Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἀσκητικόν

Μάξιμος ὁ Ὁμολογητής

Ο σκοπός της ενανθρωπήσεως και η εντολή της αγάπης

Η σάρκωση του Λόγου, η αναγκαιότητα τηρήσεως των εντολών και η κορύφωσή τους στην τέλεια αγάπη προς τον Θεό, τον πλησίον και τους εχθρούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 6

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ κατὰ πεῦσιν καὶ ἀπόκρισιν. 〈Ο〉 ΑΔΕΛΦΟΣ, Ο ΓΕΡΩΝ. αʹ. 〈Ὁ〉 Ἀδελφὸς ἠρώτησε 〈τὸν〉 Γέροντα λέγων· “Παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, τίς ὁ σκοπὸς ἦν τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως;” Καὶ ὁ Γέρων ἀποκριθεὶς εἶπε· “Θαυμάζω σε, Ἀδελφέ, ὅτι καθ᾽ ἡμέραν τοῦ συμβόλου ἀκούων τῆς πίστεως, περὶ τούτου με ἐρωτᾷς. Πλὴν λέγω σοι, ὅτι ὁ σκοπὸς τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ἡ ἡμετέρα ἦν σωτηρία.” Καὶ ὁ Ἀδελφὸς εἶπε· “Πῶς λέγεις, Πάτερ;”

Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἐπειδὴ γὰρ ὁ ἄνθρωπος ἀπ᾽ ἀρχῆς γεγονὼς ὑπὸ τοῦ Θεοῦ καὶ ἐν τῷ παραδείσῳ τεθείς, τὴν ἐντολὴν παραβάς, τῇ φθορᾷ καὶ θανάτῳ ὑπέπεσεν· εἴτα τῇ ποικίλῃ τοῦ Θεοῦ προνοίᾳ κατὰ πᾶσαν γενεὰν καὶ γενεὰν κυβερνώμενος, ἐπέμενεν ἐπὶ τὸ χεῖρον προκόπτων, ὑπὸ τῶν ποικίλων τῆς σαρκὸς παθημάτων ἀγόμενος τῷ ἀπελπισμῷ τῆς ζωῆς τούτου χάριν, ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ὁ προαιώνιος Λόγος ὁ ἐκ Θεοῦ Πατρός, 〈ἡ πηγὴ τῆς ζωῆς〉 καὶ τῆς ἀθανασίας, ἐπέφανεν ἡμῖν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου καὶ τῆς ἁγίας Παρθένου, καὶ πολιτείαν ἡμῖν θεοειδοῦς 〈ζωῆς〉 ἐπέδειξε· καὶ ἐντολὰς ἁγίας δεδωκώς, καὶ βασιλείαν οὐρανῶν ἐπαγγειλάμενος τοῖς κατ᾽ αὐτὰς πολιτευομένοις, καὶ κόλασιν αἰώνιον τοῖς παραβαίνουσιν ἀπειλήσας· καὶ παθὼν τὸ σωτήριον πάθος, καὶ ἐκ νεκρῶν ἀναστάς, 〈τὴν〉 ἐλπίδα τῆς ἀναστάσεως καὶ 〈τῆς αἰωνίου ζωῆς〉 ἐδωρήσατο 〈ἡμῖν,〉 τὸ κατάκριμα δι᾽ ὑπακοῆς λύσας τῆς προγονικῆς ἁμαρτίας, καὶ τὸ κράτος τοῦ θανάτου τῷ θανάτῳ καταργήσας· ἵνα, ”ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν αὐτῷ πάντες ζωοποιηθήσονται·” καὶ εἰς οὐρανοὺς ἀνελθών, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθεσθείς, τὸ Πνεῦμα τὸ ἅγιον κατέπεμψεν εἰς ἀρραβῶνα 〈τῆς ζωῆς,〉 καὶ εἰς φωτισμὸν καὶ ἁγιασμὸν 〈τῶν〉 ἡμετέρων 〈ψυχῶν,〉 καὶ εἰς βοήθειαν τῶν ἀγωνιζομένων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας φυλάξαι τὰς ἐντολὰς αὐτοῦ.

