Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι πρὸς Θωμᾶν

Μάξιμος ὁ Ὁμολογητής

Η υπακοή του Χριστού και η αντίδοση των ιδιωμάτων

Εξέταση της ρήσης του αγίου Γρηγορίου του Θεολόγου για την υπακοή του Χριστού, θεολογική περιγραφή της αντίδοσης των ιδιωμάτων και συμπεράσματα για το μυστήριο της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 9

Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου περὶ Υἱοῦ λόγου, εἰς τὸ Ὡς μὲν γὰρ Λόγος, οὔτε ὑπήκοος ἦν, οὔτε ἀνήκοος. Τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα καὶ τῶν δευτέρων, τὸ μὲν, τῶν εὐγνωμονεστέρων, τὸ δὲ, τῶν ἀξίων κολάσεως. Ὡς δὲ δούλου μορφὴ, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν. Διατοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοὴν, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν. Οὐ γὰρ ἱκανὸν ἡ διάθεσις, ὥσπερ οὐ δὲ ἡμῖν, εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν. Ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Οὐ χεῖρον δὲ ἴσως κἀκεῖνο ὑπολαβεῖν, ὅτι δοκιμάζει τὴν ἡμετέραν ὑπακοὴν, καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι τὰ ἡμέτερα, τέχνῃ φιλανθρωπίας, ὥστε ἔχειν εἰδέναι τοῖς ἑαυτοῦ τὰ ἡμέτερα, καὶ πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα, λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας.

Ὡς μὲν γὰρ φύσει θεὸς Λόγος, ὑπακοῆς φησὶ καὶ παρακοῆς πάντως ἐλεύθερος, ὅτι καὶ φύσει πάσης ἐντολῆς ὡς κύριος ὑπάρχει δοτὴρ, ἧς ἡ μὲν ὑπακοὴ, τήρησίς ἐστιν, ἡ δὲ παρακοὴ, παράβασις. Τῶν γὰρ φύσει κινουμένων, ὁ κατ’ ἐντολὴν νόμος καὶ ἡ κατ’ αὐτὸν πλήρωσις ἐστὶ καὶ παράβασις, οὐχ’ οὗ φύσει τὸ εἶναι στάσις ἐστίν.

Ὡς δὲ δούλου μορφὴ, τουτέστιν ἄνθρωπος φύσει γενόμενος, συγκατέβη τοῖς ὁμοδούλοις καὶ δούλοις, μορφωθεὶς τὸ ἀλλότριον, ἅμα τῇ φύσει, καὶ τὸ καθ’ ἡμᾶς τῆς φύσεως ὑποδὺς παθητόν. Ἀλλότριον γὰρ τοῦ κατὰ φύσιν ἀναμαρτήτου, τὸ τοῦ ἁμαρτήσαντος ἐπιτίμιον, ὅπέρ ἐστι τὸ διὰ τὴν παράβασιν κατακριθὲν τῆς ὅλης φύσεως παθητόν.

Εἰ δὲ κενωθεὶς μὲν, δούλου μορφὴ, τουτέστιν ἄνθρωπος, συγκαταβὰς δὲ, μορφοῦται τὸ ἀλλότριον, τουτέστιν ἄνθρωπος φύσει γίνεται παθητὸς, κένωσις ἄρα περὶ αὐτὸν ὡς ἀγαθὸν ὁμοῦ καὶ φιλάνθρωπον θεωρεῖται καὶ συγκατάβασις, ἡ μὲν, ἄνθρωπον ἀληθῶς, ἡ δὲ, φύσει παθητὸν ἄνθρωπον ἀληθῶς ὄντα δεικνῦσα γεγενημένον. Διὸ φησὶν ὁ διδάσκαλος· ὅλον ἐν ἑαυτῷ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν, τουτέστι τὴν ἀνθρωπείαν φύσιν ὁλόκληρον, ἑνώσει τῇ καθ’ ὑπόστασιν, μετὰ τῶν αὐτῆς ἀδιαβλήτων παθῶν· οἷς ἡμῶν δαπανήσας τὸ χεῖρον, δι’ ὃ τῇ φύσει τὸ παθητὸν ἐπεισεκρίθη (λέγω δὲ τὸν ἐκ τῆς παρακοῆς νόμον τῆς ἁμαρτίας, οὗ κράτος ἐστὶν ἡ παρὰ φύσιν τῆς ἡμετέρας γνώμης διάθεσις, ἐμπάθειαν τῷ παθητῷ τῆς φύσεως ἐπεισάγουσα κατ’ ἄνεσιν καὶ ἐπίτασιν), οὐ μόνον σέσωκεν ὑπὸ τῆς ἁμαρτίας κατεχομένους, ἀλλὰ καὶ θείας δυνάμεως μεταδέδωκεν, ἐν ἑαυτῷ λύσας ἡμῶν τὸ ἐπιτίμιον, ψυχῆς ἀτρεψίαν, καὶ σώματος ἀφθαρσίαν ἐργαζομένης ἐν τῇ περὶ τὸ φύσει καλὸν τῆς γνώμης ταυτότητι, τοῖς ἔργῳ τιμᾶν τὴν χάριν σπουδάζουσιν. Ὅπερ οἶμαι διδάσκων ὁ ἅγιος φησίν· ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος, κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν, καθαρὸς δηλαδὴ τῇ χάριτι πάθους ἴσως ἐκείνῳ γενόμενος.

