Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή ΣΤ΄ προς τον αρχιεπίσκοπο Ιωάννη: Περί της ασώματης ψυχής

Φιλοσοφική και θεολογική πραγμάτευση για την ασώματη φύση της λογικής ψυχής, η οποία δεν υπάγεται σε ποσοτικούς ή τοπικούς περιορισμούς, διατηρώντας το κατ' εικόνα Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 13

Ϛʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν ἁγιώτατον καὶ μακαριώτατον ἀρχιεπίσκοπον Ἰωάννην, περὶ ριώτατον ἀρχιεπίσκοπον Ἰωάννην, περὶ τοῦ, Ὅτι ἀσώματός ἐστιν ἡ ψυχή. Τὸ τίμιον τῆς ὑμετέρας ἐπ’ ἀρετῇ τελειότητος δεξάμενος γράμμα, πάσης μεγαλοφυοῦς μετριοφροσύνης ὡραϊσμένον, ἠγάσθην τε ὁμοῦ καὶ ἐξέστην· πῶς τε ὁ αὐτὸς διανοούμενος ἐν ἀμφοτέροις, σαυτῷ καθέστηκας ὅμοιος· μήτε τῷ ὑψηλῷ ἀπρόσιτος, μήτε τῷ ταπεινῷ καταφρονούμενος. Ἓν γὰρ ἀρετῆς εἶδος, σοφῶς σαυτῷ ἐξ ἀμφοῖν κερασάμενος, ἑκατέρῳ ποιεῖς παραδόξως ἐνθεωρεῖσθαι τὸ ἕτερον· τῷ ταπεινῷ μέν, τὸ ὑψηλόν· τῷ ὑψηλῷ δὲ τὸ ἔμπαλιν, τὴν ταπείνωσιν. Διὸ δή, δοῦλε Θεοῦ, ἀπαραιτήτως σου δέχομαι τὸ ἐπίταγμα, φυσικώτερον ἀποδεῖξαι κελεῦον, Γραφικῆς καὶ Πατρικῆς μαρτυρίας χωρίς, εἰ ἔστι κτίσμα ἀσώματον ἡ ψυχή. Ταῖς ὑμετέραις πάλιν θαῤῥῶν τῆς διδασκαλίας ψεκάσιν, αἷς με διαφόρως ἀγνοίᾳ φρυγόμενον ἐδρόσισας.

Τίνες δὲ οὗτοι ὑπάρχουσιν, οἱ κτίσμα ἀσώματον μὴ εἶναι διαβεβαιούμενοι; καὶ τίσι τούτοις, ταῖς ὑμετέραις τῶν λόγων ἀληθείαις ἀνυπάρκτοις ἀναπλασμοῖς ἀντιπίπτοντες; Πῶς δέ, εἰ μὴ τοῦ δέοντός εἰσι φιλονεικότεροι, τῷ ὑμετέρῳ οὐκ ἐδυσωπήθησαν ἐπιχειρήματι, παντὸς εἰς ἄκρον οὕτως ἀντιπτωτικοῦ λόγου πόῤῥω τυγχάνοντι; Καὶ ἵνα μοι μᾶλλον καθ’ ὁδὸν ὁ περὶ τούτου λόγος προΐῃ, αὐτὸ ὑμῶν ὡς τῆς ἀληθείας σύμμαχον ἀκαταγώνιστον σοφὸν ἐπιχείρημα, τῶν οἰκείων ἀπαρχὴν ποιήσομαι· ὡς ἐφοδικοῖς τοῖς ὑμετέροις ἐναβρυνόμενος.

