Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὴν κυριακὴν προσευχήν

Μάξιμος ὁ Ὁμολογητής

Η συγχώρηση των οφειλημάτων και η αποτροπή του πειρασμού

Η άφεση των αμαρτιών του πλησίον ως απαραίτητη προϋπόθεση για τη λήψη της θείας συγχώρησης. Θεολογική ανάλυση του πειρασμού, της μνησικακίας και της υποδούλωσης στον πονηρό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 5

Ὁ κατὰ τὴν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ θεωρίας ἐπιβολήν, κατὰ τὸν αἰῶνα τοῦτον, οὗ σύμβολον εἶναι τὸ 〈σήμερον〉 ἔφαμεν, τὸν ἄφθαρτον ἄρτον τῆς σοφίας, οὗ κατ᾽ ἀρχὰς διετείχισεν ἡμᾶς ἡ παράβασις, διὰ προσευχῆς ἐπιζητῶν—ἅτε δὴ μίαν ἡδονὴν ἐπιστάμενος τὴν τῶν θείων ἐπιτυχίαν, ἧς δοτὴρ μὲν κατὰ φύσιν ἐστὶν ὁ θεός, φύλαξ δὲ κατὰ θέλησιν ἡ τοῦ λαβόντος προαίρεσις, καὶ μίαν ὀδύνην εἰδὼς τὴν τούτων ἀποτυχίαν, ἧς ὑποβολεὺς μέν ἐστιν ὁ διάβολος, αὐτουργὸς δὲ πᾶς ὁ τῶν θείων δι᾽ ἀτονίαν γνώμης ἀποκναιόμενος, μὴ φυλάττων τὸ τίμιον γνώμης διαθέσει στεργόμενον—, πρὸς οὐδὲν ἔχων τῶν ὁρωμένων ῥέπουσαν τὸ σύνολον τὴν προαίρεσιν καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμβαίνουσι λυπηροῖς οὐχ᾽ ὑπαγόμενος, οὗτος ὡς ἀληθῶς ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνουσιν, ὅτι μηδὲ τὸ κατ᾽ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τὸ παράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν πεπιστευμένον· καὶ τῷ θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς ἐξεμπλάριον, εἰ τοῦτο θέμις εἰπεῖν, πρὸς μίμησιν ἑαυτοῦ τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων· 〈Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,〉 καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας, οἷ γενέσθαι παρακαλῶν τὸν θεόν· εἰ γὰρ ὡς αὐτὸς ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, βούλεται καὶ αὐτῷ ἀφεθῆναι παρὰ θεοῦ, δηλονότι ὥσπερ ὁ θεὸς ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καὶ αὐτὸς ἀπαθὴς ἐπὶ τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι, μὴ συγχωρῶν μνήμῃ τινὶ τῶν φθασάντων λυπηρῶν τυποῦσθαι τὸν νοῦν, ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν ἐλέγχηται, πρός τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρωπος ὤν· οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ τῆς φύσεως, ἡ τοῦ θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ γίνεσθαι πέφυκεν, ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν φύσιν τὴν θείαν καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν· καὶ τυχὸν διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους ποιεῖσθαι καταλλαγὰς ὁ θεός, οὐχ᾽ ἵνα παρ᾽ ἡμῶν μάθῃ καταλλάττεσθαι τοῖς ἁμαρτάνουσι καὶ τῶν πολλῶν συγχωρεῖν καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν, ἀλλ᾽ ἵνα ἡμᾶς καθάρῃ παθῶν καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν.

Σαφῶς δὲ καθέστηκε δῆλον ὅτι, τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ τῆς φύσεως, ἀστασίαστος ἔσται πρὸς τὸν θεὸν ἡ τῶν τοῦτο κατωρθωκότων προαίρεσις, εἴπερ οὐδὲν πέφυκεν ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως, ὃς καὶ νόμος ἐστὶ φυσικός τε καὶ θεῖος, ὅταν καθ᾽ ἑαυτὸν ἐνεργουμένην λάβῃ τῆς γνώμης τὴν κίνησιν· εἰ δὲ παράλογον οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως, εἰκότως ἡ γνώμη, κατὰ τὸν λόγον κινουμένη τῆς φύσεως, συμβαίνουσαν ἕξει διὰ πάντων τῷ θεῷ τὴν ἐνέργειαν, ἥτις ἐστὶ διάθεσις ἔμπρακτος, τῇ χάριτι τοῦ φύσει καλοῦ πρὸς ἀρετῆς γένεσιν πεποιωμένη.

