθὲν διὰ τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ ἀληθινῆς καὶ τελείας ἐνανθρωπήσεως, τοῦ ἑνώσαντος ἑαυτῷ καθ’ ὑπόστασιν ἀδιαιρέτως τε καὶ ἀσυγχύτως τὴν ἡμετέραν φύσιν, καὶ ἡμᾶς διὰ τῆς ἐξ ἡμῶν καὶ ἡμετέρας νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης ἁγίας αὐτοῦ σαρκός, ὥσπερ δι’ ἀπαρχῆς ἑαυτῷ συμπηξαμένου, καὶ ἓν καὶ ταὐτὸν ἑαυτῷ εἶναι κατὰ τὴν αὐτοῦ ἀνθρωπότητα καταξιώσαντος, καθὼς προωρίσθημεν πρὸ τῶν αἰώνων ἐν αὐτῷ εἶναι μέλη τοῦ σώματος αὐτοῦ, ψυχῆς τρόπον πρὸς σῶμα ἐν πνεύματι συναρμολογοῦντος ἑαυτῷ καὶ συμβιβάζοντος, καὶ εἰς μέτρον ἄγοντος ἡλικίας πνευματικῆς τοῦ κατ’ αὐτὸν πληρώματος, ἔδειξε καὶ ἡμᾶς ἐπὶ τούτῳ γεγενῆσθαι, καὶ τὸν πρὸ τῶν αἰώνων περὶ ἡμᾶς παντάγαθον τοῦ Θεοῦ σκοπόν, μὴ δεξάμενον καθ’ ὁτιοῦν καινισμὸν κατὰ τὸν ἴδιον λόγον, εἰς πλήρωσιν δὲ ἐλθόντα δι’ ἄλλου δηλαδὴ ἐπεισαχθέντος καινοτέρου τρόπου.

Ἔδει γάρ, τοῦ μὲν Θεοῦ ἑαυτῷ ὁμοίους ἡμᾶς ποιήσαντος (τῷ ἔχειν τῆς αὐτοῦ ἀγαθότητος μεθεκτῶς ἀκριβῆ γνωρίσματα, καὶ ἐν αὐτῷ εἶναι πρὸ τῶν αἰώνων σκοπήσαντος καὶ τὸν εἰς τοῦτο τὸ παμμακάριστον ἄγοντα τέλος δόντος ἡμῖν τρόπον διὰ τῆς τῶν φυσικῶν δυνάμεων εὐχρηστίας), τοῦ δὲ ἀνθρώπου ἑκουσίως τοῦτον παρωσαμένου τὸν τρόπον τῇ παραχρήσει τῶν φυσικῶν δυνάμεων, ἵνα μὴ πόῤῥω τοῦ Θεοῦ γένηται ξενωθεὶς ὁ ἄνθρωπος, ἄλλον ἀντεισαχθῆναι τοῦ προτέρου παραδοξότερόν τε καὶ θεοπρεπέστερον, ὅσον τοῦ κατὰ φύσιν ἐστὶ τὸ ὑπὲρ φύσιν ἀνώτερον. Καὶ τοῦτό ἐστι τῆς πρὸς ἀνθρώπους τοῦ Θεοῦ μυστικωτάτης ἐπιδημίας, ὡς πάντες πιστεύομεν, τὸ μυστήριον. Εἰ γάρ, φησὶν ὁ θεῖος ἀπόστολος, ἡ πρώτη διαθήκη ἔμεινεν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Καὶ γὰρ πᾶσι κατάδηλόν ἐστιν, ὡς τὸ ἐν Χριστῷ γενόμενον ἐπὶ τέλει τοῦ αἰῶνος μυστήριον ἀναμφιβόλως τοῦ ἐν ἀρχῇ τοῦ αἰῶνος ἐν τῷ προπάτορι παρεθέντος ἀπόδειξις καὶ ἀποπλήρωσίς ἐστιν.

Ἄρ’ οὖν χρησίμως εἴρηται τῷ διδασκάλῳ ἡ τῆς “μοίρας” φωνὴ κατὰ τοὺς ἀποδοθέντας τρόπους, καὶ πᾶς εὐγενὴς καὶ ψυχὴν καὶ τρόπον δέξαιτο ἂν οὕτω λεγομένην τὴν φωνήν, μηδεμίαν ἑαυτῷ κυβείαν λογισμῶν παραγεννῶν, εἰδὼς ταὐτὸν εἶναι τῷ “μέλει” τὴν “μοῖραν” ἐν τοῖς τοιούτοις.