αʹ. Εἰ τὸ σῶμα τῇ οἰκείᾳ φύσει ἀκίνητον· σῶμα δὲ καὶ ἡ ψυχή, εἰ καὶ τὸ λεπτομερέστατον, ὥς φασι, καθὸ σῶμα, οὐ κινηθήσεται. Καὶ εἰ ταῦθ’ οὕτως ἔχει, πόθεν ἡμῖν ἡ κίνησις; Καὶ τοῦτο ἐπ’ ἄπειρον, ἕως οὗ ἔλθωμεν εἰς ἀσώματον κτίσμα. Εἰ δὲ ἀπὸ τοῦ Θεοῦ φήσουσι κατὰ πρῶτον λόγον ἡμᾶς κινεῖσθαι· ἐπειδὴ τὰς πλείους ἡμῶν κινήσεις ἀτόπους ἐπίσταμαι καὶ αἰσχράς, αἴτιον πάντως ἐξ ἀνάγκης καὶ τούτων ἀποφανοῦνται τὸ θεῖον.

βʹ. Ἄλλο. Καὶ πάλιν, εἰ πᾶσα καὶ ὁπωσδήποτε οὖσα σωματικὴ ὕπαρξις κατὰ τὸν ἀληθῆ λόγον, τῷ ποσῷ τε καὶ τῷ ποιῷ διειλημμένη, ἐν ὄγκῳ καὶ εἴδει, καὶ ἐπιφανείᾳ καὶ σχήματι, τὴν περὶ ἑαυτῆς περατοῖ θεωρίαν, ὡς ἀναγκαίοις διειλημμένη πέρασιν.

Οὐ γάρ τι τούτων ἐκτὸς ἔχοι φαντάζεσθαι ὁ ταύτην διερευνώμενος· σῶμα δὲ καὶ ἡ ψυχή, ἢ ἐκ τούτων, ἢ ταῦτα, ἤ τινα, ἢ τούτων τι, ἢ τούτοις, ἤ τισιν, ἤ τινι τούτων περιγραπτὸς πάντως ἐστίν· ἀλλὰ μὴν οὔτε ἐκ τούτων, οὔτε ταῦτα, οὔτε τινά, οὔτε τι τούτων, οὔτε τούτοις, οὔτε τισίν, οὔτε τινὶ τούτων ἐστὶ περιγραπτός· οὐκ ἄρα σῶμα ἡ ψυχή.

γʹ. Ἄλλο. Εἰ τοίνυν αὐτοῖς εἶναι μὴ ἀμφιβέβληται ἡ ψυχή· οὖσα δὲ οὐδὲν ὑπάρχει ὧν καταλαμβάνει ἡ ἔννοια, ἐξ ὧν, ἢ ἃ ὑπάρχει τὰ σώματα· οὐ χρῶμα, οὐ σχῆμα, οὐκ ἀντιτυπία, οὐ βάρος, οὐ πηλικότης, οὐχ ἡ εἰς τρία διάστασις· καὶ ἁπλῶς ὅλως οὐδὲν οὖσα τῶν περὶ τὴν σωματικὴν φύσιν καταλαμβανομένων· ἡ μηδὲν οὖσα τούτων, ὡς ἔδειξεν ὁ λόγος, ἀσώματος ἔσται πάντως, εἴπερ ἐστίν.

δʹ. Ἄλλο. Ἔτι, εἰ πᾶσα συστολὴ καὶ διαστολὴ καὶ τομὴ τῶν σωμάτων ἐστί· τὸ δὲ πάσης συστολῆς καὶ διαστολῆς καὶ τῆς οἱασοῦν τομῆς ἐλεύθερον, πάντως ἀσώματον, ἡ ψυχὴ ἄρα ἀσώματος, ὡς τούτων πάντων παντελῶς ἀνεπίδεκτος.

εʹ. Ἄλλο. Εἰ πάσης τῆς σωματικῆς οὐσίας, εἴς τε τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διῃρημένης· σῶμα δὲ καὶ ἡ ψυχή, ἢ ἔμψυχον, ἢ ἄψυχον ἔσται πάντως. Ἀλλ’ εἰ μὲν ἔμψυχον, διὰ ψυχούσης πάντως, ἢ οὐσίας, ἢ δυνάμεως, ἤτοι συμβεβηκότος ψυχωθήσεται. Ψυχὴν δὲ ψυχοῦσθαι λέγειν, ὥσπερ καὶ φῶς φωτίζεσθαι, ἢ θερμαίνεσθαι τὸ πῦρ, παντελῶς καταγέλαστον.

