Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὴν κυριακὴν προσευχήν

Μάξιμος ὁ Ὁμολογητής

Η εκπλήρωση του θείου θελήματος και ο επιούσιος άρτος

Ερμηνεία των αιτημάτων για την πραγμάτωση του θελήματος του Θεού στη γη όπως στον ουρανό και για την παροχή του επιούσιου άρτου, ο οποίος νοείται ως πνευματική τροφή και άσκηση ολιγάρκειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 5

Ἁγνίσωμεν οὖν ἑαυτοὺς παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἵνα τὸ θεῖον ἁγιάσωμεν ὄνομα, ἀκκιζομένην τοῖς πάθεσιν ἀπρεπῶς τὴν ἐπιθυμίαν κατασβέσαντες, καὶ λόγῳ ταῖς ἡδοναῖς ἀτάκτως ἐπιμαινόμενον τὸν θυμὸν καταδήσωμεν, ἵνα διὰ τῆς πραότητος παραγινομένην ὑποδεξώμεθα τὴν τοῦ θεοῦ καὶ Πατρὸς βασιλείαν καὶ τὸν ἐφεξῆς λόγον τῆς προσευχῆς τοῖς προτέροις ἁρμόσωμεν, λέγοντες· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.

Ὁ κατὰ μόνην τὴν λογικὴν δύναμιν, ἐπιθυμίας τε καὶ θυμοῦ κεχωρισμένην, μυστικῶς προσάγων τῷ θεῷ τὴν λατρείαν, οὗτος ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ τῶν ἀγγέλων αἱ τάξεις, τὸ θεῖον πεπλήρωκε θέλημα, διὰ πάντων τοῖς ἀγγέλοις ὁμολάτρης γενόμενος καὶ ὁμοδίαιτος, καθά που φησὶν ὁ μέγας ἀπόστολος· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, παρ᾽ οἷς οὐκ ἔστιν ἐπιθυμία, δι᾽ ἡδονῆς τοὺς νοεροὺς παραλύουσα τόνους, οὔτε θυμός, λυσσῶν καὶ τὸ συγγενὲς ἀσέμνως καθυλακτῶν, ἀλλὰ λόγος μονώτατος, πρὸς τὸν πρῶτον Λόγον φυσικῶς ἄγων τοὺς λογικούς, ᾧ μόνῳ χαίρει θεὸς καὶ παρ᾽ ἡμῶν αἰτεῖ, τῶν αὐτοῦ δούλων, καὶ τοῦτο δηλοῖ πρὸς τὸν μέγαν φάσκων Δαυΐδ· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;

Ὑπάρχει δὲ τῷ θεῷ ἐν οὐρανοῖς προσαγόμενον παρὰ τῶν ἁγίων ἀγγέλων πλὴν τῆς λογικῆς λατρείας οὐδέν· ἣν καὶ παρ᾽ ἡμῶν ἐπιζητῶν, προσευχομένους λέγειν ἐδίδαξε· 〈Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.〉 Οὐκοῦν κινείσθω καὶ ἡμῶν πρὸς τὴν τοῦ θεοῦ ζήτησιν ὁ λόγος, πρός τε τὸν αὐτοῦ πόθον ἡ κατ᾽ ἐπιθυμίαν δύναμις, καὶ πρὸς τὴν αὐτοῦ φυλακὴν ἀγωνιζέσθω τὸ θυμικόν, μᾶλλον δὲ τὸ κυριώτερον εἰπεῖν, ὁ μὲν νοῦς τετάσθω πᾶς πρὸς θεόν, οἱονεὶ τόνῳ τινὶ τῷ θυμικῷ τρόπῳ νευρούμενος καὶ πόθῳ τῇ κατ᾽ ἄκρον ἐφέσει τῆς ἐπιθυμίας πυρούμενος· οὕτω γὰρ τοὺς κατ᾽ οὐρανὸν ἀγγέλους μιμούμενοι, τῷ θεῷ διὰ πάντων λατρεύοντες εὑρεθησόμεθα, τὴν αὐτὴν τοῖς ἀγγέλοις ἐπὶ τῆς γῆς πολιτείαν ἐπιδεικνύμενοι, πρὸς οὐδὲν τῶν μετὰ θεὸν ἴσως ἐκείνοις ἔχοντες τὸν νοῦν τὸ παράπαν κινούμενον· δεξόμεθα γάρ, κατ᾽ εὐχὰς οὕτω πολιτευόμενοι, καθάπερ ἄρτον ἐπιούσιόν τε καὶ ζωτικὸν εἰς ἀποτροφὴν τῶν ἡμετέρων ψυχῶν καὶ συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐεξίας, τὸν εἰπόντα Λόγον· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἀναλόγως ἡμῖν, τοῖς τρεφομένοις δι᾽ ἀρετῆς καὶ σοφίας, πάντα γινόμενον καὶ δι᾽ ἑκάστου τῶν σωζομένων ποικίλως, ὡς οἶδεν αὐτός, σωματούμενον, ἔτι κατὰ τὸν αἰῶνα τοῦτον ὑπάρχοντες, κατὰ τὴν τοῦ ῥητοῦ τῆς προσευχῆς δύναμιν τοῦ λέγοντος· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.

