Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸ «Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο»

Μάξιμος ὁ Ὁμολογητής

Η ταύτιση του ανθρώπινου θελήματος του Σωτήρος με το θείο θέλημα

Εξέταση της προσευχής της αγωνίας και η τέλεια συμφωνία του προσληφθέντος ανθρώπινου θελήματος με το θέλημα του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ, Περὶ τοῦ, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον. Εἰ τό, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ (1) τὸ ποτήριον, συστολῆς ἔμφασιν ἔχον, ἀπὸ τοῦ ἀνθρώπου λαμβάνεις, «οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου τὸ γὰρ ἐκείνου θέλειν, οὐδὲν ὑπεναντίον Θεῷ, θεωθὲν ὅλον, ἀλλὰ τοῦ καθ’ ἡμᾶς, ὡς τοῦ ἀνθρωπικοῦ θελήματος οὐ πάντως ἑπομένου τῷ Θεῷ, ἀλλ’ ἀντιπίπτοντος ὡς τὰ πολλὰ καὶ ἀντιπαλαίοντος, ᾗ φησιν ὁ θεῖος Γρηγόριος· τὸ ἑξῆς τῆς εὐχῆς, ἤγουν τό, Οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα, τί σοι δοκεῖ; συστολῆς ὑπάρχειν, ἢ ἀνδρείας; συννεύσεως ἄκρας, ἢ διαστάσεως; Ἀλλ’ ὅτι μὲν οὐκ ἀντιπτώσεως, οὔτε δειλίας, συμφυΐας δὲ μᾶλλον ἐντελοῦς καὶ συννεύσεως, οὐδεὶς ἀντερεῖ τῶν νοῦν ἐχόντων.

Καὶ εἰ συμφυΐας ἐντελοῦς καὶ συννεύσεως, ἐκ τίνος ταύτην προσδέχῃ; τοῦ καθ’ ἡμᾶς, ἢ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου; ἀλλ’ εἰ μὲν ἐκ τοῦ καθ’ ἡμᾶς, ἡμάρτηται περὶ αὐτοῦ διαγορεύων ὁ τοῦ διδασκάλου λόγος· Ὡς τοῦ ἀνθρωπικοῦ θελήματος οὐ πάντως ἑπομένου τῷ θείῳ θελήματι, ἀλλ’ ἀντιπίπτοντος ὡς τὰ πολλὰ καὶ ἀντιπαλαίοντος. Εἰ γὰρ ἕπεται, οὐκ ἀντιπίπτει· καὶ εἰ ἀντιπίπτει, οὐχ ἕπεται. Θατέρῳ γὰρ θάτερον ὡς ἀντικείμενον ἀναιρεῖται καὶ ὑπεξίσταται. Εἰ δὲ μὴ τοῦ καθ’ ἡμᾶς, ἀλλὰ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου λαμβάνῃς τό, Οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα, τὴν ἄκραν τοῦ ἀνθρωπικοῦ πρὸς τὸ θεῖον αὐτοῦ θέλημα καὶ πατρικὸν ὡμολόγησας σύννευσιν· καὶ δύο τοῦ διπλοῦ τὴν φύσιν· τάς τε θελήσεις καὶ ἐνεργείας κατὰ φύσιν οὔσας, παρέστησας· ἐν οὐδετέρᾳ τὴν οἱανοῦν ἐναντίωσιν ἔχοντος· εἰ καὶ τὴν φυσικὴν ἐν πᾶσι διαφορὰν τῶν ἐξ ὧν καὶ ἐν αἷς τε, καὶ ἅπερ ἦν ὁ αὐτὸς κατὰ φύσιν.