Καὶ εἰ μὲν οὐσίαν ψυχοῦν τὴν ψυχὴν εἴπωμεν, ἢ σῶμα ἢ ἀσώματον αὐτὴν πάλιν λέξομεν. Καὶ εἰ μὲν σῶμα, τὰς αὐτὰς ἀεὶ τῶν λογισμῶν ἀτόπους ἐξ ἀτόπων ἐφόδους, ὁ περὶ τούτου δέξεται λόγος, μέχρις οὗ ἀσώματον τὴν ψυχὴν εἶναι συνδιομολογηθῇ. Εἰ δὲ δύναμιν, ἤτοι ποιότητα ψυχοῦν τὴν ψυχὴν εἴπωμεν, τῆς οὐσίας ζωοποιητικόν τε καὶ κινητικόν, τὸ ἀκούσιον ἔσται καὶ ἀνυπόστατον. Πρὸς τό, καὶ ἐναλλὰξ καὶ παρὰ φύσιν τὴν κατὰ τὸ ἄρχειν καὶ ἄρχεσθαι εἶναι διαφοράν· εἴπερ σώματος ἄρχειν κατὰ φύσιν δημιουργηθεῖσα ἡ ψυχή, ὡς ἀσώματος οὐσία, ὡς σῶμα κατ’ αὐτοὺς ὑπὸ τοῦ μὴ κατ’ οὐσίαν ὄντος· τῆς κατὰ τὸ ποιὸν λέγω δυνάμεως, ἀρχθήσεται· ἡ κατ’ οὐσίαν οὖσά τε καὶ ὑφεστῶσα, καὶ τὴν κοινὴν πάντων πρόληψιν. Εἰ δὲ ἄψυχον αὐτὴν εἴπωμεν σῶμα, ἀναίσθητον καὶ ἀφαντασίαστον, ἄλογόν τε καὶ ἀδιανόητον ἔσται. Ἀλλὰ μὴν ταῦτα πάντα περὶ τὴν ψυχήν, καὶ ἐν τῇ ψυχῇ, καὶ ἔστι καὶ ὁρᾶται· οὐκ ἄρα σῶμα ἡ ψυχή. Σῶμα μὲν γὰρ ἔχειν τοῦτο αὐτὴν ἑτεροούσιον, καλῶς εἰδότες λέγειν οὐ παραιτούμεθα· σῶμα δὲ αὐτὴν εἶναι ἀποφαίνεσθαι, ὡς θρασύτατόν τε ἅμα καὶ ἀπαιδευτότατον, παντελῶς ἀποφεύγομεν· πολὺ διαφέρειν τοῦ ἔχειν τὸ εἶναι οὐκ ἀγνοοῦντες.

Εἰ δὲ ὅτι ἀσώματον λέγουσι τὸ Θεῖον, τὸν μὴ ὄντα φοβούμενοι φόβον, ἀσώματον εἰπεῖν τὴν ψυχὴν οὐ καταδέχονται, ἵνα μὴ εἰς ἴσον αὐτὴν τῷ Θεῷ ἐνέγκωσι· καὶ τὰ λοιπὰ ἡμῶν περικοπτέτωσαν, ἵν’ ᾖ αὐτοῖς τῆς ἀπονοίας τέλειον τὸ ἀγώνισμα, ὅσα ἐκ Θεοῦ ὡς μετέχοντες· ἢ Θεὸς ἐξ ἡμῶν, ὡς ἐνεργῶν καὶ διδούς, ἢ μεταδιδούς, προσηγορεύθημεν, ἢ παρ’ ἡμῶν προσηγορεύθη Θεός. Τίνα δὴ λέγω ταῦτα;

