Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀπορίαι πρὸς Θωμᾶν

Μάξιμος ὁ Ὁμολογητής

Η καινή θεανδρική ενέργεια και η αναίρεση της μιας φυσικής ενέργειας

Ερμηνεία της καινής θεανδρικής ενέργειας, θεολογική επιχειρηματολογία κατά της ταύτισης των φυσικών ενεργειών και επεξήγηση του μυστηρίου μέσω του παραδείγματος του πεπυρακτωμένου ξίφους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 8 από 9

Ὡς μὲν θεὸς, τῆς ἰδίας ἦν κινητικὸς ἀνθρωπότητος, ὡς ἄνθρωπος δὲ, τῆς οἰκείας ἐκφαντικὸς ὑπῆρχε θεότητος, θεϊκῶς μὲν ἵν’ οὕτως εἴπω τὸ πάσχειν ἔχων (ἑκούσιον γάρ), ἐπεὶ μὴ ψιλὸς ἄνθρωπος ἦν, ἀνθρωπικῶς δὲ τὸ θαυματουργεῖν (διὰ σαρκὸς γάρ), ἐπεὶ μὴ γυμνὸς ὑπῆρχε θεὸς, ὡς εἶναι τὰ μὲν πάθη θαυμαστὰ, τῇ κατὰ φύσιν θεϊκῇ δυνάμει τοῦ πάσχοντος καινιζόμενα, τὰ δὲ θαύματα παθητὰ, τῇ κατὰ φύσιν τοῦ αὐτοῦ θαυματουργοῦντος παθητικῇ δυνάμει συμπληρούμενα τῆς σαρκὸς, ὅπερ εἰδὼς ὁ διδάσκαλος φησίν· Καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, ὅτι μὴ μόνον θεϊκῶς κεχωρισμένα σαρκός (οὐ γὰρ ὑπερούσιος μόνον), οὔτε τὰ ἀνθρώπινα κατὰ ἄνθρωπον, ὅτι μὴ μόνον σαρκικῶς κεχωρισμένα θεότητος (οὐ γὰρ ἄνθρωπος μόνον), ἀλλ’ ἀνδρωθέντος θεοῦ, καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος.

Καὶ γὰρ προσλήψει σαρκὸς νοερῶς ἐψυχωμένης ἀληθῶς ἄνθρωπος γεγονὼς ὁ διαφερόντως φιλάνθρωπος, τήν τε θεϊκὴν ἐνέργειαν καθ’ ἕνωσιν ἄρρητον τῇ συμφυΐᾳ τῆς σαρκικῆς ἐσχηκὼς ἀνδρωθεῖσαν, τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πεπλήρωκε, θεανδρικῶς, ἤγουν θεϊκῶς ἅμα καὶ ἀνδρικῶς, τά τε θεῖα καὶ τὰ ἀνθρώπινα δράσας, ἢ σαφέστερον εἰπεῖν, θεϊκὴν ἐν ταυτῷ καὶ ἀνδρικὴν ἐνέργειαν πεπολιτευμένος.

Οὐκοῦν ἀποφάσει τῆς τῶν θείων καὶ ἀνθρωπίνων πρὸς ἄλληλα διαιρέσεως, τὴν τῆς ἑνώσεως κατάφασιν ὁ σοφὸς ποιησάμενος, τὴν φυσικὴν τῶν ἡνωμένων διαφορὰν οὐκ ἠγνόησεν. Ἡ γὰρ ἕνωσις τὴν διαίρεσιν ἀπωσαμένη, τὴν διαφορὰν οὐκ ἐλώβησεν.

Εἰ δὲ τῆς διαφορᾶς τὸν λόγον ὁ τῆς ἑνώσεως τρόπος ἔχει σωζόμενον, ἄρα περίφρασίς ἐστιν ἡ τοῦ ἁγίου φωνὴ, καταλλήλῳ κλήσει τοῦ διττοῦ τὴν φύσιν Χριστοῦ τὴν διττὴν παραδηλοῦντος ἐνέργειαν (εἴπερ φύσει τὲ καὶ ποιότητι κατ’ οὐδένα τρόπον ἐκ τῆς ἑνώσεως ὁ τῶν ἡνωμένων οὐσιώδης μεμείωται λόγος), ἀλλ’ οὐχ’ ὥς τινες ἀποφάσει τῶν ἄκρων, τινὸς μέσου ποιουμένου κατάφασιν. Οὐκ ἔστι γάρ τι μέσον ἐπὶ Χριστοῦ, τῇ τῶν ἄκρων ἀποφάσει καταφασκόμενον. «Καινὴν» μὲν, ὡς καινοῦ μυστηρίου χαρακτηριστικὴν, οὗ λόγος ἐστὶν ὁ ἀπόρρητος τρόπος τῆς συμφυΐας. Τίς γὰρ ἔγνω πῶς σαρκοῦται θεὸς, καὶ μένει θεός; Πῶς μένων θεὸς ἀληθὴς, ἄνθρωπος ἐστὶν ἀληθὴς, ἄμφω δεικνὺς ἑαυτὸν ἀληθῶς ὑπάρξει φυσικῇ, καὶ δι’ ἑκατέρου θάτερον, καὶ μηδετέρῳ τρεπόμενος;

