Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὴν κυριακὴν προσευχήν

Μάξιμος ὁ Ὁμολογητής

Ορισμός της προσευχής, υιοθεσία και έλευση της θείας βασιλείας

Η διάκριση μεταξύ προσευχής και ευχής, η θεολογία της Αγίας Τριάδος διά της επικλήσεως του Πατρός, και η ερμηνεία των πρώτων αιτημάτων. Αναλύεται η υπέρβαση των παθών, η ταπείνωση και η μυστική ένωση με τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 5

Διὰ τοῦτο προσευχήν, οἶμαι, ταύτην κέκληκε τὴν διδασκαλίαν ὁ λόγος, ὡς αἴτησιν ἔχουσαν τῶν ἀνθρώποις κατὰ χάριν ἐκ θεοῦ διδομένων δώρων· οὕτω γὰρ οἱ θεόπνευστοι πατέρες ἡμῶν ὁριστικῶς περὶ τῆς προσευχῆς διεξῆλθον, φήσαντες εἶναι τὴν προσευχὴν αἴτησιν ὧν θεὸς πρεπόντως ἑαυτῷ δωρεῖσθαι πέφυκεν ἀνθρώποις, ὥσπερ καὶ τὴν εὐχὴν ὑπόσχεσιν ἤγουν ἐπαγγελίαν ὧν γνησίως λατρεύοντες θεῷ προσκομίζουσιν ἄνθρωποι, τὴν Γραφὴν μαρτυροῦσαν τῷ οἰκείῳ λόγῳ πολλαχῶς παραστήσαντες, ὡς τὸ Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν καὶ Ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτῆρί μου τῷ κυρίῳ περὶ τῆς εὐχῆς εἰρημένον, καὶ αὖθις περὶ προσευχῆς, ὡς τὸ Καὶ προσηύξατο Ἄννα πρὸς κύριον λέγουσα· «Κύριε, Ἀδωναΐ, Ἐλωῒ Σαβαώθ, ἐὰν εἰσακούων εἰσακούσῃς τῆς δούλης σου καὶ δῷς μοι καρπὸν κοιλίας» καὶ Προσηύξατο Ἐζεκίας βασιλεὺς Ἰούδα καὶ Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης πρὸς κύριον καὶ τὸ Ὅταν ὑμεῖς προσεύχησθε, λέγετε· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς» παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς εἰρημένον, ὡς εἶναι δύνασθαι τὴν μὲν εὐχὴν ἐντολῶν τήρησιν, κατὰ γνώμην πράξει τοῦ ηὐγμένου κεκυρωμένην, τὴν δὲ προσευχὴν τῆς πρὸς τὰ ῥηθέντα καλὰ τοῦ τετηρηκότος μεταποιήσεως αἴτησιν, ἢ μᾶλλον, τὴν μὲν εὐχὴν ἀρετῆς ἆθλον, ὃ δὴ μάλιστα προσφιλῶς δέχεται θεὸς προσκομιζόμενον, τὴν δὲ προσευχὴν ἀρετῆς ἔπαθλον, ὃ δὴ μάλιστα χαίρων θεὸς ἀντιδίδωσιν.

Οὐκοῦν, ἐπειδὴ δέδεικται τῶν ὑπὸ τοῦ Λόγου σαρκωθέντος αὐτουργηθέντων ἀγαθῶν αἴτησιν εἶναι τὴν προσευχήν, αὐτὸν προστησάμενοι τοῦ λόγου τῆς προσευχῆς τὸν διδάσκαλον, θαρροῦντες ἐπέλθωμεν, ἐπιμελῶς ἑκάστου ῥητοῦ γυμνάζοντες, ὡς οἷόν τε, θεωρίᾳ τὴν ἔννοιαν, ὡς αὐτός τε χορηγεῖν συμφερόντως εἴωθεν ὁ Λόγος καὶ χωρεῖν δίδωσι τῆς τοῦ λέγοντος διανοίας τὴν δύναμιν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.