Εἰ γὰρ μέρος τοῦ σώματος ὑπάρχει τὸ “μέλος,” τὸ δὲ “μέρος” ταὐτόν ἐστι τῇ “μοίρᾳ,” ταὐτὸν ἄρα τὸ “μέλος” τῇ “μοίρᾳ” ἔσται. Εἰ δὲ ταὐτὸν τῷ “μέλει” ἐστὶν ἡ “μοῖρα,” μελῶν δὲ ἀθροισμὸς καὶ σύνθεσις σῶμα ποιεῖ ὀργανικόν, σῶμα δὲ ὀργανικὸν ψυχῇ ἑνωθὲν νοερᾷ ἄνθρωπον τέλειον δείκνυσιν, ἄρα μέρος ἀνθρώπου ὁ λέγων εἶναι ψυχὴν ἢ τὸ σῶμα ἢ μέλος αὐτοῦ τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. Εἰ δὲ τῆς νοερᾶς ψυχῆς ὡς ἀνθρώπου ὑπάρχει τὸ σῶμα ὄργανον, δι’ ὅλου δὲ τοῦ σώματος ὅλη χωροῦσα ἡ ψυχὴ τὸ ζῇν αὐτῷ κινεῖσθαι δίδωσιν, ὡς ἁπλῆ τὴν φύσιν καὶ ἀσώματος, μὴ συνδιατεμνομένη ἢ συναποκλειομένη αὐτῷ, ἀλλ’ ὅλῳ καὶ ἑκάστῳ τῶν αὐτοῦ μελῶν, ὡς πέφυκεν αὐτὴν ὑποδέχεσθαι κατὰ τὴν φυσικῶς ὑποκειμένην αὐτῷ δεκτικὴν τῆς ἐνεργείας αὐτῆς δύναμιν, ὅλη παροῦσα τὰ διαφόρως αὐτῆς δεκτικὰ μέλη ἀναλόγως πρὸς τὴν τοῦ ἓν εἶναι σῶμα συντήρησιν ἐπισφίγγει, ὁδηγείσθω ἐπὶ τὸ μέγα καὶ ἄῤῥητον τῆς τῶν Χριστιανῶν μακαρίας ἐλπίδος μυστήριον, ἐκ τῶν μικρῶν καὶ καθ’ ἡμᾶς τῶν μεγάλων καὶ ὑπὲρ ἡμᾶς οὐκ ἀγεννῆ λαβὼν τὰ εἰκάσματα, ὅστις ἀπαγῆ καὶ εὐκράδαντον περὶ τούτων ἔτι τὴν διάνοιαν κέκτηται.

Καὶ τὴν περὶ τοῦ προϋπάρχειν τῶν σωμάτων τὰς ψυχὰς οὐκ εὔλογον δόξαν ἀφεὶς μεθ’ ἡμῶν πιστεύσει τῷ Κυρίῳ λέγοντι περὶ τῶν εἰς τὴν ἀνάστασιν ἐγειρομένων μὴ δύνασθαι ἀποθνήσκειν, διὰ τὴν αὐτοῦ δηλαδὴ καθαρωτέραν ἐσχάτου ὀρεκτοῦ φανέρωσίν τε καὶ μετουσίαν. Καὶ πάλιν, πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα.

Ὅπερ εἰ προεγεγόνει ποτέ, ἀδύνατον ἦν, ὡς προαποδέδεικται, τὸν κατὰ τροπήν τινα οἷον δήποτε δέξασθαι θάνατον. Καὶ τῶν φυσικῶν ἔξω μὴ βαινέτω λογισμῶν διακενῆς τὴν οὐκ οὖσαν περὶ ψυχῆς δόξαν θεσπίζων. Εἰ γὰρ ἀνθρώπου μέρη, καθὼς προαποδέδοται, τὸ σῶμα καὶ ἡ ψυχὴ τυγχάνουσι, τὰ δὲ μέρη τὴν εἰς τὸ πρός τι ἐξ ἀνάγκης ἀναφορὰν δέχεται (ὅλον γὰρ ἔχει πάντως κατηγορούμενον), τὰ δὲ οὕτω λεγόμενα πρός τι τῶν ἅμα πάντη τε καὶ πάντως κατὰ τὴν γένεσίν ἐστιν, ὡς μέρη εἶδος ὅλον τῇ συνόδῳ ἀποτελοῦντα, ἐπινοίᾳ μόνῃ τῇ πρὸς διάγνωσιν τοῦ τί κατ’ οὐσίαν ἕκαστον ἀλλήλων διαιρούμενα—ψυχὴν ἄρα καὶ σῶμα, ὡς μέρη ἀνθρώπου, ἀλλήλων προϋπάρχειν χρονικῶς ἢ μεθυπάρχειν ἀμήχανον, ἐπεὶ ὁ τοῦ πρός τι οὕτω λεγόμενος λυθήσεται λόγος.