Τοῦτον γὰρ οἶμαι δηλοῦσθαι τὸν αἰῶνα διὰ τοῦ 〈σήμερον,〉 ὡς εἴ τις ἐπὶ τὸ σαφέστερον ἐκλαβὼν εἴποι τὸν τόπον τῆς προσευχῆς· 〈τὸν ἄρτον ἡμῶν,〉 ὃν κατ᾽ ἀρχὰς ἐπ᾽ ἀθανασίᾳ τῆς φύσεως ἡτοίμασας, 〈δὸς ἡμῖν σήμερον,〉 κατὰ τὴν παροῦσαν ζωὴν οὖσι τῆς θνητότητος, ἵνα νικήσῃ τὸν θάνατον τῆς ἁμαρτίας ἡ τροφὴ τοῦ ἄρτου τῆς ζωῆς καὶ τῆς ἐπιγνώσεως, ἧς μέτοχον γενέσθαι τὸν πρῶτον ἄνθρωπον ἡ παράβασις τῆς θείας ἐντολῆς οὐ συνεχώρησεν, ὡς εἴ γε ταύτης ἐνεφορήθη τῆς θείας τροφῆς, οὐκ ἂν τῷ θανάτῳ τῆς ἁμαρτίας ἡλίσκετο. Πρὸς ταύτην δέ με τοῦ παρόντος ῥητοῦ τὴν ἔννοιαν ἤγαγεν ὁ σωτήρ, προστάσσων διαρρήδην τοῖς μαθηταῖς τροφῆς αἰσθητῆς παντελῶς μὴ ποιεῖσθαι λόγον, εἰπών· Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε, μήτε τῷ σώματι ὑμῶν τί περιβάλησθε—ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν—, ἀλλὰ ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Πῶς οὖν διδάσκει προσεύχεσθαι περὶ ὧν μὴ ζητεῖν προλαβὼν ἐνετείλατο;

Δῆλον γὰρ ὅτι διὰ προσευχῆς αἰτεῖν οὐ προσέταττεν ἅπερ δι᾽ ἐντολῆς ζητεῖν οὐ παρῄνεσε· διὰ προσευχῆς γὰρ μόνον ἐστὶν αἰτητὸν τὸ κατ᾽ ἐντολὴν ζητητόν· ὅπερ οὖν ζητεῖν δι᾽ ἐντολῆς οὐκ ἐπετράπημεν, διὰ προσευχῆς αἰτεῖν τυχὸν θεμιτὸν οὐ καθέστηκεν. Εἰ δὲ μόνην ζητεῖν τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην ὁ σωτὴρ ἐνετείλατο, ταύτην εἰκότως καὶ διὰ προσευχῆς αἰτεῖν τοὺς τῶν θείων ἐφιεμένους δώρων ἐνήγαγεν, ἵνα, τῶν φύσει ζητητῶν διὰ προσευχῆς τὴν χάριν ἐπικυρώσας, τὴν τῶν αἰτούντων γνώμην τῷ τοῦ παρεχομένου τὴν χάριν συνάψῃ θελήματι, δι᾽ ἑνώσεως σχετικῆς ταυτοποιουμένην.