Ταῦτα μόνη πίστις χωρεῖ, σιγῇ τιμῶσα τὸν Λόγον, οὗτινος τῇ φύσει, τῶν ὄντων ἐμπέφυκε λόγος οὐδείς. «Θεανδρικὴν» δὲ, οὐχ’ ὡς ἁπλῆν, οὐ δὲ πρᾶγμα τι σύνθετον, καὶ ἢ μόνης γυμνῆς κατὰ φύσιν θεότητος, ἢ μόνης ψιλῆς ὑπάρχουσαν ἀνθρωπότητος, ἢ συνθέτῳ φύσει τινῶν ἄκρων μεταιχμίῳ προσήκουσαν, ἀλλ’ ἀνδρωθέντι θεῷ τουτέστι τελείως ἐνανθρωπήσαντι προσφυεστάτην.

Οὐ δ’ αὖ πάλιν «μίαν», ὡς οὐκ ἂν ἄλλως νοηθῆναι τῆς καινῆς, καθά τισιν ἔδοξεν, ἢ μιᾶς δυναμένης. Ποιότητος γὰρ, ἀλλ’ οὐ ποσότητος ἡ καινότης, ἐπεὶ καὶ φύσιν ἐξ ἀνάγκης ἑαυτῇ συνεισάξει τοιαύτην (εἴπερ πάσης φύσεως ὅρος, ὁ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας καθέστηκε λόγος), ἣν οὐ δὲ πλάστης εἴποι ποτ’ ἂν τραγελάφων μύθοις φιλοτιμούμενος. Πῶς δὲ καὶ τούτου δοθέντος, ὁ τοῦτο πεφυκὼς μίαν ἔχων ἐνέργειαν, καὶ ταύτην φυσικὴν, ἐπιτελέσει τῇ αὐτῇ τὰ θαύματα καὶ τὰ πάθη, λόγῳ φύσεως ἀλλήλων διαφέροντα, δίχα στερήσεως ἐπισυμβαινούσης τῇ ἀπογενέσει τῆς ἕξεως; Οὐδὲν γὰρ τῶν ὄντων μιᾷ καὶ τῇ αὐτῇ ἐνεργείᾳ τἀναντία πέφυκε δρᾶν, ὅρῳ τὲ καὶ λόγῳ συνεχόμενον φύσεως.

Διὸ μίαν ἁπλῶς ἢ φυσικὴν ἐπὶ Χριστοῦ θεότητος καὶ σαρκὸς ἐνέργειαν λέγειν οὐ θέμις, εἴπερ μὴ ταυτὸν ποιότητι φυσικῇ θεότης καὶ σὰρξ, ἐπεὶ καὶ φύσιν, καὶ γενήσεται τετρὰς ἡ τριάς. Οὐδενὶ γὰρ ᾧ πέφυκεν εἶναι διὰ τὴν μίαν οὐσίαν Πατρὶ καὶ Πνεύματι ταυτὸν ὁ Υἱὸς, γέγονε ταυτὸν τῇ σαρκὶ διὰ τὴν ἕνωσιν, κἂν πεποίηκεν αὐτὴν ζωοποιὸν ἑνώσει τῇ πρὸς αὐτὸν, ἔχουσαν τὸ φύσει θνητὸν, ἐπεὶ καὶ τρεπτῆς ὑπάρχων δειχθήσεται φύσεως, καὶ τὴν οὐσίαν τῆς σαρκὸς εἰς ὅπερ οὐκ ἦν ἀλλοιώσας, καὶ ταυτὸν πεποιηκὼς τῇ φύσει τὴν ἕνωσιν.

