Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι πρὸς Θωμᾶν

Μάξιμος ὁ Ὁμολογητής

Η επιστολή προς Γάιον και το ακατάληπτο μυστήριο της σαρκώσεως

Εξήγηση με αφορμή την επιστολή του αγίου Διονυσίου του Αρεοπαγίτου για την πλήρη και αναλλοίωτη πρόσληψη της ανθρώπινης ουσίας από τον υπερούσιο Θεό Λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 9

Εἰς τὴν πρὸς Γάϊον τὸν θεραπευτὴν ἐπιστολὴν τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου, ἐπισκόπου Ἀθηνῶν. Πῶς φὴς Ἰησοῦς ὁ πάντων ἐπέκεινα, πᾶσιν ἐστὶν ἀνθρώποις οὐσιωδῶς συντεταγμένος; Οὐ δὲ γὰρ ὡς αἴτιος ἀνθρώπων ἐνθάδε λέγεται ἄνθρωπος, ἀλλ’ ὡς αὐτὸ κατ’ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπος ὤν.

Ἐπειδὴ κατὰ τὴν ἁπλῆν ἐκδοχὴν τῆς ἁγίας γραφῆς, ὡς πάντων αἴτιος ὁ θεὸς, πᾶσι σημαίνεται τοῖς τῶν ἐξ αὐτοῦ παρηγμένων ὀνόμασιν, οἰόμενον τυχὸν καὶ μετὰ τὴν σάρκωσιν τούτῳ μόνον τῷ τρόπῳ πάλιν ἄνθρωπον τὸν θεὸν ὀνομάζεσθαι, τούτοις τὸν θεραπευτὴν Γάϊον ἐπανορθοῦται τοῖς ῥήμασιν ὁ πολὺς Διονύσιος, διδάσκων ὡς οὐχ’ ἁπλῶς ὁ τῶν ὅλων θεὸς σαρκωθεὶς λέγεται ἄνθρωπος, ἀλλ’ ὡς αὐτὸ κατ’ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπος ὢν, ἧς μόνη τὲ καὶ ἀληθής ἐστιν ἀπόδειξις, ἡ κατὰ φύσιν αὐτῆς συστατικὴ δύναμις· ἣν οὐκ ἄν τις ἁμάρτοι τῆς ἀληθείας, φυσικὴν φήσας ἐνέργειαν, κυρίως τὲ καὶ πρώτως χαρακτηριστικὴν αὐτῆς, ὡς εἰδοποιὸν ὑπάρχουσαν κίνησιν γενικωτάτην, πάσης τῆς φυσικῶς αὐτῇ προσούσης περιεκτικὴν ἰδιότητος, ἧς χωρὶς μόνον ἐστὶ τὸ μὴ ὂν, ὡς μόνου τοῦ μηδαμῶς ὄντος κατὰ τοῦτον τὸν μέγαν διδάσκαλον, οὔτε κίνησιν οὔτε ὕπαρξιν ἔχοντος.

Τρανότατα γοῦν διδάσκει, μηδὲν ἠρνῆσθαι παντάπασι τῶν ἡμετέρων τὸν θεὸν σαρκωθέντα, πλὴν τῆς ἁμαρτίας, ἐπεὶ μὴ δὲ τῆς φύσεως ἦν, οὐχ’ ἁπλῶς ἄνθρωπον, ἀλλ’ αὐτὸ κατ’ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπον ὄντα διαρρήδην ἀποφηνάμενος· οὗ κυρίως εἶναι διὰ τῶν ἐπαγομένων, καὶ τὴν κλῆσιν ἀνθρωπικῶς οὐσιωθέντος διατεινόμενος φησίν· Ἡμεῖς δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν, ἐπεὶ μὴ ψιλὸν ἄνθρωπον αὐτὸν δογματίζομεν, τέμνοντες τὴν ὑπὲρ ἔννοιαν ἕνωσιν. Οὐσιωδῶς γὰρ, ἀλλ’ οὐχ’ ὡς ἀνθρώπων αἰτίου, ἐπ’ αὐτοῦ τοῦ φύσει θεοῦ καθ’ ἡμᾶς ἀληθῶς οὐσιωθέντος, τὸ ἄνθρωπος ὄνομα λέγομεν. Οὐ δὲ γὰρ ἄνθρωπος μόνον, ὅτι καὶ θεὸς ὁ αὐτὸς, οὐ δὲ ὑπερούσιος μόνον, ὅτι καὶ ἄνθρωπος ὁ αὐτὸς, εἴπερ μὴ ψιλὸς ἄνθρωπος, μήτε γυμνὸς ὑπάρχει θεὸς, ἀλλ’ ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος.