Οὕτω μὲν οὖν ὁ τὸν γνωστικὸν ἄρτον αἰτῶν διακείσεται προσευχόμενος· μεθ᾽ ὃν κἀκεῖνος ὁ μόνον τὸν ἐφήμερον ἄρτον ἐπιζητῶν διὰ τὴν βίαν τῆς φύσεως κατὰ τὸν αὐτὸν διατεθήσεται τρόπον, ἀφιεὶς τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, οἷα δὴ γνοὺς ὅτι κατὰ φύσιν ὑπάρχει θνητός, καὶ λοιπὸν καθ᾽ ἑκάστην ἡμέραν διὰ τὴν ἀδηλίαν τὸ φύσει πεφυκὸς ἐκδεχόμενος, προλαμβάνει τὴν φύσιν κατὰ τὴν γνώμην, αὐθαίρετος νεκρὸς πρὸς τὸν κόσμον γινόμενος κατὰ τὸ φάσκον λόγιον· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, καὶ διὰ τοῦτο σπενδόμενος ἅπασιν, ἵνα μηδὲν ἑαυτῷ συνεπικομίζηται γνώρισμα τῆς μοχθηρίας τοῦ νῦν αἰῶνος, πρὸς τὴν ἀγήρω ζωὴν μεθιστάμενος, καὶ λάβῃ παρὰ τοῦ κριτοῦ καὶ σωτῆρος τῶν ὅλων, ὧν ἐνταῦθα προκέχρηκε, τὴν ἴσην ἀντίδοσιν· ἀναγκαία γὰρ ἀμφοτέροις πρὸς τὴν σφῶν αὐτῶν λυσιτέλειαν καθέστηκεν ἡ καθαρὰ πρὸς τοὺς λελυπηκότας διάθεσις, πάντων μὲν ἕνεκεν, οὐχ᾽ ἥκιστα δὲ διὰ τὴν τῶν λειπομένων ῥητῶν δύναμιν, τοῦτον ἔχουσαν τὸν τρόπον· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Δηλοῖ γὰρ ἐν τούτοις ὁ λόγος ὡς ὁ μὴ συγχωρήσας τελείως τοῖς πταίουσι καὶ καθαρὰν λύπης παραστήσας τῷ θεῷ τὴν καρδίαν, λελαμπρυσμένην τῷ φωτὶ τῆς πρὸς τὸν πέλας καταλλαγῆς, τῆς τῶν ηὐγμένων καλῶν ἀποτεύξεται χάριτος καὶ τῷ πειρασμῷ καὶ τῷ πονηρῷ κατὰ δικαίαν ἐκδοθήσεται κρίσιν, ἵνα μάθῃ καθαίρεσθαι πλημμελῶν, τὰς κατὰ ἄλλων ἑαυτοῦ μομφὰς ἀφαιρούμενος. 〈Πειρασμὸν〉 δὲ λέγει νῦν τὸν τῆς ἁμαρτίας νόμον, ὃν οὐκ ἔχων ὁ πρῶτος ἄνθρωπος ἦλθεν εἰς γένεσιν, 〈Πονηρὸν〉 δὲ τὸν τοῦτον ἐμφύραντα τῇ φύσει τῶν ἀνθρώπων διάβολον καὶ πείσαντα δι᾽ ἀπάτης τὸν ἄνθρωπον ἀπὸ τοῦ συγκεχωρημένου πρὸς τὸ κεκωλυμένον τῆς ψυχῆς μετενέγκαι τὴν ἔφεσιν καὶ πρὸς τὴν τῆς θείας ἐντολῆς τραπῆναι παράβασιν, ἧς ἔργον γέγονεν ἡ τῆς δοθείσης κατὰ χάριν ἀφθαρσίας ἀπόθεσις.

