Διττὸς γὰρ κατὰ τὴν Γραφὴν τῶν πειρασμῶν ὁ τρόπος, ὁ μὲν ἡδονικός, ὁ δὲ ὀδυνηρός, καὶ ὁ μὲν προαιρετικός, ὁ δὲ ἀπροαίρετος, καὶ ὁ μὲν τῆς ἁμαρτίας γεννήτωρ, εἰς ὃν εἰσελθεῖν κατὰ τὴν τοῦ κυρίου διδαχὴν ἀπεύχεσθαι προσετάγημεν, φάσκοντος· 〈Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν〉 καὶ Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν, ὁ δὲ τῆς ἁμαρτίας τιμωρός, ἀκουσίοις πόνων ἐπιφοραῖς τὴν φιλαμαρτήμονα κολάζων διάθεσιν· ὃν εἴ τις ὑπομείνῃ, καὶ μάλιστα κακίας ἥλοις οὐκ ἐμπεπαρμένος, ἀκούσεται τοῦ μεγάλου διαρρήδην βοῶντος Ἰακώβου· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἔργον τέλειον ἐχέτω. Ἀμφοτέρους δὲ τοὺς πειρασμούς, τὸν ἑκούσιόν τε καὶ τὸν ἀκούσιον, περιέπει κακούργως ὁ Πονηρός, τὸν μὲν σπείρων καὶ διερεθίζων τὴν ψυχὴν ἡδοναῖς σώματος ἀποστῆσαι τῆς θείας ἀγάπης τὴν ἔφεσιν μηχανώμενος, τὸν δὲ σοφιστικῶς ἐξαιτεῖται δι᾽ ὀδύνης φθεῖραι τὴν φύσιν βουλόμενος, ἵνα βιάσηται τὴν ψυχήν, ἀτονίᾳ πόνων καταβληθεῖσαν, πρὸς τὴν τοῦ κτίσαντος διαβολὴν κινῆσαι τοὺς λογισμούς.