Τί ἄν τις τὰ λοιπὰ πάμπολλα ὄντα διέλθοι, δι’ ὧν ὁ θείως ὁρῶν ὑπὲρ νοῦν γνώσεται καὶ τὰ ἐπὶ τῇ φιλανθρωπίᾳ τοῦ Ἰησοῦ καταφασκόμενα, δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα; Τὰ γὰρ τῆς φύσεως πάντα μετὰ τῆς φύσεως κατὰ σύλληψιν ἄρρητον ὑποδὺς ὁ ὑπερούσιος Λόγος, οὐδὲν εἶχεν ἀνθρώπινον φυσικῷ λόγῳ καταφασκόμενον, ὃ μὴ καὶ θεῖον ἦν, τρόπῳ τῷ ὑπὲρ φύσιν ἀποφασκόμενον, ὧν ὑπὲρ νοῦν ὡς ἀναπόδεικτος ὑπῆρχεν ἡ γνῶσις, μόνην κατάληψιν ἔχουσα τὴν πίστιν τῶν γνησίως τὸ τοῦ Χριστοῦ σεβαζομένων μυστήριον, οὗτινος ὥσπερ συνοπτικὸν τὸν λόγον ἀποδιδοὺς φησίν· Καὶ γὰρ ἵνα συνελόντες εἴπωμεν, οὐ δὲ ἄνθρωπος ἦν, ὅτι φύσει τῆς κατὰ φύσιν ἀνάγκης ἄνετος ἦν, τῷ καθ’ ἡμᾶς οὐχ’ ὑπαχθεὶς θεσμῷ τῆς γενέσεως, οὐχ’ ὡς μὴ ἄνθρωπος, ὅτι κατ’ οὐσίαν ὅλην ἀληθῶς ἄνθρωπος ἦν, φύσει τῶν καθ’ ἡμᾶς φυσικῶν ἀνεχόμενος, ἀλλ’ ὡς ἐξ ἀνθρώπων, ἐπείπερ ἡμῖν ὁμοούσιος ἦν, ὅπερ ἡμεῖς κατὰ φύσιν ἄνθρωπος ὢν, ἀνθρώπων ἐπέκεινα, καινότητι τρόπων ὅπερ οὐχ’ ἡμεῖς τὴν φύσιν περιγράφων, καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς ἄνθρωπος γεγονὼς, τοὺς ὑπὲρ φύσιν τρόπους καὶ τοὺς κατὰ φύσιν λόγους ἀλυμάντως ἀλλήλοις ἔχων συνημμένους, ὧν ἀμήχανος ἡ σύμβασις ἦν, αὐτὸς ᾧ μηδέν ἐστιν ἀμήχανον, ἀληθὴς γενόμενος ἕνωσις, μηδετέρῳ τὸ παράπαν ὧν ὑπόστασις ἦν, θατέρου κεχωρισμένως ἐνεργῶν, δι’ ἑκατέρου δὲ μᾶλλον πιστούμενος θάτερον, εἴπερ ἄμφω κατ’ ἀλήθειαν ὤν.