Εὐθὺς καθηκόντως θεολογίας ἐν τούτοις ἀπάρξασθαι διδάσκει τοὺς προσευχομένους ὁ κύριος καὶ τὴν πῶς ὕπαρξιν τῆς τῶν ὄντων ποιητικῆς αἰτίας μυσταγωγεῖ, κατ᾽ οὐσίαν τῶν ὄντων αἴτιος ὤν· Πατρὸς γὰρ καὶ ὀνόματος Πατρὸς καὶ βασιλείας Πατρὸς δήλωσιν ἔχει τῆς προσευχῆς τὰ ῥητά, ἵν᾽ ἀπ᾽ αὐτῆς διδαχθῶμεν τῆς ἀρχῆς τὴν μοναδικὴν σέβειν τριάδα ἐπικαλεῖσθαί τε καὶ προσκυνεῖν· ὄνομα γὰρ τοῦ θεοῦ καὶ Πατρὸς οὐσιωδῶς ὑφεστώς ἐστιν ὁ μονογενὴς Υἱὸς καὶ βασιλεία τοῦ θεοῦ καὶ Πατρὸς οὐσιωδῶς ἐστιν ὑφεστῶσα τὸ Πνεῦμα τὸ ἅγιον—ὃ γὰρ ἐνταῦθα Ματθαῖος φησὶ βασιλείαν, ἀλλαχοῦ τῶν εὐαγγελιστῶν ἕτερος Πνεῦμα κέκληκεν ἅγιον, φάσκων· Ἐλθέτω σου τὸ Πνεῦμα τὸ ἅγιον καὶ καθαρισάτω ἡμᾶς—· οὐ γὰρ ἐπίκτητον ὁ Πατὴρ ἔχει τὸ ὄνομα, οὔτε μὴν ὡς ἀξίαν ἐπιθεωρουμένην αὐτῷ νοοῦμεν τὴν βασιλείαν· οὐκ ἦρκται γὰρ τοῦ εἶναι, ἵνα καὶ τοῦ πατὴρ ἢ βασιλεὺς εἶναι ἄρξηται, ἀλλ᾽ ἀεὶ ὤν, ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς, μήτε τοῦ εἶναι, μήτε τοῦ πατὴρ ἢ βασιλεὺς εἶναι τὸ παράπαν ἠργμένος. Εἰ δὲ ἀεὶ ὤν, ἀεὶ καὶ πατήρ ἐστι καὶ βασιλεύς, ἀεὶ ἄρα καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐσιωδῶς τῷ Πατρὶ συνυφεστήκασιν, ἐξ αὐτοῦ τὲ ὄντα καὶ ἐν αὐτῷ φυσικῶς ὑπὲρ αἰτίαν καὶ λόγον, ἀλλ᾽ οὐ μετ᾽ αὐτὸν γενόμενα δι᾽ αἰτίαν ὕστερον· ἡ γὰρ σχέσις συνενδείξεως κέκτηται δύναμιν, τὰ ὧν ἐστί τε καὶ λέγεται σχέσις, μετ᾽ ἄλληλα θεωρεῖσθαι μὴ συγχωροῦσα.

Ταύτης οὖν ἀπαρχόμενοι τῆς προσευχῆς, γεραίρειν ἐναγόμεθα τὴν ὁμοούσιόν τε καὶ ὑπερούσιον τριάδα ὡς ποιητικὴν αἰτίαν τῆς ἡμετέρας γενέσεως· πρὸς δέ, καὶ τὴν εἰς ἡμᾶς ἐξαγγέλλειν διδασκόμεθα χάριν τῆς υἱοθεσίας, τὸν φύσει δημιουργὸν χάριτι πατέρα καλεῖν ἀξιούμενοι, ἵνα τοῦ κατὰ χάριν γεννήτορος αἰδεσθέντες τὴν προσηγορίαν, ἐν τῷ βίῳ τοὺς χαρακτῆρας ἐπισημαίνειν σπουδάζωμεν τοῦ γεννήσαντος, ἁγιάζοντες αὐτοῦ ἐπὶ γῆς τὸ ὄνομα καὶ πατρώζοντες, καὶ τέκνα διὰ τῶν πραγμάτων δεικνύμενοι καὶ τὸν ταύτης αὐτουργὸν τῆς υἱοθεσίας φυσικὸν τοῦ Πατρὸς Υἱόν, δι᾽ ὧν νοοῦμεν ἢ πράττομεν, μεγαλύνοντες.

