Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Εἰς τὸν νθ' ψαλμόν

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία της επιγραφής του ψαλμού

Χριστολογική και αλληγορική ανάλυση των όρων της επιγραφής, με έμφαση στον νοητό Δαβίδ, τη νίκη κατά της φθοράς και τη συμβολική σημασία των αριθμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 5

1Τοῦ αὐτοῦ ἑρμηνεία εἰς τὸν νθʹ ψαλμόν.} Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν τῷ Δαυΐδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ Συρίαν Σωβὰ καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας. 〈Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις〉 ὁ παρὼν ἐπιγέγραπται ψαλμός, διά τε τὴν ἐπὶ τέλει τῶν χρόνων διὰ τῆς ἐπιδημίας τοῦ Χριστοῦ γενομένην τοῖς ἀνθρώποις ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀγνοίας εἰς γνῶσιν θεοῦ γνωμικήν τε καὶ προαιρετικὴν μεταβολὴν καὶ ἀλλοίωσιν, διά τε τὴν εἰς ὕστερον ἐπὶ τέλει τῶν αἰώνων γενησομένην δι᾽ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν θεοῦ καθολικὴν τοῦ παντὸς γένους τῶν ἀνθρώπων ἐν χάριτι φυσικὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν ἀθάνατον καὶ ἀφθαρσίαν διὰ τῆς προσδοκωμένης ἀναστάσεως ἀλλοίωσίν τε καὶ ἀνανέωσιν· 〈εἰς στηλογραφίαν〉 δὲ τῷ 〈Δαυΐδ,〉 τουτέστιν αὐτῷ τῷ Χριστῷ, διά τε τὴν γεγενημένην ἤδη κατὰ τὴν θείαν αὐτοῦ σάρκωσιν, στήλης δίκην, ἐν αὐτῷ μὲν ὡς ἀρχηγῷ καὶ σωτῆρι, καὶ μετ᾽ αὐτὸν ἐν τοῖς κατ᾽ αὐτὸν εὐσεβῶς βιοῦσι τῆς κακίας ἀναίρεσιν, διά τε τὸν ἔτι δι᾽ αὐτοῦ γενησόμενον παντελῆ τοῦ τε θανάτου καὶ τῆς φθορᾶς ἀφανισμόν. 〈Εἰς διδαχὴν〉 δέ, ὁπόταν 〈ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ〉 τὴν 〈Συρίαν Σωβά.

Εἰς διδαχὴν〉 ἡμῖν 〈τοῖς〉 ἀλλοιουμένοις καὶ 〈ἀλλοιωθησομένοις,〉 δηλονότι τὴν ἐπαινετὴν καὶ θείαν ἀλλοίωσιν, ὁ ψαλμὸς ἐπιγέγραπται παρὰ τοῦ Δαυῒδ τοῦ νοητοῦ, λέγω δὲ Χριστοῦ τοῦ θεοῦ. Μόνος γὰρ αὐτὸς ἀληθινὸς βασιλεὺς ὑπάρχων τοῦ Ἰσραὴλ καὶ ὁρῶντος θεόν, ὡς πάσης ἀναιρέτης κακίας καὶ ἀγνωσίας καὶ νικητὴς παντὸς χρόνου καὶ φύσεως, δι᾽ ὧν ἐν ἡμῖν ἡ κακία συνίστασθαι πέφυκεν, 〈ἐνεπύρισε τὴν Μεσοποταμίαν,〉 διὰ σαρκὸς ἡμῖν ὁμιλήσας, τουτέστι τὴν ἐπικλυζομένην τοῖς παρὰ φύσιν πάθεσι τῆς σαρκὸς ἕξιν τῆς κακίας, καὶ τὴν 〈Συρίαν Σωβά,〉 τουτέστι τὴν δεδουλωμένην τῷ χρόνῳ ἤγουν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν· ἑπτὰ γὰρ ἡ Σωβὰ ἑρμηνεύεται, σαφῶς δὲ τοῦτο δηλοῖ τὴν χρονικὴν ἰδιότητα· ἑβδοματικὸς γὰρ ὁ χρόνος.

