Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι πρὸς Θωμᾶν
Προοίμιο και προσφώνηση προς τον Θωμά
Εισαγωγικό μέρος της επιστολής, όπου εξάρεται η αρετή του παραλήπτη και εκφράζεται η ταπεινοφροσύνη του συγγραφέα προ της αναλήψεως του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και προσφώνηση προς τον Θωμά
Εισαγωγικό μέρος της επιστολής, όπου εξάρεται η αρετή του παραλήπτη και εκφράζεται η ταπεινοφροσύνη του συγγραφέα προ της αναλήψεως του έργου.
Περὶ διαφόρων ἀπόρων τῶν ἁγίων Διονυσίου καὶ Γρηγορίου, πρὸς Θωμᾶν τὸν ἡγιασμένον Τῷ ἡγιασμένῳ δούλῳ τοῦ θεοῦ πατρὶ πνευματικῷ καὶ διδασκάλῳ, κυρίῳ Θωμᾷ, Μάξιμος ταπεινὸς καὶ ἁμαρτωλὸς, ἀνάξιος δοῦλος καὶ μαθητής. Ἀπλανοῦς θεωρίας ἐξ ἐμμελοῦς περὶ τὰ θεῖα σπουδῆς, ἕξιν λαβὼν ἀναλλοίωτον, οὐχ’ ἁπλῶς σοφίας, ἀλλὰ τοῦ κάλλους αὐτῆς, θεῷ λίαν ἠγαπημένε, γέγονας ἐραστὴς σωφρονέστατος.
Σοφίας δὲ κάλλος ἐστὶν, γνῶσις ἔμπρακτος, ἢ πρᾶξις ἔνσοφος, ὧν ἐστι χαρακτὴρ, ὡς δι’ ἀμφοῖν συμπληρούμενος, ὁ τῆς θείας προνοίας καὶ κρίσεως λόγος, καθ’ ὃν αἰσθήσει τὸν νοῦν συμπλέξας διὰ τοῦ Πνεύματος, ἔδειξας ὡς ἀληθῶς πῶς ὁ θεὸς κατ’ εἰκόνα θεοῦ ποιεῖν πέφυκεν ἄνθρωπον, τόν τε πλοῦτον τῆς ἀγαθότητος κατέστησας γνώριμον, πολυτελῶς τῇ καλῇ μίξει τῶν ἐναντίων ἐν σεαυτῷ δεικνὺς τὸν θεὸν ταῖς ἀρεταῖς σωματούμενον· οὗ τῷ ὕψει συμμετρήσας μιμήσει τὴν κένωσιν, ἕως ἐμοῦ κατελθεῖν οὐκ ἀπηξίωσας, ἐκεῖνα ζητῶν ὧν πεπονθὼς ἔχεις τὴν εἴδησιν.
Εἰσὶ δὲ Διονυσίου καὶ Γρηγορίου κεφάλαια, τῶν ἁγίων ἐκείνων ὑπερευφήμων τε καὶ μακαρίων ἀνδρῶν, τῆς ὄντως ἐκλογῆς τῶν ἀνέκαθεν κατὰ πρόθεσιν τῶν αἰώνων θεῷ προσθεμένων, τῶν πᾶσαν ὡς ἀληθῶς τὴν ἐφικτὴν τοῖς ἁγίοις χύσιν τῆς σοφίας εἰσδεξαμένων, καὶ τῇ ἀποθέσει τῆς κατὰ φύσιν ζωῆς, ψυχῆς οὐσίαν πεποιημένων, καὶ διατοῦτο ζῶντα μονώτατον τὸν Χριστὸν ἐσχηκότων, καὶ τὸ δὴ μεῖζον εἰπεῖν, ψυχὴν αὐτοῖς τῆς ψυχῆς γεγενημένον, καὶ διὰ πάντων ἔργων τὲ καὶ λόγων καὶ νοημάτων πᾶσιν ἐμφανιζόμενον, ὡς ἐντεῦθεν ἐκείνων μὲν οὐκ εἶναι πεπεῖσθαι τὰ προταθέντα, Χριστοῦ δὲ, τοῦ κατὰ χάριν αὐτοῖς ἑαυτὸν ὑπαλλάξαντος.
Ἀλλὰ πῶς εἴπω κύριον Ἰησοῦν, μήπω πνεῦμα λαβὼν ἁγιότητος; Πῶς λαλήσω τὰς δυναστείας τοῦ κυρίου, ὁ μογγιλάλος καὶ τὸν νοῦν τῇ σχέσει προσηλώσας τῶν φθειρομένων; Πῶς ἀκουστὰς ποιήσω κἄν τινας αἰνέσεις αὐτοῦ, ὁ κωφὸς καὶ τὸ τῆς ψυχῆς ἀκουστικὸν διὰ τὴν πρὸς τὰ πάθη φιλίαν ἔχων παντελῶς ἀπεστραμμένον τοῦ Λόγου τὴν μακαρίαν φωνήν;
Πῶς ἐμφανὴς ὁ Λόγος γενήσεταί μοι τῷ ἡττημένῳ τῷ κόσμῳ, νικᾶν τὸν κόσμον, ἀλλ’ οὐκ ἐμφανίζεσθαι τῷ κόσμῳ πεφυκὼς, εἴπερ φιλύλῳ διαθέσει κατὰ φύσιν ἐστὶν ἀνεπίγνωστος; Πῶς οὐ τολμηρὸν τοῖς ἁγίοις τὸν ἐναγῆ, καὶ τοῖς καθαροῖς ἐγχειρεῖν τὸν ἀκάθαρτον;
Διὸ παρῃτησάμην ἂν τὴν ἐπὶ τοῖς κεκελευσμένοις ἐγχείρησιν, τὸν τῆς προπετείας ψόγον φοβούμενος, εἰ μὴ πλέον ἐδεδοίκειν τῆς ἀπειθείας τὸν κίνδυνον. Δυοῖν οὖν τούτοιν μέσος διαληφθεὶς, τῆς προπετείας αἱροῦμαι μᾶλλον τὸν ψόγον ὡς ἀνεκτότερον, φεύγων ὡς ἀσύγγνωστον τῆς ἀπειθείας τὸν κίνδυνον, καὶ τῇ μεσιτείᾳ τῶν ἁγίων, καὶ βοηθείᾳ τῶν ὑμετέρων εὐχῶν, Χριστοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν χορηγοῦντος τὸ νοεῖν εὐσεβῶς καὶ λέγειν δεόντως, περὶ ἑκάστου κεφαλαίου τὴν ἀπόκρισιν ὡς οἷόν τε ποιήσομαι σύντομον (πρὸς γὰρ διδάσκαλον ὁ λόγος, μικροῖς πορίζεσθαι μεγάλα δυνάμενον), ἀρχόμενος ἀπὸ Γρηγορίου τοῦ θεόφρονος, ὡς μᾶλλον ἡμῖν ὄντος τῷ χρόνῳ προσεχεστέρου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.