Ἁγιάζομεν δὲ τοῦ ἐν οὐρανοῖς κατὰ χάριν Πατρὸς τὸ ὄνομα, τὴν πρόσυλον δηλαδὴ νεκροῦντες ἐπιθυμίαν καὶ φθοροποιῶν ἐκκαθαιρόμενοι παθῶν, εἴπερ ἁγιασμός ἐστιν ἡ κατ᾽ αἴσθησιν τῆς ἐπιθυμίας παντελὴς ἀκινησία καὶ νέκρωσις· ἐν ᾗ γενόμενοι, τὰς ἀπρεπεῖς τοῦ θυμοῦ κατευνάζομεν ὑλακάς, οὐκ ἔχοντες ἔτι διεγείρουσαν αὐτὸν καὶ τῶν οἰκείων ἡδονῶν ὑπεραγωνίζεσθαι πείθουσαν τὴν ἐπιθυμίαν, ἤδη τῇ κατὰ τὸν λόγον ἁγιότητι νεκρωθεῖσαν· κατὰ φύσιν γὰρ τῆς ἐπιθυμίας ὑπάρχων ἔκδικος, ὁ θυμὸς τοῦ μαίνεσθαι παύεσθαι πέφυκεν, ὁπηνίκα ταύτην ἴδῃ νενεκρωμένην.

Εἰκότως οὖν τῇ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀποβολῇ τὸ τῆς βασιλείας τοῦ θεοῦ καὶ Πατρὸς κατὰ τὴν προσευχὴν ἐπιγίνεται κράτος τοῖς μετὰ τὴν τούτων ἀπόθεσιν λέγειν ἀξιουμένοις· 〈Ἐλθέτω ἡ βασιλεία σου,〉 τουτέστι τὸ Πνεῦμα τὸ ἅγιον, ἤδη τῷ τῆς πραότητος λόγῳ τε καὶ τρόπῳ ναοποιηθεῖσι τῷ θεῷ διὰ τοῦ Πνεύματος· Ἐπὶ τίνα γάρ φησι καταπαύσω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους;, ὡς ἐντεῦθεν εἶναι δῆλον ὅτι τῶν ταπεινῶν καὶ πραέων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ καὶ Πατρός· Μακάριοι γάρ φησιν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Γῆν ταύτην τὴν κατὰ φύσιν μέσην τοῦ παντὸς ἀπολαβοῦσαν θέσιν ὁ θεὸς οὐκ ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν κληρονομίαν, εἴπερ ἀληθεύει φάσκων· Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς καὶ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου καὶ ἀλλαχοῦ πάλιν ἑτέρῳ, μετ᾽ εὐνοίας δουλεύσαντι· Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου καὶ μετ᾽ αὐτὸν ὁ θεῖος ἀπόστολος· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἐν Χριστῷ πρῶτον ἐγερθήσονται ἄφθαρτοι· ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ κυρίου καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. Τούτων οὕτως ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν κύριον, τίς, μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς προσηλώσας τὸν νοῦν, τὸν οὐρανὸν καὶ τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου βασιλείαν καὶ τὴν τοῦ κυρίου μυστικῶς ἀποκεκρυμμένην χαρὰν καὶ τὴν διηνεκῆ καὶ παντελῶς ἀδιάστατον σὺν κυρίῳ τῶν ἀξίων μονήν τε καὶ ἵδρυσιν ταυτόν ποτ᾽ ἂν τῇ γῇ φήσειε, λόγῳ κινούμενος καὶ λόγου θεραπευτὴς εἶναι ποθῶν;