Φύσιν γὰρ καὶ χρόνον εἴωθεν ὁ διάβολος συνεπικινεῖν ἑαυτῷ κατὰ τῆς ἀρετῆς καὶ τῆς γνώσεως, τοὺς ἀφανεῖς συμπλέκων πολέμους, ὡς τὰς δύο Συρίας κατὰ τοῦ Δαυῒδ ὁ Ἀδρααζάρ—Ἀδρααζὰρ γὰρ εἰς τὴν Ἑλλάδα φωνὴν μεταφραζόμενος λύων ἰσχὺν ἢ κατασκάπτων δύναμιν ἑρμηνεύεται—, ὅστις ἐστὶν ὁ διάβολος ὁ δι᾽ ἀπάτης τὴν πνευματικὴν ἰσχὺν τῆς ἡμετέρας φύσεως κατ᾽ ἀρχὰς τῇ παραβάσει τῆς θείας ἐντολῆς διαλύσας, καὶ τῷ χρόνῳ καὶ τῇ φύσει δουλώσας τὸν ἄνθρωπον· ἄνευ γὰρ τῶν ὑπὸ φύσιν καὶ χρόνον μάχεσθαι τοῖς ἀνθρώποις παντελῶς οὐ δύναται. 〈Καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν, δώδεκα χιλιάδας·〉 πᾶς γὰρ ὁ τῷ νοητῷ βασιλεῖ Δαυῒδ στρατηγῶν, τουτέστι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ, κατὰ τῶν ἐναντίων δυνάμεων, 〈πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν ἁλῶν. Φάραγξ〉 δέ ἐστιν 〈ἁλῶν〉 ἡ σάρξ, ὡς χωρίον παθῶν ἀτιμίας διὰ τῆς παρακοῆς γενομένη, ἐν ᾗ, καθάπερ φάραγγι, διὰ λόγου καὶ θεωρίας πᾶς εὐσεβὴς καὶ φιλόθεος πατάσσει φύσιν καὶ χρόνον, ἤγουν τὴν ἐπ᾽ αὐτοῖς τῆς ψυχῆς παράλογον πρόληψιν, μηδαμῶς ἐμμένων διὰ τὸ ὕψος τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῖς ὑπὸ φύσιν καὶ χρόνον νόμοις. Ὁ γὰρ δώδεκα ἀριθμὸς τὴν φύσιν δηλοῖ καὶ τὸν χρόνον, εἴπερ πενταδικὴ μὲν ἡ φύσις διὰ τὰς αἰσθήσεις, ἑβδοματικὸς δὲ ὁ χρόνος, ὡς πᾶσι καθέστηκεν εὔδηλον, πέντε δὲ τοῖς ἑπτὰ συνθείς, τὸν δώδεκα πληρώσαις ἂν σαφῶς ἀριθμόν.

Τυχὸν δὲ καὶ τὴν κακῶς δι᾽ ἀπάτης παρὰ φύσιν συμπλακεῖσαν τῇ τετράδι τῶν αἰσθητῶν τριάδα τῶν δυνάμεων τῆς ψυχῆς κατὰ τὴν σχέσιν, δι᾽ ἧς πᾶσα γίνεσθαι πέφυκεν ἁμαρτία, ὁ τῶν ἀνῃρημένων ἀριθμὸς ὑποσημαίνει, ὃν καταφονεύει καλῶς ὁ τῷ νοητῷ Δαυῒδ ἐν τοῖς ὑπὲρ ἀληθείας ἀγῶσιν ὑπουργῶν καὶ γνωστικῶς τὰς ἀοράτους μάχας συνάπτων καὶ κατὰ τῶν πονηρῶν δυνάμεων πνευματικῶς παραταττόμενος· πᾶσα γὰρ ψυχῆς δύναμις, παρὰ φύσιν κινουμένη, τοῖς αἰσθητοῖς συμπλέκεσθαι πέφυκεν. Ἐπειδὰν οὖν ὅ τε λόγος καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, τρεῖς τὸν ἀριθμὸν οὖσαι γενικαὶ τῆς ψυχῆς δυνάμεις, τοῖς αἰσθητοῖς ἡττηθῶσι, τέσσαρσιν οὖσι, τὸν δώδεκα ἀριθμὸν ἀποτελεῖ· τέσσαρα γὰρ ἐπὶ τρία καὶ τρία ἐπὶ τέσσαρα συντιθέμενα, τοῦτον πληροῖ τὸν ἀριθμόν, ὃν ἀναιρεῖ ὁ τῷ κυρίῳ πιστῶς προσχωρῶν καὶ καλῶς ἀριστεύων κατὰ παντὸς ἀφανοῦς καὶ πολεμίου πνεύματος.

Ἐπιγέγραπται γοῦν ὁ παρὼν ψαλμὸς 〈Τοῖς〉 μὲν 〈ἀλλοιωθησομένοις〉 ἡμῖν, 〈εἰς διδαχὴν〉 τῶν εἰς ἡμᾶς παρὰ τοῦ νοητοῦ Δαυῒδ γενομένων ἀγαθῶν, 〈εἰς στηλογραφίαν〉 δὲ τῷ 〈Δαυΐδ,〉 τουτέστιν εἰς ἀνάρρησιν τῶν ὑπὲρ ἡμῶν αὐτοῦ θείων καὶ σωτηρίων κατορθωμάτων· ἀνάρρησιν γὰρ κατορθωμάτων ἡ στηλογραφία δηλοῖ κατὰ τοὺς ἐπιστήμονας τῶν τοιούτων ὀνομάτων ἐξηγητάς.