Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸν νθ' ψαλμόν

Μάξιμος ὁ Ὁμολογητής

Αλληγορική ερμηνεία των βιβλικών τόπων και προσώπων

Πνευματική αναγωγή των Σικίμων, της κοιλάδας των σκηνών, του Γαλαάδ, του Μανασσή, του Εφραίμ, του Ιούδα, του Μωάβ και της Ιδουμαίας, με αναφορά στην κυριαρχία επί των σαρκικών παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 5

Ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· «Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκημα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» 〈Σώζει ὁ〉 θεὸς 〈τῇ δεξιᾷ〉 αὐτοῦ, διδοὺς τὸν μονογενῆ αὐτοῦ Υἱόν—δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Ὑιός—λύτρον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· 〈ἐπακούει〉 δέ, διδοὺς τῷ δικαίῳ πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ πνευματικὰ χαρίσματα—ἀκούει μὲν γὰρ τοῦ ἱκετεύοντος αὐτὸν ὁ θεός, πρῶτον διὰ τῆς μετανοίας ἄφεσιν διδοὺς ἁμαρτημάτων, 〈ἐπακούει〉 δέ, πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ τὰ διὰ χάριτος πνευματικῆς διδοὺς ἐνεργήματα—· 〈λαλεῖ〉 δὲ 〈ἐν τῷ ἁγίῳ αὐτοῦ,〉 τουτέστιν ἐν τῷ σαρκωθέντι αὐτοῦ Λόγῳ, τὸν θεῖον αὐτοῦ σκοπόν, τὸν ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν κατὰ τὴν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν, διὰ τῆς καθ᾽ ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς οἱονεὶ διαρρήδην βοῶν καὶ τῷ βίῳ διδοὺς εἰς ὑποτύπωσιν αἰωνίου ζωῆς εἰκόνα, πάσης γεγωνοτέραν φωνῆς, τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν· 〈λαλεῖ〉 δὲ καὶ 〈ἐν〉 ἑκάστῳ 〈ἁγίῳ〉 φυλάττοντι αὐτοῦ τὰς ἐντολάς, οἷον ζῶντας δεικνὺς διὰ τῶν ἔργων τοὺς λόγους καὶ πάσης φωνῆς γεγωνοτέρους· 〈ἀγαλλιᾶται〉 δὲ ὁ δίκαιος, ἡνίκα, τελειωθεὶς τῇ χάριτι τοῦ μονογενοῦς, ἱκανὸς γένηται 〈διαμερίσαι〉 τὴν 〈Σίκημα,〉 τουτέστιν ἄλλοις ἀναλόγως ἐκ πείρας ἐπιστήμονος ὑποθέσθαι τοὺς κατὰ τὴν πρακτικὴν ἀνδρικοὺς τῶν ἀρετῶν τρόπους· ὠμίασις γὰρ ἡ Σίκημα ἑρμηνεύεται, ὅπέρ ἐστιν ἡ πάντων μὲν ἐφεκτικὴ τῶν παθῶν, πασῶν δὲ ἐνεργητικὴ τῶν ἀρετῶν ἕξις—πράξεως γὰρ σύμβολον τὸν ὦμον εἶναι φασίν—· 〈καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρεῖ,〉 τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ἀπονέμων· ἡ γὰρ 〈κοιλὰς τῶν σκηνῶν〉 ὁ παρών ἐστι κόσμος, ἐν ᾧ πάντων κατὰ τὴν ἑκάστου διάφορον γνώμην τὲ καὶ διάθεσιν ἀπαγὴς ὑπάρχει καὶ πρόσκαιρος, σκηνῶν δίκην, ἡ παροῦσα ζωή.

Ἢ πάλιν σκηναὶ τυγχάνουσι τῆς παρούσης κοιλάδος οἱ τῶν ἀρετῶν τρόποι, οὓς διαιρεῖ γνωστικῶς τοῖς διδασκομένοις, πρὸς τὴν ἑκάστου ἕξιν κατάλληλον διδοὺς ἀγωγὴν καὶ προσφυλακὴν τῶν τιμίων, ὁ διανέμειν εἰδὼς ἑκάστῳ διὰ τῆς καλῆς διδασκαλίας τὴν ἁρμόζουσαν πρὸς σωτηρίαν ὁδόν. Ἢ σκηναὶ κοιλάδος ὑπάρχουσιν αἱ διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν θεοῦ παγεῖσαι κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν πιστευσάντων ἐθνῶν ἐκκλησίαι, ὃ καὶ μᾶλλον, ὡς οἶμαι, τῶν ἄλλων ἐστὶν ἐπιφανέστερον. Ἢ πάλιν 〈κοιλάδα σκηνῶν διαμετρεῖ〉 ὁ τὸν κόσμον τῶν σωμάτων καθάπερ κοιλάδα σκηνῶν γνώσει περιλαμβάνων· σκῆνος γὰρ πολλαχοῦ τῆς Γραφῆς τὸ σῶμα προσηγορεύθη.

Ἐμός ἐστι Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου. 〈Γαλαὰδ〉 κατὰ μίαν τῶν ἐπὶ τῷ ὀνόματι τούτῳ ἑρμηνειῶν ἐστὶν ἀποκάλυψις, 〈Μανασσῆς〉 δὲ ἑρμηνεύεται λήθη· ἀποκάλυψις δὲ καὶ λήθη εἰκότως προσγίνονται τῷ δικαίῳ, λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν, τῶν δὲ κατ᾽ ἀρετὴν πόνων τὴν λήθην διὰ τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. 〈Ἐφραὶμ〉 δὲ ἑρμηνεύεται πλατυσμός, ὅπέρ ἐστιν ἡ κατὰ πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν ἀντίληψις 〈τῆς κεφαλῆς〉 τοῦ δικαίου, τουτέστι τῆς πίστεως· παντὸς γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστὶ καὶ παντὸς ἔργου ἀγαθοῦ, 〈κραταίωσις〉 δὲ ταύτης καθέστηκεν ἀσφαλὴς ἡ τῶν μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς· καθ᾽ ἣν ὡς παρόντα τὰ μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν, ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες.

Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. 〈Ἰούδας〉 ἐξομολόγησις ἑρμηνεύεται· ἄρχει γὰρ ἡ δι᾽ εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ. Δύναται δὲ νοηθῆναι καὶ εἰς τὸν κύριον ὁ 〈Ἰούδας,〉 ὅς ἐστιν ἀληθινὸς 〈βασιλεὺς〉 τοῦ πνευματικοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεόν, ὁ ὑπὲρ ἡμῶν, ἡνίκα γέγονεν ἄνθρωπος, ἐξομολογούμενος πρὸς τὸν Πατέρα καὶ λέγων· ἐξομολογοῦμαί σοι, Πάτερ ἅγιε. 〈Μωὰβ〉 δὲ ἔντερον πατρὸς ἑρμηνεύεται, νοεῖται δὲ τὸ ἡμέτερον σῶμα, δι᾽ οὗ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην —ὅπερ δηλοῖ σαφῶς ὁ λέβης—, ἡ κάθαρσις πέφυκε γίνεσθαι τῶν ἁμαρτημάτων· κάθαρσις γάρ ἐστιν ὁ 〈λέβης τῆς ἐλπίδος,〉 τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ᾽ ἐλπίδας ἀποκειμένων ἡμῖν ἀγαθῶν ἑτοιμότης. Δύναται δὲ πάλιν νοηθῆναι ὁ 〈Μωὰβ〉 καὶ εἰς τὴν σάρκωσιν τοῦ κυρίου· υἱὸς γὰρ ἀνθρώπου δι᾽ ἡμᾶς γέγονέ τε καὶ ἐχρημάτισεν ὁ ἀληθινὸς 〈λέβης τῆς ἐλπίδος〉 ἡμῶν, τουτέστιν ὁ ῥυπτικὸς καὶ καθαρτικὸς τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τὲ καὶ μολυσμῶν.

Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. 〈Ἰδουμαία〉 αἱματώδης πηλὸς ἑρμηνεύεται. Δύναται δὲ ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ κυρίου, δι᾽ ἧς ἐπέβη, ὡς δι᾽ 〈ὑποδήματος,〉 τοῖς ἀνθρωπίνοις, ἄλλως χωρῆσαι τὸν ποιητὴν μὴ δυναμένης τῆς κτίσεως, ἄπειρόν τε καὶ ἀχώρητον κατὰ φύσιν τυγχάνοντα. Δύναται δὲ πάλιν νοηθῆναι καὶ εἰς τὴν ἑκάστου ἡμῶν σάρκα, ἐφ᾽ ἧς 〈ἐκτείνομεν τὸ ὑπόδημα,〉 τουτέστι τὴν φρουροῦσαν τὴν ψυχὴν ἀπὸ τῶν πονηρῶν τοῦ διαβόλου τριβόλων τὲ καὶ ἀκανθῶν ἄσκησίν τε καὶ ἐγκράτειαν—τοῦτο γὰρ χρὴ νοεῖσθαι τὸ ὑπόδημα—· ἄνευ γὰρ ἀσκήσεως καὶ ἀκριβοῦς ἐγκρατείας τὰ τῆς σαρκὸς πάθη καταπαλαῖσαι τὸν ἀσκητὴν τῆς εὐσεβείας ἀμήχανον.

Δύναται δὲ πάλιν ὑπόδημα νοηθῆναι ψυχῆς καὶ ἡ διὰ λόγου καὶ θεωρίας νεκρωθεῖσα αἴσθησις, δι᾽ ἧς ἐπιβαίνουσα ἡ ψυχὴ τοῖς αἰσθητοῖς, τὸν αἰῶνα τοῦτον ἀβλαβῶς διαπορεύεται, τοὺς αὐτοῦ λόγους διὰ μέσης τῆς αἰσθήσεως ὡς ὑποδήματος φαντασιουμένης, τὰς τῶν ὁρατῶν κατ᾽ εἶδος καὶ σχῆμα διαφορὰς ἀναλεγομένη πρὸς τὴν τοῦ ἑνὸς μόνου τε καὶ ἀρχικοῦ λόγου σύνεσιν καὶ ἐπίγνωσιν. 〈Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·〉 ἡνίκα γὰρ διὰ σαρκὸς τοῖς καθ᾽ ἡμᾶς ἐπεχωρίασε τόποις ὁ κύριος, ὑπετάγη τῷ κράτει τῆς ἰσχύος αὐτοῦ οὐ μόνον καταργηθέντα τὰ πνεύματα τῆς πονηρίας, ἀλλὰ καὶ πάντα τὰ ἔθνη, δεξάμενα διὰ τῆς κλήσεως τὸ σωτήριον τοῦ εὐαγγελίου κήρυγμα, ὑπέκυψεν· 〈ὑποτάσσονται〉 δὲ καὶ παντὶ δικαίῳ οἱ 〈ἀλλόφυλοι,〉 ἡνίκα ἐπιβαλών, ὥσπερ ὑπόδημα, τῇ γῇ τῆς σαρκὸς αὐτοῦ τὴν νεκροῦσαν τὸν νόμον τῆς ἁμαρτίας ἐγκράτειαν, δαμάσει οὐ μόνον τὰ ἐμφωλεύοντα αὐτῇ ἀκάθαρτα πάθη, ἀλλὰ καὶ τοὺς ἐνεργοῦντας ταῦτα πονηροὺς καταργήσει δαίμονας.