Ἀλλὰ νῦν γῆν φάσκειν οἶμαι τὸν λόγον, τὴν παγίαν καὶ παντελῶς ἀμετάθετον ἀπὸ τοῦ καλοῦ τῆς τῶν πραέων ἀτρεψίας ἕξιν καὶ δύναμιν, ὡς ἀεὶ σὺν κυρίῳ ὑπάρχουσαν, καὶ χαρὰν ἀνέκλειπτον ἔχουσαν, καὶ βασιλείας ἀνέκαθεν ἡτοιμασμένης ἐπειλημμένην, καὶ τῆς ἐν οὐρανῷ στάσεώς τε καὶ τάξεως ἠξιωμένην, οἷα δὴ γῆν τινα μέσην τοῦ παντὸς θέσιν ἀπολαβοῦσαν, τῆς ἀρετῆς τὸν λόγον· καθ᾽ ὃν μέσος εὐφημίας καὶ δυσφημίας ὑπάρχων ὁ πρᾶος ἀπαθὴς διαμένει, μήτε ταῖς εὐφημίαις φυσώμενος, μήτε ταῖς δυσφημίαις στεγνούμενος· ὧν γὰρ ὁ λόγος ὑπάρχει κατὰ φύσιν ἐλεύθερος, ἀποστήσας τὴν ἔφεσιν, τούτων διοχλούντων ταῖς προσβολαῖς οὐκ αἰσθάνεται, καταπαύσας ἑαυτὸν τῆς περὶ ταῦτα ζάλης καὶ πρὸς τὴν θείαν καὶ ἄπρατον ἐλευθερίαν ὅλην τῆς ψυχῆς μεθορμήσας τὴν δύναμιν· ἧς τοῖς ἑαυτοῦ μαθηταῖς ὁ κύριος μεταδοῦναι ποθῶν, Ἄρατε φησὶ τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ἀνάπαυσιν λέγων τὸ τῆς θείας βασιλείας κράτος, ὡς πάσης ἀπηλλαγμένην δουλείας τοῖς ἀξίοις ἐμποιοῦν δεσποτείαν.

Εἰ δὲ τοῖς ταπεινοῖς καὶ πράοις τὸ ἀκαθαίρετον τῆς ἀκηράτου βασιλείας δίδοται κράτος, τίς οὕτως ἀνέραστος καὶ πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν, ὡς μὴ κατ᾽ ἄκρον ἐφίεσθαι ταπεινώσεως καὶ πραότητος, ἵνα γένηται τῆς θείας χαρακτὴρ βασιλείας, ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ, φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ᾽ οὐσίαν ὡς ἀληθῶς μεγάλου βασιλέως Χριστοῦ κατὰ τὴν χάριν ἀπαράλλακτον τὴν ἐν Πνεύματι μόρφωσιν; «

Ἐν ᾗ» φησὶν ὁ θεῖος ἀπόστολος, «οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τουτέστι θυμὸς καὶ ἐπιθυμία, ὁ μὲν τυραννικῶς ἐκφέρων τὸν λογισμὸν καὶ τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τὴν διάνοιαν, ἡ δὲ τῆς μιᾶς καὶ μόνης ἐφετῆς τε καὶ ἀπαθοῦς αἰτίας καὶ φύσεως ποιουμένη τὰ μετ᾽ αὐτὴν ἐρασμιώτερα, καὶ διὰ τοῦτο τὴν σάρκα προτιμοτέραν τιθεμένη τοῦ Πνεύματος, καὶ τῆς τῶν νοουμένων δόξης τε καὶ λαμπρότητος ἐπιτερπεστέραν ἐργαζομένη τὴν τῶν φαινομένων ἀπόλαυσιν, τῷ κατ᾽ αἴσθησιν λείῳ τῆς ἡδονῆς ἀπείργουσα τὸν νοῦν τῆς θείας καὶ συγγενοῦς τῶν νοητῶν ἀντιλήψεως, ἀλλ᾽ ἢ λόγος μονώτατος, καὐτῆς εἰς ἄκρον τῆς ἀπαθοῦς μέν, φυσικῆς δὲ ὅμως τοῦ σώματος δι᾽ ἀρετῆς περιουσίαν γυμνούμενος στοργῆς καὶ διαθέσεως, νικῶντος τελείως τὴν φύσιν τοῦ Πνεύματος καὶ τῆς ἠθικῆς πείθοντος σχολάσαι φιλοσοφίας, ἡνίκα συγγίνεσθαι δέοι τῷ ὑπερουσίῳ λόγῳ δι᾽ ἁπλῆς καὶ ἀμεροῦς θεωρίας τὸν νοῦν, κἂν συντελεῖν αὐτῷ πέφυκεν εἰς ῥαδίαν τῶν χρονικῶς ῥεόντων τομὴν καὶ διάβασιν· ὧν