Καὶ πάλιν· εἰ γὰρ καθ’ αὑτὸ εἶδος πρὸ τοῦ σώματός ἐστιν ἡ ψυχὴ ἢ τὸ σῶμα, εἶδος δὲ ἄλλο τούτων ἑκάτερον κατὰ τὴν ψυχῆς πρὸς τὸ σῶμα σύνθεσιν, ἢ σώματος πρὸς ψυχὴν ἀποτελεῖ, ἢ πάσχοντα πάντως τοῦτο ποιεῖ ἢ πεφυκότα.

Καὶ εἰ μὲν πάσχοντα, πεπόνθασιν εἰς ὅπερ οὐκ ἦν ἐξιστάμενα καὶ φθείρεται, εἰ δὲ πεφυκότα, ἀεὶ τοῦτο διὰ τὸ πεφυκὸς ἐργάσεται δηλονότι καὶ οὐδέποτε παύσεται ἡ ψυχὴ τοῦ μετενσωματοῦσθαι οὐδὲ τοῦ μετεμψυχοῦσθαι τὸ σῶμα. Ἀλλ’ οὐκ ἔστιν, ὡς οἶμαι, τοῦ πάθους ἢ τῆς τῶν μερῶν φυσικῆς δυνάμεως κατὰ τὴν πρὸς θάτερον θατέρου σύνοδον ἡ τοῦ ὅλου κατ’ εἶδος ἐκπλήρωσις, ἀλλὰ τῆς ἐπ’ αὐτοῖς ἅμα κατ’ εἶδος ὅλον γενέσεως.

Οὐκ ἔστιν οὖν δυνατὸν ἄνευ φθορᾶς ἐξ εἴδους εἰς εἶδος μεταβάλλειν τὸ οἱονοῦν εἶδος. Εἰ δέ, ὅτι μετὰ τὸν θάνατον καὶ τὴν λύσιν τοῦ σώματος ἔστιν ἡ ψυχὴ καὶ ὑφέστηκε, φήσουσι καὶ πρὸ τοῦ σώματος εἶναι αὐτὴν δύνασθαι καὶ ὑφεστάναι, οὐκ ἐστοχασμένως, ἔμοιγε δοκεῖ, ὁ λόγος αὐτοῖς προέρχεται. Οὐχ ὁ αὐτὸς γὰρ γενέσεως καὶ οὐσίας λόγος. Ὁ μὲν γὰρ τοῦ “πότε” καί “ποῦ” εἶναι καὶ πρὸς τί ἐστίν, ὁ δὲ τοῦ εἶναι καὶ “τί” καὶ “πῶς” εἶναί ἐστι δηλωτικός.