Οἶδα δὲ καὶ λόγον ἕτερον περὶ τοῦ μορφοῦται τὸ ἀλλότριον, παρά τινος ἁγίου σοφοῦ τε καὶ λόγον καὶ βίον μαθών. Ἔλεγε γὰρ ἐρωτηθεὶς ἐκεῖνος, ἀλλότριον εἶναι τοῦ Λόγου φύσει τὴν ὑπακοὴν, ὥσπερ καὶ τὴν ὑποταγὴν, ἣν ὑπὲρ ἡμῶν παραβάντων τὴν ἐντολὴν ἐκτίσας, ὅλην εἰργάσατο τοῦ γένους τὴν σωτηρίαν, ἑαυτοῦ ποιούμενος τὸ ἡμέτερον.

Διατοῦτο ἔργῳ τιμᾷ τὴν ὑπακοὴν, νέος Ἀδὰμ ὑπὲρ τοῦ παλαιοῦ φύσει γενόμενος, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν, διὰ τῶν αὐτῶν ἑκουσίως ἡμῖν ἐνεχθεὶς παθημάτων, εἴπερ κατὰ τοῦτον ἀληθῶς τὸν μέγαν διδάσκαλον ἐκοπίασε καὶ ἐπείνησε καὶ ἐδίψησε καὶ ἠγωνίασε καὶ ἐδάκρυσε νόμῳ σώματος, ὃ δὴ σαφὴς ἐνεργοῦς ἐστιν ἀπόδειξις διαθέσεως, καὶ τῆς πρὸς τοὺς ὁμοδούλους τὲ καὶ δούλους τεκμήριον συγκαταβάσεως.

Δεσπότης γὰρ φύσει μεμένηκε, καὶ δοῦλος δι’ ἐμὲ τὸν φύσει δοῦλον γενόμενος, ἵνα ποιήσῃ δεσπότην τοῦ δι’ ἀπάτης τυραννικῶς κυριεύσαντος. Διὰ τοῦτο τὰ μὲν δουλικὰ δεσποτικῶς ἐνεργῶν, τουτέστι τὰ σαρκικὰ θεϊκῶς, τὴν ἀπαθῆ καὶ φύσει δεσπόζουσαν ἐν τοῖς σαρκικοῖς ἐπεδείκνυτο δύναμιν, διὰ πάθους τὴν φθορὰν ἀφανίζουσαν, καὶ διὰ θανάτου ζωὴν δημιουργοῦσαν ἀνώλεθρον. Τὰ δεσποτικὰ δὲ πράττων δουλικῶς, τουτέστι τὰ θεϊκὰ σαρκικῶς, τὴν ἄφατον ἐνεδείκνυτο κένωσιν, διὰ σαρκὸς παθητῆς τὸ γένος ἅπαν τῇ φθορᾷ γεωθὲν θεουργοῦσαν. Τῇ γὰρ τούτων ἐπαλλαγῇ σαφῶς ἐπιστοῦτο τάς τε φύσεις ὧν αὐτὸς ὑπόστασις ἦν, καὶ τὰς αὐτῶν οὐσιώδεις ἐνεργείας ἤγουν κινήσεις, ὧν αὐτὸς ἕνωσις ἦν ἀσύγχυτος, μὴ δεχομένη διαίρεσιν κατ’ ἄμφω τὰ φύσεις ὧν αὐτὸς ὑπόστασις ἦν, εἴπερ ἑαυτῷ προσφυῶς, μοναδικῶς τουτέστιν ἑνοειδῶς ἐνεργῶν, καὶ δι’ ἑκάστου τῶν ὑπ’ αὐτοῦ γινομένων, τῇ δυνάμει τῆς ἑαυτοῦ θεότητος ἀχωρίστως συνεκφαίνων τῆς οἰκείας σαρκὸς τὴν ἐνέργειαν.