Οὗτος ἦν ὁ σκοπὸς τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς ἐν συντόμῳ εἰπεῖν.” βʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Ποίας οὖν ἐντολὰς ὀφείλω ποιῆσαι, Πάτερ, ἵνα δι᾽ αὐτῶν σωθῶ, ἤθελον 〈ἂν〉 συντόμως ἀκοῦσαι.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Αὐτὸς ὁ Κύριος εἶπε μετὰ τὴν ἀνάστασιν τοῖς ἀποστόλοις· ”Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.” Ὥστε οὖν ὅσα ἐνετείλατο δεῖ τηρεῖν, πάντα ἄνθρωπον βαπτισθέντα εἰς τὸ ὄνομα τῆς ζωοποιοῦ καὶ θεαρχικῆς Τριάδος. Τούτου γὰρ χάριν τῇ ὀρθῇ πίστει ὁ Κύριος τὴν πασῶν τῶν ἐντολῶν συνέζευξε τήρησιν, ὡς εἰδὼς ὅτι ἀμήχανον τὴν μίαν διαζευχθεῖσαν τῆς μιᾶς σώζειν τὸν ἄνθρωπον. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ τὴν ὀρθὴν πίστιν ἔχων, πρὸς τὸν Θεὸν ἔλεγε· “Πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.” Κατὰ γὰρ πάσης ὁδοῦ ἀδίκου, πᾶσαι ἡμῖν αἱ ἐντολαὶ ὑπὸ τοῦ Κυρίου δεδώρηνται· καὶ ἐὰν παραλειφθῇ μία, τὴν ἀντικειμένην αὐτῇ ὁδὸν τῆς κακίας ἀντεισάγει πάντως.” γʹ. Καὶ εἶπεν ὁ Ἀδελφός· “Καὶ τίς δύναται, Πάτερ, πάσας τὰς ἐντολάς, τοσαύτας γε οὔσας, ποιεῖν;” Ἔφη ὁ Γέρων· “Ὁ τὸν Κύριον ἐκμιμούμενος, καὶ κατ᾽ ἴχνος αὐτῷ ἐπακολουθῶν.” Καὶ εἶπεν ὁ Ἀδελφός· “Καὶ τίς δύναται τὸν Κύριον μιμήσασθαι;

ὁ γὰρ Κύριος ἦν Θεός, εἰ καὶ ἄνθρωπος γέγονεν· ἐγὼ δὲ ἄνθρωπός εἰμι ἁμαρτωλός, καὶ μυρίοις πάθεσι δεδουλωμένος· πῶς οὖν δύναμαι τὸν Κύριον μιμήσασθαι;” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Τῶν τῇ ὕλῃ τοῦ κόσμου δεδουλωμένων, οὐδεὶς δύναται τὸν Κύριον μιμήσασθαι· οἱ δὲ δυνάμενοι λέγειν· ”Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι,” ἐκεῖνοι λαμβάνουσι δύναμιν τοῦ τε μιμήσασθαι αὐτόν, καὶ τοῦ πρὸς πάσας τὰς ἐντολὰς αὐτοῦ κατορθῶσαι.” Καί φησιν 〈ὁ〉 Ἀδελφός· “Ποίαν δύναμιν;” Ἀπεκρίθη ὁ Γέρων· “Αὐτοῦ ἄκουσον λέγοντος· ”Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.” δʹ. Ταύτην τὴν δύναμιν καὶ τὴν ἐξουσίαν λαβὼν ὁ Παῦλος ἔλεγε· “Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.” Καὶ πάλιν· “Οὐκ ἔστι νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.” Καὶ πάλιν· “οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.” Καὶ πάλιν· “Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.” εʹ. Περὶ ταύτης τῆς ἐξουσίας καὶ βοηθείας προφητεύων ὁ Δαβὶδ ἔλεγε· “Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν.”