Εἰ δὲ καὶ τὸν ἐφήμερον ἄρτον, ᾧ συγκρατεῖσθαι πέφυκεν ἡμῶν ἡ παροῦσα ζωή, διὰ προσευχῆς αἰτεῖν κελευόμεθα, μὴ παρέλθωμεν τοὺς ὅρους τῆς προσευχῆς, πολλὰς ἐτῶν περιόδους πλεονεκτικῶς περισκοποῦντες, καὶ λάθωμεν ὄντες θνητοὶ καί, σκιᾶς δίκην, τὴν ζωὴν παροδεύουσαν ἔχοντες, ἀλλὰ τὸν πρὸς ἡμέραν ἀπεριμερίμνως διὰ τῆς προσευχῆς αἰτήσωμεν ἄρτον καὶ δείξωμεν ὅτι φιλοσόφως κατὰ Χριστὸν μελέτην θανάτου τὸν βίον ποιούμεθα, τῇ γνώμῃ φθάνοντες τὴν φύσιν καί, πρὶν ἐπιστῆναι τὸν θάνατον, τῆς τῶν σωματικῶν μερίμνης τὴν ψυχὴν ἀποτέμνοντες, ἵνα μὴ προσηλωθῇ τοῖς φθειρομένοις, ἀμείψασα πρὸς τὴν ὕλην τὴν χρῆσιν τῆς κατὰ φύσιν ἐφέσεως, καὶ μάθῃ πλεονεξίαν τῆς τῶν θείων ἀγαθῶν περιουσίας στερητικήν.

Φύγωμεν οὖν, ὅση δύναμις, τὴν φιλίαν τῆς ὕλης, καὶ τὴν αὐτῆς σχέσιν καθάπερ κονιορτὸν τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα· καὶ μόνοις ἀρκεσθῶμεν τοῖς συνιστῶσιν, ἀλλὰ μὴ τοῖς ἡδύνουσιν ἡμῶν τὴν παροῦσαν ζωήν, καὶ ὑπὲρ αὐτῶν τὸν θεόν, ὡς ἐδιδάχθημεν, ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι τὴν ψυχήν, μηδενὶ τῶν ὁρωμένων διὰ τὸ σῶμα παντελῶς κρατουμένην· καὶ τοῦ ζῆν ἕνεκεν δειχθῶμεν ἐσθίοντες, ἀλλὰ μὴ τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν—τὸ μὲν γὰρ λογικῆς, τὸ δὲ τῆς ἀλόγου σαφῶς ἴδιον καθέστηκε φύσεως—· καὶ φύλακες ὦμεν τῆς προσευχῆς ἀκριβεῖς, δι᾽ αὐτῶν δεικνύμενοι τῶν πραγμάτων ὅτι μιᾶς καὶ μόνης ἀπρὶξ ἀντεχόμεθα τῆς ἐν Πνεύματι ζωῆς καὶ πρὸς τὴν αὐτῆς κτῆσιν τῆς παρούσης τὴν χρῆσιν ποιούμεθα, δι᾽ ἣν τοσοῦτον τὴν ταύτης στέργομεν χρῆσιν, ὅσον ἄρτῳ ταύτην μόνῳ στηρίζειν μὴ παραιτεῖσθαι καὶ τὴν αὐτῆς φυσικὴν εὐεξίαν φυλάττειν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, ἀδιάφθορον, οὐχ᾽ ἵνα ζῶμεν, ἀλλ᾽ ἵνα θεῷ ζῶμεν, ψυχῆς ἄγγελον τὸ σῶμα καθιστῶντες, λελογισμένον ταῖς ἀρεταῖς, καὶ ταύτην θεοῦ κήρυκα ποιοῦντες, τῇ περὶ τὸ καλὸν παγιότητι πεποιωμένην, καὶ τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ περικλείοντες τὸν ἄρτον, ὑπὲρ αὐτοῦ μὴ τολμῶντες εἰς δευτέραν ἡμέραν διὰ τὸν δοτῆρα τῆς προσευχῆς ἐπεκτεῖναι τὴν δέησιν· οὕτω γὰρ ἄν, πραγματικῶς κατὰ τὴν δύναμιν τῆς προσευχῆς ἑαυτοὺς διαθέντες, δυνηθείημεν καὶ τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φάσκοντες· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.