Ἀπείρῳ γὰρ πόθῳ τῷ πρὸς ἀνθρώπους, ὅπέρ ἐστιν ἀληθῶς αὐτὸ φύσει τὸ ποθούμενον γέγονε, μήτε τί πεπονθὼς εἰς ἰδίαν οὐσίαν πρὸς τῆς ἀφθέγκτου κενώσεως, μήτε τί τῆς ἀνθρωπίνης διὰ τὴν ἀπόρρητον πρόσληψιν ἀμείψας ἢ μειώσας τὸ σύνολον φύσεως, ὧν ὁ λόγος κυρίως αὐτῆς καθέστηκε σύστασις, ὑπὲρ ἀνθρώπους (ὅτι θεϊκῶς, ἀνδρὸς γὰρ χωρίς) καὶ κατὰ ἀνθρώπους (ἀνθρωπικῶς γὰρ, ὅτι νόμῳ κυήσεως) ἐκ τῆς ἀνθρώπων οὐσίας ὁ ὑπερούσιος οὐσιωμένος. Οὐ γὰρ ψιλὴν μόνην ἐφάντασεν ἡμῖν ἐν ἑαυτῷ τὴν ἐν εἴδει σαρκὸς διαμόρφωσιν, κατὰ τοὺς Μανιχαίων λήρους, ἢ σάρκα συνουσιωμένην οὐρανόθεν ἑαυτῷ συγκατήγαγε, κατὰ τοὺς Ἀπολιναρίου μύθους, ἀλλ’ αὐτὸ κατ’ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπος γεγονὼς, προσλήψει δηλονότι σαρκὸς νοερῶς ἐψυχωμένης, ἑνωθείσης αὐτῷ καθ’ ὑπόστασιν.

Ἔστιν δὲ οὐδὲν ἧττον ὑπερουσιότητος ὑπερπλήρης ὁ ἀεὶ ὑπερούσιος. Οὐ γὰρ ὑπεζεύχθη τῇ φύσει γενόμενος ἄνθρωπος. Τοὐναντίον δὲ μᾶλλον συνεπῆρεν ἑαυτῷ τὴν φύσιν, ἕτερον αὐτὴν ποιήσας μυστήριον, αὐτός τε μείνας παντάπασιν ἄληπτος, καὶ τὴν οἰκείαν σάρκωσιν, λαχοῦσαν γένεσιν ὑπερούσιον, μυστηρίου παντὸς δείξας ἀληπτοτέραν, τοσοῦτον καταληπτὸς δι’ αὐτὴν γεγονὼς ὅσῳ πλέον ἐγνώσθη δι’ αὐτῆς ἀληπτότερος.

Κρύφιος γάρ ἐστι καὶ μετὰ τὴν ἔκφανσιν, φησὶν ὁ διδάσκαλος, ἢ ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῇ ἐκφάνσει. Καὶ τοῦτο γὰρ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγῳ οὐ δὲ νῷ τὸ κατ’ αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ καὶ λεγόμενον ἄρρητον μένει, καὶ νοούμενον ἄγνωστον. Τί τούτου πρὸς ἀπόδειξιν θείας ὑπερουσιότητος γένοιτ’ ἂν ἀποδεικτικώτερον, ἐκφάνσει τὸ κρύφιον, καὶ λόγῳ τὴν ἀφασίαν, καὶ νῷ δηλούσης τὴν καθ’ ὑπεροχὴν ἀγνωσίαν, καὶ τὸ δὴ μεῖζον εἰπεῖν οὐσιώσει τὸ ὑπερούσιον;

Ἀμέλει τῇ ταύτης περιουσίᾳ, καὶ εἰς οὐσίαν ἀληθῶς ἐλθὼν, ὑπὲρ οὐσίαν οὐσιώθη, τοὺς νόμους δηλαδὴ καινοτομήσας τῆς κατὰ φύσιν γενέσεως, καὶ δίχα τῆς ἐξ ἀνδρὸς ἐν εἴδει σπορᾶς ἀληθῶς γενόμενος ἄνθρωπος. Καὶ δηλοῖ Παρθένος αὐτὸν ὑπερφυῶς κύουσα τὸν ὑπερούσιον Λόγον, χωρὶς ἀνδρὸς ἐκ τῶν αὐτῆς παρθενικῶν αἱμάτων ἀνθρωπικῶς ξένῳ παρὰ τὴν φύσιν θεσμῷ διαπλαττόμενον.