Τὴν γὰρ θεανδρικὴν ἐνέργειαν ὡς ἀπεδόθη νοήσωμεν, ἣν ἡμῖν οὐχ’ ἑαυτῷ πολιτευσάμενος, τὴν φύσιν τοῖς ὑπὲρ φύσιν ἐκαίνισε. Πολιτεία γάρ ἐστιν, βίος κατὰ νόμον φύσεως διεξαγόμενος. Διπλοῦς δὲ τὴν φύσιν ὁ κύριος, εἰκότως βίον ἔχων ἐφάνη κατάλληλον, νόμῳ τὲ θείῳ καὶ ἀνθρωπίνῳ κατὰ ταυτὸν ἀσυγχύτως συγκεκροτημένον, καινὸν καὶ αὐτὸν, οὐχ’ ὡς μόνον ξένον τοῖς ἐπὶ γῆς καὶ παράδοξον καὶ οὔπω τῇ φύσει τῶν ὄντων διεγνωσμένον, ἀλλὰ καὶ χαρακτῆρα καινῆς τοῦ καινῶς βιώσαντος ἐνεργείας, ἣν θεανδρικὴν τυχὸν προσηγόρευσεν ὁ τῷ μυστηρίῳ τούτῳ κλῆσιν ἐπινοήσας ἁρμόδιον, ἵνα δείξῃ τὸν κατὰ τὴν ἀπόρρητον ἕνωσιν τῆς ἀντιδόσεως τρόπον, κατ’ ἐπαλλαγὴν τὰ φυσικῶς ἑκατέρῳ μέρει τοῦ Χριστοῦ προσόντα, θατέρῳ πεποιημένον, χωρὶς τῆς ἑκατέρου μέρους πρὸς θάτερον κατὰ τὸν φύσει λόγον μεταβολῆς καὶ συμφύρσεως.

Ὥσπερ γὰρ τοῦ πυρακτωθέντος ξίφους τὸ τμητικὸν γέγονε καυστικὸν, καὶ τὸ καυστικὸν τμητικόν (ἡνώθη γὰρ ὥσπερ τῷ σιδήρῳ τὸ πῦρ, οὕτω καὶ τῷ τοῦ σιδήρου τμητικῷ τὸ τοῦ πυρὸς καυστικόν), καὶ γέγονε μὲν καυστικὸς ὁ σίδηρος, ἑνώσει τῇ πρὸς τὸ πῦρ, καὶ τμητικὸν τὸ πῦρ, ἑνώσει τῇ πρὸς τὸν σίδηρον, οὐδέτερον δὲ τροπὴν τῇ καθ’ ἕνωσιν ἀντιδόσει πρὸς θάτερον πέπονθεν, ἀλλ’ ἑκάτερον κἀν τῇ τοῦ συγκειμένου καθ’ ἕνωσιν ἰδιότητι μεμένηκε τῆς κατὰ φύσιν οἰκείας ἀνέκπτωτον, οὕτως κἀν τῷ μυστηρίῳ τῆς θείας σαρκώσεως, θεότης καὶ ἀνθρωπότης ἡνώθη καθ’ ὑπόστασιν, μηδετέρας τῆς φυσικῆς ἐκστάσης ἐνεργείας διὰ τὴν ἕνωσιν, μήτε μὴ ἄσχετον αὐτὴν κεκτημένης μετὰ τὴν ἕνωσιν, καὶ τῆς συγκειμένης καὶ συνυφεστώσης διακεκριμένην.

Ὅλῃ γὰρ τῇ δραστικῇ δυνάμει τῆς οἰκείας θεότητος ὁ σαρκωθεὶς Λόγος ὅλην ἐσχηκὼς συμφυεῖσαν καθ’ ἕνωσιν ἄλυτον τὴν παθητικὴν τῆς ἰδίας ἀνθρωπότητος δύναμιν, ἀνθρωπίνως θεὸς ὢν ἐνήργει τὰ θαύματα, διὰ σαρκὸς φύσει παθητῆς συμπληρούμενα, καὶ θεϊκῶς ἄνθρωπος ὢν διεξῄει τὰ πάθη τῆς φύσεως, κατ’ ἐξουσίαν ἐπιτελούμενα θεϊκὴν, ἄμφω δὲ μᾶλλον θεανδρικῶς, ὡς θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὢν, τοῖς μὲν, ἡμᾶς ἑαυτοῖς ἀποδιδοὺς, φανέντας ὅπερ γεγόναμεν, τοῖς δὲ, διδοὺς ἡμᾶς ἑαυτῷ, γενομένους ὅπερ παρέδειξε, καὶ δι’ ἀμφοτέρων πιστούμενος τὴν τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπερ ὑπῆρχεν ἀλήθειαν, ὡς μόνος ἀληθὴς καὶ πιστὸς, καὶ ὅπέρ ἐστι παρ’ ἡμῶν ὁμολογεῖσθαι βουλόμενος.