Ὁ κατὰ τὴν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ θεωρίας ἐπιβολήν, κατὰ τὸν αἰῶνα τοῦτον, οὗ σύμβολον εἶναι τὸ 〈σήμερον〉 ἔφαμεν, τὸν ἄφθαρτον ἄρτον τῆς σοφίας, οὗ κατ᾽ ἀρχὰς διετείχισεν ἡμᾶς ἡ παράβασις, διὰ προσευχῆς ἐπιζητῶν—ἅτε δὴ μίαν ἡδονὴν ἐπιστάμενος τὴν τῶν θείων ἐπιτυχίαν, ἧς δοτὴρ μὲν κατὰ φύσιν ἐστὶν ὁ θεός, φύλαξ δὲ κατὰ θέλησιν ἡ τοῦ λαβόντος προαίρεσις, καὶ μίαν ὀδύνην εἰδὼς τὴν τούτων ἀποτυχίαν, ἧς ὑποβολεὺς μέν ἐστιν ὁ διάβολος, αὐτουργὸς δὲ πᾶς ὁ τῶν θείων δι᾽ ἀτονίαν γνώμης ἀποκναιόμενος, μὴ φυλάττων τὸ τίμιον γνώμης διαθέσει στεργόμενον—, πρὸς οὐδὲν ἔχων τῶν ὁρωμένων ῥέπουσαν τὸ σύνολον τὴν προαίρεσιν καὶ διὰ τοῦτο τοῖς σωματικῶς αὐτῷ συμβαίνουσι λυπηροῖς οὐχ᾽ ὑπαγόμενος, οὗτος ὡς ἀληθῶς ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτὸν ἁμαρτάνουσιν, ὅτι μηδὲ τὸ κατ᾽ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τὸ παράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατὰ φύσιν ὑπάρχειν πεπιστευμένον· καὶ τῷ θεῷ καθίστησιν ἑαυτὸν ἀρετῆς ἐξεμπλάριον, εἰ τοῦτο θέμις εἰπεῖν, πρὸς μίμησιν ἑαυτοῦ τὸν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων· 〈Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,〉 καὶ οἷος αὐτὸς γέγονε τοῖς πέλας, οἷ γενέσθαι παρακαλῶν τὸν θεόν· εἰ γὰρ ὡς αὐτὸς ἀφῆκε τὰ ὀφειλήματα τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, βούλεται καὶ αὐτῷ ἀφεθῆναι παρὰ θεοῦ, δηλονότι ὥσπερ ὁ θεὸς ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καὶ αὐτὸς ἀπαθὴς ἐπὶ τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι, μὴ συγχωρῶν μνήμῃ τινὶ τῶν φθασάντων λυπηρῶν τυποῦσθαι τὸν νοῦν, ἵνα μὴ τέμνων τῇ γνώμῃ τὴν φύσιν ἐλέγχηται, πρός τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρωπος ὤν· οὕτω γὰρ ἂν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ τῆς φύσεως, ἡ τοῦ θεοῦ πρὸς τὴν φύσιν καταλλαγὴ γίνεσθαι πέφυκεν, ὅτι μήτε δυνατὸν ἑτέρως κατὰ τὴν γνώμην πρὸς ἑαυτὴν στασιάζουσαν τὴν φύσιν τὴν θείαν καὶ ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν· καὶ τυχὸν διὰ τοῦτο πρότερον ἡμᾶς βούλεται τὰς πρὸς ἀλλήλους ποιεῖσθαι καταλλαγὰς ὁ θεός, οὐχ᾽ ἵνα παρ᾽ ἡμῶν μάθῃ καταλλάττεσθαι τοῖς ἁμαρτάνουσι καὶ τῶν πολλῶν συγχωρεῖν καὶ φοβερῶν ἐγκλημάτων τὴν ἔκτισιν, ἀλλ᾽ ἵνα ἡμᾶς καθάρῃ παθῶν καὶ δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τὴν τῶν συγχωρουμένων διάθεσιν.