διαβαθέντων, οὐκ εὔλογον ἐπιβαρεῖσθαι, καθάπερ μηλωτῇ, τῷ κατ᾽ ἦθος τρόπῳ τὸν ἀποφανθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον· καὶ δηλοῖ τοῦτο σαφῶς Ἠλίας ὁ μέγας, δι᾽ ὧν ἔπραττε, τυπικῶς τοῦτο παραδεικνὺς τὸ μυστήριον, τὴν μὲν μηλωτήν, φημὶ δὲ τῆς σαρκὸς τὴν νέκρωσιν, ἐν ᾗ τὸ μεγαλοπρεπὲς πέπηγε τῆς ἠθικῆς κοσμιότητος, κατὰ τὴν ἁρπαγὴν Ἐλισσαίῳ διδοὺς εἰς συμμαχίαν τοῦ Πνεύματος κατὰ πάσης ἀντικειμένης δυνάμεως καὶ πληγὴν τῆς ἀστάτου καὶ ῥεούσης φύσεως, ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης, πρὸς τὸ μὴ σχεθῆναι τὸν μαθητὴν τῆς πρὸς τὴν ἁγίαν γῆν διαβάσεως, τῷ θολερῷ τε καὶ ὀλισθηρῷ περικλυσθέντα τῆς τῶν ὑλικῶν προσπαθείας, αὐτὸς δὲ χωρῶν πρὸς τὸν θεὸν ἄνετος, οὐδενὶ τῶν ὄντων παντελῶς κατὰ τὴν σχέσιν κρατούμενος, ἁπλοῦς τε τὴν ἔφεσιν καὶ τὴν γνώμην ἀσύνθετος, πρὸς τὸν ἁπλοῦν τὴν φύσιν διὰ τῶν ἀλληλούχων γενικῶν ἀρετῶν τῶν γνωστικῶς ἀλλήλαις συνῃρημένων, ὡς ἵππων πυρίνων, τὴν ἐνδημίαν ποιούμενος.

Ἔγνω γὰρ ὅτι δεῖ τῶν Χριστοῦ μαθητῶν ἀπογενέσθαι τὰς ἀνίσους διαθέσεις, ὧν ἡ διαφορότης ἐλέγχει τὴν ἀλλοτρίωσιν, εἴπερ διάχυσιν μὲν τοῦ περὶ καρδίαν πνεύματος τὸ κατ᾽ ἐπιθυμίαν πάθος, αἵματος δὲ ζέσιν κινούμενον σαφῶς τὸ θυμικὸν ἀπεργάζεται· καὶ φθάσας οἷα δὴ ζῶν ἐν Χριστῷ καὶ κινούμενος καὶ ὤν, ἑαυτοῦ τὴν τῶν ἀνίσων ἀλλόκοτον ἀπέθετο γένεσιν, μὴ φέρων ἐν ἑαυτῷ, καθάπερ ἄρρεν καὶ θῆλυ, τὰς ἐναντίας, ὡς ἔφην, τούτων τῶν παθῶν διαθέσεις, ἵνα μὴ δουλωθῇ τούτοις ὁ λόγος, ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς συναλλοιούμενος· ᾧ φυσικῶς τὸ τῆς θείας εἰκόνος ἐγκέκραται σέλας, πεῖθον τὴν ψυχὴν μεταπλασθῆναι κατὰ τὴν γνώμην πρὸς τὴν θείαν ὁμοίωσιν καὶ γενέσθαι τῆς συνυφισταμένης οὐσιωδῶς τῷ θεῷ καὶ Πατρὶ τῶν ὅλων μεγάλης βασιλείας, ὡς Πνεύματος ἁγίου παμφαὲς οἰκητήριον, ὅλην δεχόμενον, εἰ θέμις εἰπεῖν, τῆς θείας φύσεως κατὰ τὸ δυνατὸν τὴν ἐξουσίαν τῆς γνώσεως, καθ᾽ ἣν ἡ μὲν τῶν χειρόνων ἀπογίνεσθαι, τῶν δὲ κρειττόνων ὑφίστασθαι πέφυκε γένεσις, ἶσα θεῷ τῆς ψυχῆς κατὰ τὴν χάριν τῆς κλήσεως ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ τῶν δωρηθέντων καλῶν τὴν ὑπόστασιν· καθ᾽ ἣν ἀεὶ θέλων Χριστὸς γεννᾶται μυστικῶς, διὰ τῶν σωζομένων σαρκούμενος καὶ μητέρα παρθένον ἀπεργαζόμενος τὴν γεννῶσαν ψυχήν, οὐκ ἔχουσαν, ἵνα συνελὼν εἴπω, κατὰ τὴν σχέσιν, ὥσπερ ἄρρεν καὶ θῆλυ, τὰ γνωρίσματα τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως.