Καὶ μετ᾽ ὀλίγα· “Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.” Οἱ δὲ τῇ σαρκὶ προσκείμενοι καὶ τὴν ὕλην ἀγαπῶντες τοῦ κόσμου, ἄκουε ποῖα παρ᾽ αὐτοῦ ἀκούουσιν· “Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος.” Καὶ μετ᾽ ὀλίγα· “Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.” Καί, “ὅστις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής.” Ὁ οὖν θέλων γενέσθαι αὐτοῦ μαθητής, καὶ ἄξιος αὐτοῦ εὑρεθῆναι καὶ δύναμιν παρ᾽ αὐτοῦ λαβεῖν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, χωρίζει ἑαυτὸν πάσης σαρκικῆς σχέσεως· καὶ γυμνοῖ ἑαυτὸν πάσης ὑλικῆς προσπαθείας, καὶ οὕτως πρὸς τοὺς ἀοράτους ἐχθροὺς ὑπὲρ τῶν ἐντολῶν αὐτοῦ ἀγωνίζεται ὡς, αὐτὸς ὁ Κύριος ἑαυτὸν τύπον ἡμῖν παρέσχεν, ἔν τε τῇ ἐρήμῳ ὑπὸ τοῦ ἀρχηγοῦ αὐτῶν πειραζόμενος, καὶ ἐν τῇ οἰκουμένῃ ἐλθὼν ὑπὸ 〈τῶν〉 ὑπ᾽ αὐτοῦ ἐνεργουμένων.

ϛʹ. Καὶ ὁ Ἀδελφὸς εἶπεν· “Ἀλλὰ πολλαί εἰσι, Πάτερ, αἱ τοῦ Κυρίου ἐντολαί· καὶ τίς δύναται πάσας ἔχειν κατὰ νοῦν, ἵνα ὑπὲρ πασῶν ἀγωνίσηται; ἐγὼ δὲ μάλιστα, ὀλιγόνους ὑπάρχων; σύντομον λόγον ἤθελον 〈ἂν〉 ἀκοῦσαι, ἵνα αὐτὸν κρατῶν δι᾽ αὐτοῦ ἐσωζόμην.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Εἰ καὶ πολλαί εἰσιν, Ἀδελφέ, ἀλλ᾽ ἑνὶ λόγῳ ἀνακεφαλαιοῦνται, ἐν τῷ· ”Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.” Καὶ ὁ ἀγωνιζόμενος τοῦτον κρατεῖν τὸν λόγον, πάσας ὁμοῦ τὰς ἐντολὰς κατορθοῖ. Οὐ δύναται δέ τις μὴ χωρίσας ἑαυτόν, ὡς προείρηται, τῆς τῶν ὑλικῶν προσπαθείας, οὔτε τὸν Θεόν, οὔτε τὸν πλησίον ἀγαπῆσαι γνησίως· ἐπειδὴ ὁμοῦ τῇ ὕλῃ προσκεῖσθαι, καὶ τὸν Θεὸν ἀγαπῆσαι, ἀμήχανον. Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Κύριος· “Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν·” Καί· “οὐδεὶς δύναται Θεῷ δουλεύειν καὶ μαμωνᾷ.” Ὅσον γὰρ ὁ νοῦς ἡμῶν τῶν τοῦ κόσμου ἀντέχεται πραγμάτων, 〈τόσον〉 δεδούλωται αὐτοῖς καὶ καταφρονεῖ τὴν ἐντολὴν τοῦ Θεοῦ παραβαίνων.” ζʹ. Καὶ ὁ Ἀδελφὸς εἶπε· “Ποίων πραγμάτων λέγεις, Πάτερ;” Καὶ ὁ Γέρων ἀπεκρίθη· “βρωμάτων, χρημάτων, κτημάτων, δόξης, συγγενῶν, καὶ τῶν ἑξῆς.” Καὶ ὁ Ἀδελφὸς εἶπεν· “Εἰπέ, Πάτερ, οὐχὶ ὁ Θεὸς αὐτὰ ἔκτισε, καὶ τοῖς ἀνθρώποις εἰς χρῆσιν δέδωκε; καὶ πῶς κελεύει αὐτῶν μὴ ἀντέχεσθαι;”

Καὶ ἀπεκρίθη ὁ Γέρων· “Δῆλον ὅτι ὁ Θεὸς αὐτὰ ἔκτισε, καὶ δέδωκεν εἰς χρῆσιν τοῖς ἀνθρώποις. Καὶ καλὰ πάντα τὰ ὑπὸ τοῦ Θεοῦ γεγονότα, ἵνα καλῶς αὐτοῖς χρησάμενοι, τῷ Θεῷ εὐαρεστήσωμεν· ἀλλ᾽ ἡμεῖς ἀσθενεῖς ὄντες, καὶ ὑλικοὶ τὴν διάνοιαν, προετιμήσαμεν τὰ ὑλικὰ τῆς ἐντολῆς τῆς ἀγάπης, καὶ αὐτῶν ἀντεχόμενοι τοῖς ἀνθρώποις μαχόμεθα· δέον πάντων τῶν ὁρωμένων, καὶ αὐτοῦ τοῦ σώματος, τὴν παντὸς ἀνθρώπου προτιμῆσαι ἀγάπην· ἥτις ἐστὶν γνώρισμα τῆς εἰς Θεὸν ἀγάπης, καθὼς αὐτὸς ὁ Κύριος ἐν Εὐαγγελίοις δείκνυσιν· ”Ὁ ἀγαπῶν ἐμέ, φησί, τὰς ἐντολάς μου τηρήσει.” Καὶ τίς ἐστιν ἡ ἐντολὴ ἣν τηρήσαντες αὐτὸν ἀγαπήσωμεν, αὐτοῦ ἄκουσον λέγοντος· “Αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους.” Ὁρᾷς ὅτι ἡ ἀλλήλων ἀγάπη τὴν εἰς Θεὸν ἀγάπην συνίστησιν, ἥτις ἐστὶ πλήρωμα πάσης Θεοῦ ἐντολῆς; Διὰ τοῦτο οὖν κελεύει αὐτῶν μὴ ἀντέχεσθαι, ἀλλὰ καὶ ἀποτάξασθαι πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, πάντα τὸν αὐτῷ μαθητεύειν ἐπιθυμητικῶς ἔχοντα.” ηʹ. Καὶ ὁ Ἀδελφὸς εἶπεν· “Ἐπειδὴ εἶπες, Πάτερ, ὅτι δέον πάντων τῶν ὁρωμένων, καὶ αὐτοῦ τοῦ σώματος, τὴν παντὸς ἀνθρώπου προτιμῆσαι ἀγάπην, πῶς δύναμαι τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον ἀγαπῆσαι; Εἰ δὲ καὶ φθονεῖ μοι καὶ λοιδορίαις κατατοξεύει, καὶ δόλους κατασχευάζει καὶ ἐπιβουλεύειν ἐπιχειρεῖ, πῶς δύναμαι αὐτὸν ἀγαπῆσαι;

Φύσει μοι, Πάτερ, φαίνεται τοῦτο ἀδύνατον, τοῦ πάθους τῆς λύπης φυσικῶς τὸν λυπήσαντα ἀποστρέφεσθαι ἀναγκάζοντος.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἐπὶ μὲν ἑρπετῶν καὶ θηρίων τῶν ὑπὸ φύσεως ἀγομένων, τῷ ὄντι ἀδύνατον μὴ πάντως ἀμύνασθαι ὅσον δύναται τὸ καταπονοῦν· ἐπὶ δὲ τῶν κατ᾽ εἰκόνα Θεοῦ κτισθέντων καὶ λόγῳ ἀγομένων, καὶ γνώσεως Θεοῦ καταξιωθέντων καὶ νόμον παρ᾽ αὐτοῦ δεξαμένων, δυνατὸν τοὺς λυποῦντας μὴ ἀποστρέφεσθαι καὶ τοὺς μισοῦντας ἀγαπᾶν. Διὸ καὶ ὁ Κύριος, ”Ἀγαπᾶτε,” λέγων, “τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς” καὶ τὰ ἑξῆς, οὐχ ὡς ἀδύνατα ἐντέλλεται, ἀλλὰ ὡς δυνατὰ δηλονότι· ἐπεὶ οὐκ ἂν ἐκόλασε τὸν παραβαίνοντα. Δηλοῖ δὲ αὐτὸς ὁ Κύριος αὐτοῖς τοῖς ἔργοις ἡμῖν δείξας, καὶ οἱ μαθηταὶ αὐτοῦ πάντες ὑπὲρ τῆς εἰς τὸν πλησίον ἀγάπης μέχρι θανάτου ἀγωνισάμενοι, καὶ ὑπὲρ τῶν ἀποκτεινάντων θερμῶς προσευξάμενοι. Ἀλλ᾽ ἐπειδὴ ἡμεῖς ἐσμεν φιλόϋλοι καὶ φιλήδονοι, καὶ ταῦτα τῆς ἐντολῆς μᾶλλον προτιμῶντες, διὰ τοῦτο τοὺς μισοῦντας ἀγαπῆσαι οὐ δυνάμεθα· ἀλλὰ καὶ τοὺς ἀγαπῶντας διὰ ταῦτα πολλάκις ἀποστρεφόμεθα, θηρίων καὶ ἑρπετῶν χεῖρον διακείμενοι· καὶ διὰ τοῦτο τοῖς ἴχνεσι τοῦ Θεοῦ ἀκολουθῆσαι μὴ δυνάμενοι, οὐδὲ τὸν σκοπὸν αὐτοῦ γνῶναι δυνάμεθα, ἵνα λάβωμεν δύναμιν.” θʹ.