Εἰ δὲ τοῦτο, ἐστὶ μὲν ἀεὶ μετὰ τὸ γενέσθαι διὰ τὴν οὐσίαν ἡ ψυχή, οὐκ ἄφετος δὲ διὰ τὴν γένεσιν, ἀλλὰ μετὰ τῆς σχέσεως τοῦ πότε καὶ ποῦ καὶ πρὸς τί. Οὐχ ἁπλῶς γὰρ λέγεται “ψυχὴ” μετὰ τὸν τοῦ σώματος θάνατον ἡ ψυχή, ἀλλ’ ἀνθρώπου ψυχή, καὶ τοῦ τινος ἀνθρώπου ψυχή, ἔχει γὰρ καὶ μετὰ τὸ σῶμα ὡς εἶδος αὐτῆς τὸ ὅλον κατὰ τὴν σχέσιν ὡς μέρους κατηγορούμενον τὸ ἀνθρώπινον. Ὡσαύτως δὲ καὶ τὸ σῶμα, θνητὸν μὲν διὰ τὴν φύσιν, οὐκ ἄφετον δὲ διὰ τὴν γένεσιν. Οὐ γὰρ ἁπλῶς λέγεται “σῶμα” μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς τὸ σῶμα, ἀλλ’ ἀνθρώπου σῶμα, καὶ τοῦ τινος ἀνθρώπου σῶμα, κἂν εἰς φθείρεται καὶ εἰς τὰ ἐξ ὧν ἐστιν ἀναλύεσθαι στοιχεῖα πέφυκεν. Ἔχει γὰρ καὶ οὕτως ὡς εἶδος τὸ ὅλον αὐτοῦ κατὰ τὴν σχέσιν ὡς μέρους κατηγορούμενον τὸ ἀνθρώπινον.

Ἐπ’ ἀμφοῖν τοιγαροῦν ἡ σχέσις, ψυχῆς λέγω καὶ σώματος, ὡς ὅλου εἴδους ἀνθρωπίνου μερῶν ἀναφαιρέτως νοουμένη, παρίστησι καὶ τὴν ἅμα τούτων γένεσιν, καὶ τὴν κατ’ οὐσίαν πρὸς ἄλληλα διαφορὰν ἀποδείκνυσιν, οὐδὲν καθ’ οἷον δήποτε τρόπον τοὺς κατ’ οὐσίαν αὐτοῖς ἐμπεφυκότας παραβλάπτουσα λόγους. Οὐκ ἔστιν οὖν ὅλως σῶμα δυνατὸν ἢ ψυχὴν εὑρεῖν ἢ λέγειν ἄσχετον. Θατέρῳ γὰρ ἅμα συνεισάγεται τό τινος εἶναι θάτερον· ὥστε εἰ προϋπάρχει θατέρου θάτερον, ὡς τινὸς προσυπακουστέον.

Ἡ γὰρ σχέσις ἀκίνητος. Καὶ ταῦτα μὲν περὶ τούτων. Καὶ εἰ μὲν τῆς ἀληθείας ὁ λόγος οὐκ ἀποπέπτωκε, τῷ Θεῷ χάρις, τῷ διὰ τῶν ὑμετέρων εὐχῶν πρὸς τὸ καλῶς νοεῖν ὁδηγήσαντι. Εἰ δέ πού τι τῆς ἀληθείας ἐλλέλειπται, ὑμεῖς ἂν εἰδείητε τοῦ λόγου τὸ ἀκριβές, ὡς ἐκ Θεοῦ τὴν τῶν τοιούτων ἐμπνεόμενοι γνῶσιν.

Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό· Ἕως ἂν καὶ παρ’ ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον ὥσπερ ἐν ῥεύματι. Οἶμαι καὶ τὸν παρόντα τοῦ λόγου σκοπὸν τῆς τοῦ προτέρου διανοίας ἔχεσθαι κεφαλαίου. Διεξελθὼν γὰρ ὅτι πλεῖστα πρὸς τοὺς φιλύλους τε καὶ φιλοσωμάτους ταῦτα ἐπάγει, ὡς ἐντεῦθεν δύνασθαι τὸν εὐσεβῶς τὸν σκοπὸν τοῦ ἁγίου διερευνώμενον ἐπιβάλλειν οὕτως.