Ξενιζέσθω δὲ μηδείς, τὴν φθορὰν τῆς γενέσεως ἀκούων προταττομένην· ἀπαθῶς γὰρ σὺν ὀρθῷ λόγῳ τὴν τῶν γινομένων καὶ ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει σαφῶς ἐκ φθορᾶς καὶ εἰς φθορὰν τὴν γένεσιν ἀρχομένην καὶ λήγουσαν, ἧς τὰ σημαντικὰ πάθη, καθάπερ ἔφην, οὐκ ἔχει Χριστὸς ἤγουν ὁ τοῦ Χριστοῦ τε καὶ κατὰ Χριστὸν βίος τε καὶ λόγος, εἴπερ ὁ λέγων ἐστὶν ἀληθής· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τὰ σημεῖα δηλαδὴ καὶ τὰ πάθη δηλῶν τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως, ἀλλ᾽ ἢ μόνον θεοειδὴς λόγος, γνώσει θείᾳ πεποιωμένος, καὶ γνώμης μοναδικὴ κίνησις, μόνην αἱρουμένη τὴν ἀρετήν· οὔτε Ἕλλην καὶ Ἰουδαῖος, δι᾽ ὧν τῆς περὶ θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος ἤ, τό γε μᾶλλον ἀληθέστερον εἰπεῖν, ἀντικείμενος, ὁ μὲν ἀφρόνως εἰσηγούμενος πολυαρχίαν καὶ τὴν μίαν ἀρχὴν ἀντικειμέναις ἐνεργείαις τε καὶ δυνάμεσι καταμερίζων καὶ πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσκυνουμένων στασιαζόμενον καὶ τῷ διαφόρῳ τῆς προσκυνήσεως τρόπῳ γελώμενον, ὁ δὲ μίαν μέν, στενὴν δὲ καὶ ἀτελῆ καὶ σχεδὸν ἀνυπόστατον, ὡς Λόγου καὶ Ζωῆς ἔρημον, πρὸς ἶσον κακὸν τῷ προτέρῳ λόγῳ διὰ τῶν ἐναντίων ἐκπίπτων, τὴν ἀθεΐαν, ἑνὶ περιγράφων προσώπῳ τὴν μίαν ἀρχὴν καὶ ταύτην δίχα Λόγου καὶ Πνεύματος ὑφισταμένην ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένην, μὴ συνορῶν ὅτι τίς θεός, τούτων ἠμοιρημένος, ἢ πῶς θεός, μεθέξει παραπλησίως τοῖς ὑπὸ γένεσιν λογικοῖς, ὡς συμβεβηκότων, τούτων μεμοιραμένος· ὧν ἐν Χριστῷ τὸ παράπαν, ὡς ἔφην, οὐδείς, ἀλλὰ μόνος ἀληθοῦς εὐσεβείας λόγος καὶ πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε τοῦ προτέρου λόγου διαστολὴν τῆς θεότητος ἀποπεμπόμενος καὶ τὴν τοῦ δευτέρου μὴ παραδεχόμενος συστολήν, ἵνα μὴ τῷ φυσικῷ πλήθει στασιαστικόν — Ἑλληνικὸν γάρ—ἢ τῷ καθ᾽ ὑπόστασιν ἑνικῷ παθητόν —Ἰουδαϊκὸν γάρ—, ὡς Λόγου καὶ Πνεύματος ἐστερημένον ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένον, ἀλλ᾽ οὐκ ὂν Νοῦς καὶ Λόγος καὶ Πνεῦμα, τὸ θεῖον πρεσβεύηται, καὶ διδάσκων ἡμᾶς, τοὺς κλήσει χάριτος κατὰ πίστιν εἰσπεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότητος φύσιν καὶ δύναμιν, ἤγουν ἕνα θεόν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον, οἷα δὴ μόνον ἀναίτιον Νοῦν οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ᾽ οὐσίαν ὑφεστῶτος ἀνάρχου Λόγου γεννήτορα καὶ μόνης ἀϊδίου Ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος ἁγίου πηγήν· ἐν μονάδι τριάδα καὶ ἐν τριάδι μονάδα· οὐκ ἄλλην ἐν ἄλλῃ—οὐ γὰρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός ἐστιν ἡ τριὰς ἢ τὸ ἔμπαλιν ἐν τριάδι μονάς, ἄποιος γάρ—· οὐδ᾽ ὡς ἄλλην καὶ ἄλλην—οὐ γὰρ ἑτερότητι φύσεως τῆς τριάδος ἡ μονὰς διενήνοχεν, ἁπλῆ τε καὶ μία φύσις τυγχάνουσα—· οὐδ᾽ ὡς ἄλλην παρ᾽ ἄλλην— οὐ γὰρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ τριὰς ἢ τῆς τριάδος ἡ μονάς, ἢ ὡς κοινόν τι καὶ γενικόν, ἐπινοίᾳ μόνῃ θεωρητόν, τῶν ὑπ᾽ αὐτὸ μερικῶν, παρήλλακται τῆς τριάδος ἡ μονάς, οὐσία κυρίως αὐθύπαρκτος οὖσα καὶ δύναμις ὄντως αὐτοσθενής—· οὐδ᾽ ὡς δι᾽ ἄλλης ἄλλην—οὐ γὰρ μεσιτεύεται σχέσει τὸ ταυτὸν πάντη καὶ ἄσχετον, ὡς πρὸς αἴτιον αἰτιατόν—· οὐδ᾽ ὡς ἐξ ἄλλης ἄλλην—οὐ γὰρ κατὰ παραγωγὴν ἢ προαγωγὴν ἐκ μονάδος τριάς, ἀγένητος ὑπάρχουσα καὶ αὐτέκφαντος—· ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς μονάδα καὶ τριάδα καὶ λεγομένην καὶ νοουμένην, τὸ μὲν τῷ κατ᾽ οὐσίαν λόγῳ, τὸ δὲ τῷ καθ᾽ ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τὴν αὐτήν, μὴ μεμερισμένην ταῖς ὑποστάσεσι, καὶ ὅλην τριάδα τὴν αὐτήν, τῇ μονάδι μὴ συγκεχυμένην, ἵνα μὴ τῷ μερισμῷ τὸ πολύθεον ἢ τῇ συγχύσει τὸ ἄθεον εἰσκομίζηται· ἅπερ φεύγων ὁ κατὰ Χριστὸν λαμπρύνεται λόγος, λέγω δὲ Χριστοῦ λόγον, τὸ καινὸν κήρυγμα τῆς ἀληθείας, ἐν ᾧ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ, φημὶ δὲ τὰ σημεῖα καὶ τὰ πάθη τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· οὐχ᾽ Ἕλλην καὶ Ἰουδαῖος, οἱ περὶ θεότητος ἀντικείμενοι λόγοι· οὐ περιτομὴ καὶ ἀκροβυστία, αἱ τούτοις δηλαδὴ κατάλληλοι λατρεῖαι, ἡ μὲν διὰ τὰ σύμβολα τοῦ νόμου τὴν φαινομένην κτίσιν κακίζουσα καὶ τὸν κτίστην ὡς κακῶν ποιητὴν διαβάλλουσα, ἡ δὲ διὰ τὰ πάθη ταύτην θεοποιοῦσα καὶ τῷ κτίστῃ ἐπανιστῶσα τὸ ποίημα, καὶ πρὸς ἶσον κακὸν ἄμφω, τὴν θείαν ὕβριν, ἀλλήλαις συλλήγουσαι· οὐ βάρβαρος καὶ Σκύθης, τουτέστιν ἡ πρὸς ἑαυτὴν στασιαστικὴ τῆς μιᾶς φύσεως κατὰ γνώμην διάστασις, καθ᾽ ἣν ὁ τῆς ἀλληλοκτονίας παρὰ φύσιν τοῖς ἀνθρώποις εἰσεφθάρη νόμος· οὔτε δοῦλος καὶ ἐλεύθερος, ἡ τῆς αὐτῆς δηλονότι παρὰ γνώμην διαίρεσις φύσεως, ἄτιμον ποιουμένη τὸν κατὰ φύσιν ὁμότιμον, νόμον ἐπίκουρον ἔχουσα τὴν τυραννοῦσαν τὸ τῆς εἰκόνος ἀξίωμα τῶν δεσποζόντων διάθεσιν· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, διὰ τῶν ὑπὲρ φύσιν καὶ νόμον τὴν τῆς ἀνάρχου βασιλείας δημιουργῶν ἐν Πνεύματι μόρφωσιν, ἥν, ὡς ἀποδέδεικται, πέφυκε χαρακτηρίζειν καρδίας ταπείνωσις καὶ πραότης, ὧν ἡ σύνοδος τέλειον τὸν κατὰ Χριστὸν κτιζόμενον ἀποδείκνυσιν ἄνθρωπον· πᾶς γὰρ ταπεινόφρων πάντως καὶ πρᾶος, καὶ πᾶς πρᾶος πάντως καὶ ταπεινόφρων, ταπεινόφρων μέν, ὡς γνοὺς ἑαυτὸν ἔχοντα τὸ εἶναι δεδανεισμένον, πρᾶος δέ, ὡς διαγνοὺς τῶν δοθεισῶν αὐτῷ κατὰ φύσιν δυνάμεων τὴν χρῆσιν, καὶ τῷ μὲν λόγῳ πρὸς ἀρετῆς γένεσιν τούτων διδοὺς τὴν ὑπηρεσίαν, τῆς αἰσθήσεως δὲ τελείως τὴν τούτων συστέλλων ἐνέργειαν, καὶ διὰ τοῦτο κατὰ μὲν τὸν νοῦν πρὸς τὸν θεὸν ἀεικίνητος ὤν, κατὰ δὲ τὴν αἴσθησιν οὐδὲ πάντων ὁμοῦ τῶν πρὸς σῶμα λυπηρῶν πεῖραν λαμβάνων, παντελῶς κινούμενος ἢ λύπης ἴχνος ἐντυπῶν τῇ ψυχῇ πρὸς παραλλαγὴν τῆς ἐν αὐτῇ χαρτῆς διαθέσεως· οὐ γὰρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν τὸ κατ᾽ αἴσθησιν ἀλγεινόν· ἡδονὴν γὰρ μίαν ἐπίσταται τὴν τῆς ψυχῆς πρὸς τὸν λόγον συμβίωσιν, ἧς ἡ στέρησις κόλασίς ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τοὺς αἰῶνας, καὶ διὰ τοῦτο τό τε σῶμα καὶ πάντα τὰ τοῦ σώματος ἀφείς, πρὸς τὴν θείαν φέρεται συντόνως συμβίωσιν, μίαν ζημίαν ἡγούμενος, κἂν πάντων δεσπόζῃ τῶν ἐπὶ γῆς, τὴν τῆς προσδοκωμένης κατὰ χάριν θεώσεως ἀποτυχίαν.