Αὐτοῦ γὰρ ἑνὸς ὄντος οὐδὲν ἑνικώτερον, οὐ δ’ αὐτοῦ πάλιν τῶν ἑαυτοῦ παντελῶς ἑνωτικώτερον ἢ σωστικώτερον. Διατοῦτο καὶ πάσχων, θεὸς ἦν ἀληθῶς, καὶ θαυματουργῶν, ἄνθρωπος ἦν ὁ αὐτὸς ἀληθῶς, ὅτι καὶ φύσεων ἀληθῶν καθ’ ἕνωσιν ἄρρητον ὑπόστασις ἦν ἀληθής· αἷς καταλλήλως τε καὶ προσφυῶς ἐνεργῶν, ἐδείκνυτο σώζων αὐτὰς ἀληθῶς, ἀσυγχύτους σωζόμενος, εἴπερ ἀπαθὴς μεμένηκε φύσει καὶ παθητὸς, ἀθάνατος καὶ θνητὸς, ὁρατὸς καὶ νοούμενος, ὡς φύσει θεὸς καὶ φύσει ἄνθρωπος ὁ αὐτός.

Οὕτω μὲν οὖν κατ’ ἐμὲ φάναι τιμᾷ τὴν ὑπακοὴν ὁ φύσει δεσπότης, καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν, οὐχ’ ἵνα σώσῃ μόνον τοῖς ἑαυτοῦ τὴν ἅπασαν φύσιν ἀποκαθήρας τοῦ χείρονος, ἀλλ’ ἵνα καὶ τὴν ἡμετέραν ὑπακοὴν δοκιμάσῃ, μανθάνων τῇ πείρᾳ τῶν ἡμετέρων τὰ καθ’ ἡμᾶς, ὁ πᾶσαν γνῶσιν φύσει περιγράφων, πόσον μὲν ἀπαιτούμεθα, πόσον δὲ συγχωρούμεθα πρὸς τὴν τελείαν ὑποταγὴν, δι’ ἧς προσάγειν πέφυκε τῷ Πατρὶ τοὺς σωζομένους, κατ’ αὐτὸν φανέντας τῇ δυνάμει τῆς χάριτος.

Ὡς μέγα καὶ φρικτὸν ὄντως τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον. Ἀπαιτούμεθα γὰρ ὅσον ἐκεῖνος φύσει τὸ καθ’ ἡμᾶς, συγχωρούμεθα δὲ ὅσον αὐτὸς ὑπὲρ ἡμᾶς ἑνώσει τὸ καθ’ ἡμᾶς, εἰ μή που γνώμης φιλαμαρτήμονος ἕξις ποιεῖται κακίας ὕλην, τῆς φύσεως τὴν ἀσθένειαν. Καὶ δῆλός ἐστι ταύτης ὑπάρχων τῆς ἐννοίας ὁ πολὺς οὗτος διδάσκαλος, τοῖς ἑξῆς αὐτὴν βεβαιῶν.

Φησὶ γάρ· Εἰ γὰρ τὸ φῶς ἐδιώχθη διὰ τὸ πρόβλημα, φαῖνον ἐν τῇ σκοτίᾳ (τῷ βίῳ τούτῳ), ὑπὸ τῆς ἄλλης σκοτίας (τοῦ πονηροῦ λέγω καὶ τοῦ πειραστοῦ), τὸ σκότος πόσον, ὡς ἀσθενέστερον; Καὶ τί θαυμαστὸν εἰ ἐκείνου διαφυγόντος παντάπασιν, ἡμεῖς ποσῶς καὶ καταληφθείημεν; Μεῖζον γὰρ ἐκείνῳ τὸ διωχθῆναι, ἤπερ ἡμῖν τὸ καταληφθῆναι, παρὰ τοῖς ὀρθῶς ταῦτα λογιζομένοις.