Ἐπειδὴ τῷ τῆς ἀφθαρσίας τε καὶ ἀθανασίας κάλλει παρὰ Θεοῦ κατηγλαϊσμένος ὁ ἄνθρωπος γέγονε, τὸ δὲ τῆς περὶ αὐτὸν ὑλικῆς φύσεως αἶσχος τοῦ νοεροῦ κάλλους προτιμήσας λήθην τοῦ κατὰ ψυχὴν ἐκπρεποῦς ἀξιώματος, μᾶλλον δὲ Θεοῦ τοῦ καὶ τὴν ψυχὴν θεοειδῶς καλλωπίσαντος πάμπαν ἐπεποίητο, τῆς γνώμης ἄξιον κατὰ θείαν ψῆφον τὴν σοφῶς τὴν ἡμῶν σωτηρίαν οἰκονομοῦσαν ἐδρέψατο καρπόν, οὐ μόνον τοῦ σώματος τὴν φθορὰν καὶ τὸν θάνατον, καὶ τὴν πρὸς πᾶν πάθος εὐέμπτωτον κίνησίν τε καὶ ἐπιτηδειότητα, ἀλλὰ καὶ τῆς ἐκτὸς καὶ περὶ αὐτὸν ὑλικῆς οὐσίας τὸ ἄστατον καὶ ἀνώμαλον, καὶ πρὸς τὸ ἀλλοιοῦσθαι εὔφορόν τε καὶ εὐχερές, εἴτε τότε αὐτὴν τοῦ Θεοῦ διὰ τὴν παράβασιν τῷ ἡμετέρῳ σώματι συμμετακεράσαντος, καὶ τὴν πρὸς τὸ ἀλλοιοῦσθαι καὶ αὐτῇ, ὥσπερ τῷ σώματι, τὴν πρὸς τὸ πάσχειν τε καὶ φθείρεσθαι καὶ ὅλως λύεσθαι—ὡς δηλοῖ ἡ τῶν νεκρῶν δερμάτων περιβολὴ —ἐνθεμένου δύναμιν κατὰ τὸ γεγραμμένον, ὅτι καὶ αὐτὴ ἡ κτίσις ὑπετάγη τῇ φθορᾷ οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι, εἴτε ἐξ ἀρχῆς κατὰ πρόγνωσιν οὕτως αὐτὴν δημιουργήσαντος διὰ τὴν προοραθεῖσαν παράβασιν· ὥστε τῷ πάσχειν καὶ κακοῦσθαι δι’ αὐτῆς, εἰς συναίσθησιν ἑαυτοῦ καὶ τοῦ οἰκείου ἀξιώματος ἐλθεῖν, καὶ ἀσπασίως καταδέξασθαι τὴν πρὸς τὸ σῶμα καὶ αὐτὴν ἀποδιάθεσιν.

Συγχωρεῖ γὰρ ὁ πάνσοφος τῆς ἡμετέρας ζωῆς προνοητὴς φυσικῶς χρῆσθαι πολλάκις τὰ πράγματα ταῖς οἰκείαις ὁρμαῖς πρὸς σωφρονισμὸν ἡμῶν, ἔσθ’ ὅπη τῶν ἐμμανῶς αὐτὰ μεταχειριζομένων διὰ τῆς περὶ αὐτὰ καὶ ἐξ αὐτῶν συγχύσεώς τε καὶ ταραχῆς, πρὸς τὸ κατὰ φύσιν ἐραστὸν ἐπανάγων τὸν τέως ἀλόγιστον ἡμῶν πρὸς τὰ παρόντα ἔρωτα.

Τριῶν γὰρ ὄντων καθολικῶν τρόπων, καθ’ οὕς φασι παιδευτικῶς τὰ ἡμέτερα ἐξιᾶσθαι πάθη, δι’ ἑκάστου τρόπου σοφῶς τὸ τῆς ὕλης ἄτακτον εὐτάκτως κατὰ τὸν ὑπὲρ ἡμᾶς καὶ κρείττονα λόγον πρὸς τὸ ἐγνωσμένον τῷ Θεῷ ἀγαθοπρεπὲς ἀποτέλεσμα κυβερνωμένης τῆς κακῆς τῶν παθῶν ἀχθηδόνος ἴαμα τίθεται. Ἢ γὰρ τῶν προγεγονότων ἁμαρτημάτων ποινὴν ἀπαιτούμενοι, ὧν ἴσως οὐδ’ ἴχνος τῇ μνήμῃ παρακατέχομεν διὰ τὴν ἄγνοιαν, τυχὸν δὲ καὶ μνημονεύοντες τὴν δέουσαν τοῖς πλημμεληθεῖσιν ἀντισηκῶσαι διόρθωσιν οὐκ ἀνεχόμεθα, ἢ μὴ θέλοντες, ἢ μὴ ἰσχύοντες, διὰ τὴν ἐγγενομένην ἕξιν τῆς κακίας, ἢ τὴν ἀσθένειαν καθαιρόμεθα, ἢ παροῦσάν τε καὶ νεμομένην κακίαν ἀποβαλλόμεθα, καὶ πρὸς ἀναστολὴν τῆς μελλούσης ἰδεῖν προδιδασκόμεθα, ἢ καρτερίας ἀρίστης καὶ εὐσεβοῦς ἀνδρείας ὑπόδειγμα θαυμαστὸν τοῖς ἄλλοις ἀνθρώποις ἄλλος προτίθεται ἄνθρωπος, ἄνπερ ὑψηλὸς ᾖ τὴν διάνοιαν καὶ τὴν ἀρετὴν ἐπίδοξος καὶ ἱκανὸς δι’ ἑαυτοῦ τῇ ἀκλονήτῳ πρὸς τὰ δεινὰ συμπλοκῇ φανερῶσαι τὴν τέως κεκρυμμένην ἀλήθειαν.

