Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι πρὸς Θωμᾶν

Μάξιμος ὁ Ὁμολογητής

Τρίτη απορία: Η κένωση του Λόγου και η κατά χάριν θέωση

Ερμηνεία της θείας συγκατάβασης, με έμφαση στην ασύγχυτη ένωση των δύο φύσεων στο πρόσωπο του Χριστού και την ανάλογη θέωση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 9

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν, ὁ νῦν ἄνθρωπος, καὶ ἀσύνθετος ἦν. Ὃ μὲν ἦν διέμεινεν, ὃ δὲ οὐκ ἦν προσέλαβεν. Ἐν ἀρχῇ ἦν ἀναιτίως (τίς γὰρ αἰτία θεοῦ;), ἀλλὰ καὶ ὕστερον γέγονε δι’ αἰτίαν (ἡ δὲ ἦν, τὸ σὲ σωθῆναι τὸν ὑβριστὴν, ὃς διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατο), διὰ μέσου νοὸς ὁμιλήσας σαρκὶ, καὶ γενόμενος ἄνθρωπος, ὁ κάτω θεὸς, ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος.

Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος φησὶν, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν, παντὸς αἰῶνος δηλονότι καὶ πάσης δι’ ἑαυτὸν ὑπάρχων ἐπέκεινα φύσεως, κἂν ὑπ’ ἄμφω νῦν διὰ σὲ γεγένηται θέλων, ὁ νῦν ἄνθρωπος, καὶ ἀσύνθετος ἦν, τήν τε φύσιν ἁπλοῦς καὶ τὴν ὑπόστασιν, ἅτε δὴ μόνον θεὸς, γυμνὸς σώματος καὶ τῶν ὅσα σώματος, κἂν νῦν προσλήψει σαρκὸς ψυχὴν ἐχούσης νοερὰν, ὅπερ οὐκ ἦν γέγονε, τὴν ὑπόστασιν σύνθετος, διαμείνας ὅπερ ἦν, τὴν φύσιν ἁπλοῦς, ἵνα σὲ σώσῃ τὸν ἄνθρωπον.

Ταύτην γὰρ τῆς σαρκικῆς αὐτοῦ μόνην αἰτίαν ἔσχε γεννήσεως, τὴν σωτηρίαν τῆς φύσεως, ἧς ὑπελθὼν καθάπέρ τι πάχος τὸ παθητὸν, διὰ μέσου νοὸς ὡμίλησε σαρκὶ, γενόμενος ἄνθρωπος, ὁ κάτω θεὸς, πάντα ὑπὲρ πάντων γενόμενος ὅσα ἡμεῖς, πλὴν τῆς ἁμαρτίας· σῶμα, ψυχὴ, νοῦς, δι’ ὅσων ὁ θάνατος, τὸ κοινὸν ἐκ τούτων, ἄνθρωπος, θεὸς ὁρώμενος διὰ τὸ νοούμενον.

Αὐτὸς οὖν κυρίως δίχα τροπῆς πρὸς τὸ καθ’ ἡμᾶς φύσει παθητὸν κενωθεὶς ὁ Λόγος, καὶ ὑπὸ τὴν φυσικὴν ἀληθῶς διὰ σαρκώσεως γενόμενος αἴσθησιν, θεὸς ὁρατὸς, καὶ κάτω θεὸς προσηγορεύθη, διὰ σαρκὸς φύσει παθητῆς τὴν ὑπεράπειρον ἐμφανῆ ποιησάμενος δύναμιν, ἐπειδὴ συνανεκράθη θεῷ προδήλως ἡ σὰρξ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ὑποστατικῇ ταυτότητι κυρίως αὐτὴν τοῦ προσλαβόντος Λόγου θεώσαντος.

Εἷς δὲ γέγονεν, ἀλλ’ οὐχ’ ἓν ὁ διδάσκαλος εἶπεν, δεικνὺς ὅτι κἀν τῇ ταυτότητι τῆς μιᾶς ὑποστάσεως, μεμένηκεν ἡ φυσικὴ τῶν ἡνωμένων ἑτερότης ἀσύγχυτος, εἴπερ τὸ μὲν, ὑποστάσεως, τὸ δὲ, φύσεως ὑπάρχει δηλωτικόν.

Τὸ γὰρ ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος, οὐκ ἐμὸν λέγειν τοῦ ῥυπωθέντος τῇ ἁμαρτίᾳ, καὶ τελείως τῆς ὄντως οὔσης ἀνορεκτοῦντος ζωῆς, ἀλλ’ ὑμῶν τῶν ἀπολείψει τελείᾳ τῆς φύσεως, ἐκ μόνης γνωριζομένων τῆς χάριτος, καὶ μελλόντων ἐκ τῆς κατ’ αὐτὴν τοσοῦτον διαδειχθῆναι δυνάμεως, ὅσον ὁ φύσει θεὸς τῆς ἡμῶν σαρκωθεὶς ἀσθενείας μετείληφεν, ἀντιμετρουμένης ὡς οἶδεν αὐτὸς τῇ αὐτοῦ κενώσει, τῆς τῶν χάριτι σωζομένων θεώσεως, ὅλων θεοειδῶν, καὶ ὅλου θεοῦ χωρητικῶν καὶ μόνου γενησομένων. Τοῦτο γὰρ ἡ τελείωσις πρὸς ἣν σπεύδουσιν οἱ ταύτην ἀληθῶς ἔσεσθαι τὴν ἐπαγγελίαν πιστεύσαντες.