ΤΟΥ ΑΥΤΟΥ, Περὶ τοῦ, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον. Εἰ τό, Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ (1) τὸ ποτήριον, συστολῆς ἔμφασιν ἔχον, ἀπὸ τοῦ ἀνθρώπου λαμβάνεις, «οὐ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου τὸ γὰρ ἐκείνου θέλειν, οὐδὲν ὑπεναντίον Θεῷ, θεωθὲν ὅλον, ἀλλὰ τοῦ καθ’ ἡμᾶς, ὡς τοῦ ἀνθρωπικοῦ θελήματος οὐ πάντως ἑπομένου τῷ Θεῷ, ἀλλ’ ἀντιπίπτοντος ὡς τὰ πολλὰ καὶ ἀντιπαλαίοντος, ᾗ φησιν ὁ θεῖος Γρηγόριος· τὸ ἑξῆς τῆς εὐχῆς, ἤγουν τό, Οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα, τί σοι δοκεῖ; συστολῆς ὑπάρχειν, ἢ ἀνδρείας; συννεύσεως ἄκρας, ἢ διαστάσεως; Ἀλλ’ ὅτι μὲν οὐκ ἀντιπτώσεως, οὔτε δειλίας, συμφυΐας δὲ μᾶλλον ἐντελοῦς καὶ συννεύσεως, οὐδεὶς ἀντερεῖ τῶν νοῦν ἐχόντων.