Τὸ εἶναι, τὸ ζῇν, τὸ φωτίζεσθαι, τὸ ἀγαθύνεσθαι, τὸ λογίζεσθαι, τὸ νοεῖν· τὰ μέν, διὰ τὴν οὐσίαν· τὰ δέ, διὰ τὴν κίνησιν, ἤτοι γνώμην καὶ διάθεσιν. Ὄντες γὰρ λεγόμεθα, καὶ ζῶντες, καὶ φῶτες, καὶ ἀγαθοί, καὶ νοεροί, καὶ λογικοί. Τόν τε Θεὸν ὁμοίως, ὄντα καὶ ζῶντα, καὶ φῶς, καὶ ἀγαθόν, καὶ νοῦν, καὶ λόγον ὀνομάζομεν· εἴτε ὡς ἐξ αἰτίου ὄντες ταῦτα καὶ καλούμενοι· εἴτε ὡς ἐνεργούμενοι, ἐκ τῶν ἡμετέρων ταῦτα τὸ Θεῖον προσαγορεύοντες. Τίς οὖν ὁ λόγος αὐτοῖς, ταῦτα μὲν πάντα πρὸς ἑτέροις πολλοῖς εἶναι τὴν ψυχὴν καὶ ὀνομάζεσθαι· ἀσώματον δέ, μηκέτι, ὅ τί περ τὸ Θεῖον; Ὡς δέον, ἢ μὴ λέγεσθαι ἡμᾶς ταῦτα, διότι τὸ Θεῖον, ἢ τὸν Θεὸν ταῦτα μὴ ὀνομάζεσθαι, ὅ τί περ καὶ ἡμεῖς. Ἀλλὰ μὴν καὶ ἐσμὲν ταῦτα· καὶ ὀνομαζόμεθα· οὐχ ὡς ταυτὸν τῷ Θεῷ διὰ ταῦτα ὄντες· ἀλλ’ ὡς πρὸς αἴτιον αἰτιατόν, ἢ μέτοχον πρὸς μετεχόμενον, ἢ ὕπαρξιν πρὸς αἰτίαν.

Οὐδὲ συγκριτικῶς ἢ συνωνύμως, ὡς ἐπὶ τῶν ὁμοουσίων· ἀλλ’ ὁμωνύμως, καὶ οἷον εἰπεῖν μεθεκτῶς· τῶν πραγμάτων κατὰ τὸ ἄπειρον ἀλλήλων τῇ φύσει διεστηκότων· εἰ μὴ τῷ φίλον, ὡς ἀληθῶς, τὸ Θεῖον εἰπεῖν, καὶ ὑπὲρ φύσιν καὶ πρᾶγμα.

Ποῦ δὲ λοιπὸν κατ’ αὐτοὺς πάλιν, εἰ δοθείη τὴν ψυχὴν εἶναι σῶμα, ὁ τοῦ κατ’ εἰκόνα ἡμῖν διασωθήσεται λόγος, εἰ μὴ διὰ πάντων ἔχειν φαμὲν τὴν ψυχήν, τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα; Ὥσπερ γὰρ τοῦ νοεροῦ νοεράν, καὶ τοῦ ἀθανάτου, ἀφθάρτου τε καὶ ἀοράτου, τὴν ἐν τούτοις γνωριζομένην εἰκόνα ὀνομάζομεν· οὕτω δὴ καὶ τοῦ ἀσωμάτου, ἀσώματον λέγοντες, ὡς πάντα τε ὄγκον, καὶ πᾶσαν ὁμοίως διαφεύγουσαν διαστηματικὴν καταμέτρησιν· ἄλλο τι πάλιν αὐτὴν παρ’ ἐκεῖνο, κατὰ τὴν τῆς φύσεως ἰδιότητα λέγομεν. Ἐπεὶ οὐκ ἔτι ἂν εἴη εἰκών, ἀλλ’ ἀπαράλλακτος ταυτότης. Ἐν οἷς δὲ ἐν τῇ ἀκτίστῳ καὶ ἀτρέπτῳ καὶ ἀνάρχῳ φύσει ἐκεῖνο καθορᾶται, ἐν τοῖς αὐτοῖς τὴν κτιστὴν λογικὴν φύσιν· οὐ κατὰ τὸ αὐτὸ δέ, ἀλλ’ ὡς ἐν ἐσχάτοις ἀπηχήμασι φωνῆς λόγου δήλωσιν, δείκνυσθαι, ἐναργῶς νομίζομεν.

Καὶ ὥσπερ διὰ τῶν ἐν τοῖς οὖσι κατὰ τὴν τοῦ παντὸς διακόσμησιν ἐπιτελουμένων ὁ φιλοσοφώτατος νοῦς, πρὸς τὸ καθαρόν τε καὶ ἄϋλον μετενεγκὼν τῶν νοημάτων αὐτοῦ τὰς δυνάμεις, διακρίνει ἀπὸ τῶν κινουμένων τὸ κινοῦν, καὶ ἓν καὶ μόνον καὶ ἁπλοῦν αὐτὸ ἐξ ἑαυτοῦ ὑπάρχον, ὡσαύτως ἔχον καὶ ποιητικὸν αἴτιον καταλαμβάνων ἐν τῇ οἰκείᾳ τῆς ταυτότητος μονιμότητι, ἀπρόσιτον κατὰ τὴν φύσιν τοῖς ἄλλοις ἐπίσταται· ἄτρεπτον μέν, ὅτι ἀκίνητον· οὐ γάρ ἐστι πρὸς ὃ κινηθήσεται τό, τὰ ὄντα καὶ ποιοῦν καὶ πληροῦν, καὶ ὑπὲρ πάντα ὂν τὰ ὄντα· περιεκτικὸν δέ, ὡς δημιουργόν, καὶ πρὸ γενέσεως, τῷ ἀπείρῳ τῆς δυνάμεως τὰ πάντα γινῶσκον. Κατὰ τὸν αὐτὸν τῆς θεωρίας τρόπον, καὶ διὰ τῆς τῶν μελῶν καὶ μερῶν ποικίλης καὶ ἐντεχνοῦς κινήσεως τοῦ μικροῦ κόσμου· λέγω δὴ τοῦ ἀνθρώπου· τὸ κινητικὸν αἴτιον λογιζόμενος, ἄλλο τι οἶδε κατὰ τὴν οὐσίαν παρὰ τὴν ὀργανικὴν τοῦ σώματος ὕπαρξιν· καὶ οὐχ ὡς σῶμα ἐν σώματι· ὅπερ δοκεῖ τοῖς νέοις σοφοῖς, καὶ τῶν ἀναποδείκτων δογματισταῖς· ἀλλ’ ἁπλοῦν καὶ ἑνιαῖον ἐν τοῖς ἐσκεδασμένοις θεωρεῖ, καὶ ἐν τοῖς συνεσταλμένοις, ἀόριστον· τρεπόμενον μέν, ὡς κινούμενον· κινούμενον δέ, ὡς ἔχον πρὸς ὃ κινηθήσεται· τῆς δὲ κατὰ τὴν κίνησιν τροπῆς αἴτιον, οὐ τὴν φύσιν γινώσκει, ἀλλὰ τὴν κρίσιν, ὅτ’ ἂν ἐσφαλμένη οὖσα τυγχάνῃ αὕτη.