Ἢ πάλιν 〈πειρασμὸν〉 μέν φησι τὴν τῆς ψυχῆς ἑκούσιον πρὸς τὰ πάθη τῆς σαρκὸς συνδιάθεσιν, 〈πονηρὸν〉 δὲ τὸν κατ᾽ ἐνέργειαν συμπληρωτικὸν τῆς ἐμπαθοῦς διαθέσεως τρόπον, ὧν οὐδενὸς ὁ δίκαιος ἐξαιρεῖται κριτὴς τὸν μὴ τοῖς ὀφειλέταις ἀφιέντα τὰ ὀφειλήματα, κἂν τοῦτο ψιλῶς διὰ τῆς προσευχῆς ἐξαιτῆται, ἀλλὰ καὶ τῷ νόμῳ τῆς ἁμαρτίας συγχωρεῖ μολύνεσθαι τὸν τοιοῦτον, καὶ ὑπὸ τοῦ πονηροῦ κυριεύεσθαι τὸν σκληρὸν καὶ ἀπότομον τὴν γνώμην ἐγκαταλιμπάνει, οἷα δὴ τὰ πάθη τῆς ἀτιμίας, ὧν σπορεύς ἐστιν ὁ διάβολος, προτετιμηκότα τῆς φύσεως, ἧς ἐστι δημιουργὸς ὁ θεός· καὶ μὴν καὶ πρὸς τὰ πάθη τῆς σαρκὸς ἑκουσίως συνδιατιθέμενον οὐ κωλύει, καὶ τοῦ κατ᾽ ἐνέργειαν συμπληρωτικοῦ τρόπου τῆς κατ᾽ αὐτὰ διαθέσεως οὐ λυτροῦται, ὅτι παθῶν ἀνυποστάτων ἥττονα τὴν φύσιν ἡγησάμενος, τῇ περὶ ταῦτα σπουδῇ τὸν ταύτης λόγον ἠγνόησε, καθ᾽ ὃν ἔδει κινηθέντα γνῶναι τίς μὲν φύσεως νόμος, τίς δὲ παθῶν ἡ κατὰ αἵρεσιν γνωμικῶς ἀλλ᾽ οὐ φυσικῶς ἐπισυμβαίνουσα καθέστηκε τυραννίς, καὶ τὸν μὲν περιποιήσασθαι, ταῖς φυσικαῖς συντηρούμενον ἐνεργείαις, τὴν δὲ τῆς γνώμης ἀπελάσαι μακρὰν καὶ τῷ λόγῳ διατηρῆσαι τὴν φύσιν, ἐφ᾽ ἑαυτῆς ἑστῶσαν καθαρὰν καὶ ἄμωμον, χωρὶς μίσους καὶ διαστάσεως, καὶ τῇ φύσει πάλιν καταστῆσαι τὴν γνώμην συνέμπορον, μηδὲν παντελῶς ἐπιφερομένην, ὧν ὁ τῆς φύσεως οὐκ ἐπιδίδωσι λόγος, καὶ διὰ τοῦτο μῖσος ἅπαν καὶ πᾶσαν τοῦ κατὰ φύσιν συγγενοῦς ἀποστῆσαι διάστασιν, ἵνα, ταύτην λέγων τὴν προσευχήν, εἰσακούηται, καὶ διπλῆν ἀνθ᾽ ἁπλῆς παρὰ τοῦ θεοῦ δέχηται χάριν, τήν τε τῶν φθασάντων πλημμελημάτων συγχώρησιν καὶ τὴν ἐπὶ τοῖς μέλλουσι σκέπην καὶ λύτρωσιν, εἴς τε πειρασμὸν εἰσελθεῖν μὴ συγχωρούμενος καὶ τῷ πονηρῷ δουλωθῆναι μὴ ἀφιέμενος, ὑπὲρ ἑνὸς τοῦ τοῖς πέλας ἑτοίμως ἀφιέναι τὰ ὀφειλήματα.