Παραινεῖ οὖν τοῖς μηδὲν ὑπὲρ τὴν παροῦσαν ζωὴν διανοεῖσθαι δυναμένοις, μὴ θαῤῥοῦσι τῇ τοῦ σώματος ὑγείᾳ, καὶ τῷ κατὰ ῥοῦν φερομένῳ τῶν πραγμάτων δρόμῳ κατὰ τῶν τούτων ἐστερημένων ἐπαίρεσθαι, ἕως ἡ παροῦσα ἐνέστηκε ζωή, καὶ τὴν φθορὰν περίκεινται ταύτην, περὶ ἣν ἡ τροπὴ καὶ ἡ ἀλλοίωσις, ἀδήλου ὄντος τοῦ τί ἐκ τῆς τοῦ σώματος καὶ τῶν ἐκτὸς πραγμάτων ἀνωμαλίας τε καὶ ταραχῆς καὶ αὐτοῖς συμβήσεται. Τοῦτο γὰρ οἶμαι λέγειν αὐτὸν διὰ τοῦ “Ἕως ἂν καὶ παρ’ ἑαυτῆς ἡ ὕλη φέρῃ τὸ ἄτακτον,” ἀντὶ τοῦ “Ἕως ἂν ὑπὸ φθορὰν καὶ ἀλλοίωσίν ἐστι τοῦτο τὸ πᾶν,” καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμεθα, καὶ ἴσως τοῖς ἐξ αὐτοῦ διὰ τὴν ἔμφυτον ἀσθένειαν πολυτρόποις κακοῖς ὑποκείμεθα· μὴ κατ’ ἀλλήλων ἐπαιρώμεθα διὰ τὴν περὶ ἡμᾶς ἀνισότητα, ἀλλὰ μᾶλλον σώφρονι λογισμῷ τὴν τῆς ὁμοτίμου φύσεως ἀνωμαλίαν ἐξομαλίσωμεν, τὰς τῶν ἄλλων ἐλλείψεις ταῖς ἡμῶν αὐτῶν ἀναπληροῦντες ὑπερβολαῖς. Διὸ τυχὸν καὶ ἡ παροῦσα συνεχωρήθη πολιτεύεσθαι ἀνωμαλία, ἵνα δειχθῇ ἡ τοῦ ἐν ἡμῖν λόγου δύναμις προτιμῶσα πάντων τὴν ἀρετήν.

Πάντων γὰρ ἀνθρώπων ἡ αὐτή ἐστι τοῦ τε σώματος καὶ τῶν ἐκτὸς τροπὴ καὶ ἀλλοίωσις, φέρουσά τε καὶ φερομένη, καὶ μόνον τοῦτο κεκτημένη σταθερόν τε καὶ βάσιμον, τὸ ἄστατον καὶ φερόμενον. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸν ἅγιον Ἀθανάσιον λόγου, εἰς τό·

Οὐ γὰρ ἔχει τι ὑψηλότερον ἢ ὅλως ἕξει. Δοκεῖ μοι διὰ τούτων ἀπολῦσαι πάσης συγκριτικῆς τε καὶ διακριτικῆς καὶ ἄλλως πως λεγομένης σχέσεως τὸν διδασκόμενον ὁ θεόφρων οὗτος διδάσκαλος. Ἄσχετον γὰρ τὸ τοιοῦτον εἶδος τοῦ λόγου φασὶν οἱ περὶ ταῦτα δεινοί, καὶ ταὐτὸν δύνασθαι τῷ “ἀσυγκρίτως ὑπὲρ πάντα εἶναι” λέγειν, ὡς “δύναμιν” ἔχον “ὑπεροχικῆς ἀποφάσεως.” Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τό·