Ἡ τροπὴ οὖν, οὐ περὶ αὐτὴν τῆς ψυχῆς ὑπάρχει, ὡς οἶμαι, τὴν οὐσίαν· ἐπεὶ καὶ μετέβαλλεν ἀπειράκις, καὶ οὐχ ἡ αὐτὴ διέμενε κατ’ οὐσίαν· ἀλλὰ κατὰ τὴν κίνησιν τὴν ἐφ’ ἡμῖν, τῷ αὐτοκρατορικῷ θελήματι συμφερομένη. Τοιγάρτοι τροπῆς δύναμιν ἔχειν τοὺς ἀντιλέγοντας φάσκειν καὶ ἀποφαίνεσθαι, καὶ αὐτὴν τὴν περὶ τὸ Θεῖον τῆς ψυχῆς ἀεικινησίαν, οὐ μὴ δοκεῖ ἀληθευόντων εἶναι· ἀλλὰ πομπικῶς τὸ κομψόν, καὶ οὐκ εὐλαβῶς τὸ ἀκριβὲς τοῦ λόγου ἐπιζητούντων. Ἐπεὶ τίς ἂν λόγου μέτοχος, καὶ ἀρετῆς φιλίας οὐκ ἄμοιρος, ἀγνοεῖ, ὅτι οὐδὲν ὑπάρχει ἕτερον ἡ περὶ τὸ καλὸν τῆς ψυχῆς ἀεικινησία, ἢ ἐνέργεια φυσική, ἐφ’ ᾗ καὶ δι’ ἣν γεγένηται αἰτίαν τελουμένη; ἡ δὲ τροπή, κίνησις παρὰ φύσιν, τὴν ταύτης ἀποτυχίαν τῆς αἰτίας εἰσάγουσα. Τροπὴ γάρ, κατ’ ἐμὲ εἰπεῖν, οὐδὲν καθέστηκεν ἕτερον, ἣ ἀσθένεια, καὶ ἔκπτωσις τῶν κατὰ φύσιν ἐνεργειῶν.

Μηκέτι οὖν φᾶναι ἀξίωσον τοῖς λογολέσχαις, Θεὸν καὶ κτίσιν συγκρῖναι τολμήσητε. Ἐπειδὴ τὸ Θεῖον κυρίως εἰπεῖν, οὔτε σῶμα, οὔτε ἀσώματον, οὔτε οὐσία, οὔτε τι τῶν νοουμένων ἣ λεγομένων ἐστίν, ἵνα μὴ πάντα καθεξῆς ἀπαριθμῶμαι· ἀλλὰ καὶ νοούμενον ἄληπτον, καὶ λεγόμενον ἄῤῥητον διαμένει.

Ταῦτα μὲν οὖν ζητητικῶς, ἀλλ’ οὐ δογματικῶς παρ’ ἡμῶν εἰρήσθω· καὶ εἰ μὲν αὐτάρκως ἔχει πρὸς τὴν ὑπόθεσιν, ὡς δι’ ἐπιτόμου ἐπιστολῆς δυνατόν, καὶ οὐ πολὺ τῆς ὑμετέρας μεγαλονοίας ἀπολέλειπται· Θεῷ χάρις, καὶ ὑμῖν τοῖς προβιβάζουσιν. Εἰ δὲ βούλεσθε, εἴπερ μὴ πεισθεῖεν οἱ ἀντιλέγοντες, ἀγωνιστικώτερον αὐτοῖς συμπλακῆναι, ἕτοιμοί ἐσμεν Θεοῦ χάριτι, τὸ περικείμενον ἡμῖν τῶν θείων μαρτύρων τε καὶ μαρτυριῶν καταφεῖναι αὐτῶν νέφος· ἵνα πάσης τῆς ἐπιπόνου περὶ τούτου διασκέψεως τὸν ὄγκον ἀποθέμενοι, καὶ τὴν εὐπερίστατον τῶν φιλονείκων λογομαχίαν, ἀνενοχλήτως τὴν ἀληθῆ περί τε Θεοῦ καὶ τῶν αὐτοῦ κτισμάτων γνῶσιν κατέχωμεν.

Εἰ δὲ ἐνδεῶς, ὅπερ πᾶσα παθεῖν ἀνάγκη, καὶ οὐκ ἐπιτετευγμένως, ὡς ἐξ ἀμαθοῦς διανοίας καὶ ἀσθενοῦς ὀργάνου προενηνεγμένα· σύγγνωτέ μοι, ἠγαπημένοι, δι’ ὑπακοὴν καὶ μόνην, ὡς ὁ ἐρευνῶν τὰς καρδίας ἐπίσταται Θεός, καὶ ταῦτα εἰπεῖν θαῤῥήσαντι· καὶ διορθώσασθε ἠπίως τὸν οὐκ ἐθέλοντά τι τῶν συμφερόντων ἀγνοεῖν, καὶ χειραγωγήσατε συμπαθῶς τὸν ὀρθῶς βαίνειν ἐπιθυμοῦντα.