Καὶ ὁ Ἀδελφὸς εἶπεν· “Ἰδού, Πάτερ, κατέλιπον πάντα, συγγένειαν, ὕπαρξιν, τρυφήν, καὶ τὴν δόξαν τοῦ κόσμου, καὶ οὐδὲν κέκτημαι ἐν τῷ βίῳ πλὴν τοῦ σώματος· καὶ τὸν ἀδελφὸν μισοῦντά με καὶ ἀποστρεφόμενον ἀγαπῆσαι οὐ δύναμαι, εἰ καὶ βιάζομαι κακὸν ἀντὶ κακοῦ κατ᾽ ἐνέργειαν μὴ ἀνταποδοῦναι. Εἰπὲ οὖν τί ὀφείλω ποιῆσαι, ἵνα δυνηθῶ αὐτὸν ἐκ καρδίας ἀγαπῆσαι, ἢ καὶ τὸν καθοιονδήποτε τρόπον θλίβοντα καὶ ἐπιβουλεύοντα.” Καὶ ἀπεκρίθη ὁ Γέρων· “Ἀδύνατόν τινα ἀγαπῆσαι τὸν θλίβοντα, κἂν τῇ ὕλῃ τοῦ κόσμου ἔδοξεν ἀποτάξασθαι, ἐὰν μὴ τὸν σκοπὸν τοῦ Κυρίου ἐν ἀληθείᾳ γινώσκῃ· ἐὰν δὲ τοῦ Κυρίου αὐτῷ χαριζομένου δυνηθῇ γνῶναι, καὶ σπεύδῃ κατ᾽ αὐτὸν περιπατεῖν, δύναται ἐκ καρδίας ἀγαπῆσαι τὸν μισοῦντα καὶ θλίβοντα, ὥσπερ καὶ οἱ Ἀπόστολοι ἐγνωκότες ἠγάπων.” ιʹ. Καὶ εἶπεν ὁ Ἀδελφός· “καὶ τίς ὁ σκοπὸς τοῦ Κυρίου ἦν, παρακαλῶ γνῶναι, Πάτερ.” Καὶ εἶπεν ὁ Γέρων· “Ἐὰν τὸν σκοπὸν τοῦ Κυρίου γνῶναι θέλῃς, συνετῶς ἄκουσον. Ὁ οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστός, φύσει Θεὸς ὤν, καὶ ἄνθρωπος διὰ φιλανθρωπίαν γενέσθαι καταξιώσας, ἐκ γυναικὸς τεχθείς, ὑπὸ νόμον ἐγένετο, κατὰ τὸν θεῖον Ἀπόστολον· ἵνα ὡς ἄνθρωπος τὴν ἐντολὴν φυλάξας τὴν ἀρχαίαν τοῦ Ἀδὰμ ἀνατρέψῃ κατάραν.