Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή Ζ΄ προς τον πρεσβύτερο Ιωάννη: Αναίρεση καινοφανών δοξασιών περί αναστάσεως

Έλεγχος των αιρετικών αντιλήψεων για την ανάσταση των σωμάτων και φιλοσοφική τεκμηρίωση της αθάνατης και αυθυπόστατης φύσεως της ψυχής μετά τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 13

Ζʹ. —Τοῦ αὐτοῦ πρὸς Ἰωάννην πρεσβύτερον, περὶ τοῦ καὶ μετὰ θάνατον ἔχειν τὴν ψυχὴν τὴν νοερὰν ἐνέργειαν, καὶ μηδεμιᾶς ἐξίστασθαι φυσικῆς δυνάμεως. Τῇ δευτέρᾳ τοῦ ἐνεστῶτος Αὐγούστου μηνὸς τῆς παρούσης πρώτης ἐπινεμήσεως, ὁ κοινὸς ἡμῶν φίλος τίμια τῆς ὑμετέρας πατρικῆς ἁγιωσύνης γράμματα ἐπιδέδωκέ μοι· οἷς ἐντυχών, παρεκλήθην μὲν εἰκότως ἐφ’ ὑμῖν τοῖς ἐμοῖς δεσπόταις, καὶ μετὰ Θεὸν πάντων μοι τῶν καλῶν αἰτίοις, ἐν ὑγείᾳ διάγουσι.

Τοσοῦτον γὰρ ὑμῖν ἥνωται δι’ ὅλου τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, ὅτι καὶ ἀπόντας ὑμᾶς νοὸς ὀφθαλμοῖς μόνον ἀναθεωρῶν, ῥυθμίζομαι κατὰ τὴν ὑποῦσάν μοι δύναμιν καὶ βίον καὶ λόγον· ὡς Θεὸν κατὰ τὴν μνήμην δι’ ὑμῶν ἐμφανιζόμενον, καὶ ὁρῶν καὶ αἰδούμενος. Ἠνιάθην δὲ οὐ μετρίως ἐπὶ τῷ περὶ ψυχῆς δόγματι τῷ ὑπό τινων, ὡς γεγράφατε, ἀδεῶς ἐκεῖσε κηρυττομένῳ, ὄσην κἀνταῦθα τὸ τοιοῦτο κακὸν ἔχειν ἰσχὺν καὶ παῤῥησίαν ἐννοῶν. Τὸ δὲ πλέον με κατηφείας ἐμπιπλῶν ἐνταῦθα, καὶ βάρος ὥσπερ νέφος τῇ διανοίᾳ ἐμβάλλον, τὸ νῦν ὑπὸ πάντων σχεδόν, καὶ μάλιστα τῶν δῆθεν ἐπιφανῶν μοναχῶν πρεσβευόμενον περὶ ἀναστάσεως καινοπρεπὲς δόγμα· ὥστε μηδὲ στοχαστικῶς ἔτι προοιμιάζεσθαι τὴν τοῦ Ἀντιχρίστου παρουσίαν ὑπολαμβάνειν· παρεῖναι δὲ μᾶλλον πιστεύειν καὶ διαβεβαιοῦσθαι, καὶ τὸν ὁπωσοῦν μετέχοντα τοῦ λογίζεσθαι· αὐτὴν μαρτυροῦσαν τῷ τοιούτῳ κακῷ τὴν τῶν λεγομένων [ἀτοπίαν] ἔχοντα.

Φασὶ γὰρ οἱ πρὸς πάντα τὴν γλῶσσαν ἀδεῶς ὀξύνοντες, καὶ μηδὲν τῶν ἀσεβῶς γινομένων ἢ λεγομένων ἡγούμενοι φοβερόν, φλέγματι πάλιν καὶ αἵματι, χολῇ τε αὖ ξανθῇ καὶ μελαίνῃ, καὶ ὁλκῇ ἀέρος, καὶ τροφῇ αἰσθητῇ πρὸς τὸ ζῇν συνέχεσθαι μέλλειν τὰ σώματα κατὰ τὴν ἀνάστασιν, οὐδενὸς τὸ σύνολον ξένου παρὰ τὴν παροῦσαν ζωὴν διὰ τῆς ἀναστάσεως ἀναφανησομένου, πλὴν τὸ μὴ δύνασθαι πάλιν ἀποθανεῖν· οὐκ οἶδ’ ὅπως πρὸς πάντα τὰ ἐν τῇ ἁγίᾳ Γραφῇ περί τε ψυχῆς καὶ ἀναστάσεως νεκρῶν διά τε προφητῶν καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ διὰ σαρκὸς ὁμιλήσαντος ἡμῖν Θεοῦ Λόγου, καὶ μάλιστα Κορινθίοις ἰδιοτρόπως διὰ τοῦ θεσπεσίου Παύλου περὶ ἀναστάσεως διηγορευμένα, τήν τε ἀκοὴν ἑκουσίως βύσαντες, καὶ πρὸς κατανόησιν τὸ τῆς ψυχῆς ὄμμα ἐπιμύσαντες, οὕτω τρανὰ ὑπάρχοντα καὶ ἐξάκουστα καὶ μηδενὸς τοῦ ἑρμηνεύοντος πρὸς τὸ γνωσθῆναι δεόμενα· καὶ τὴν φύσιν αὐτὴν τῶν ὄντων οὐχ ἦττον τῶν θειωδῶς ἐκπεφασμένων παιδεύουσαν ἔχοντες· ἢ καὶ τοὺς Βαρβάρους πρὸς γνῶσιν ἀληθείας ἐνάγειν ἐπίσταται, ἀρίδηλον ἑαυτὴν προβαλλομένη τῶν ζητουμένων ἀπόδειξιν, οὐκ αἰδούμενοι.

Τίς γάρ, εἴπερ μὴ πάντη τῆς κατὰ τὸν λόγον ἐστέρηται χάριτος, ἀγνοεῖ, ὅτι πᾶσα φύσις οὐσιωδῶς οἰκείοις ἰδιώμασι διειλημμένη· καὶ ταύτῃ τόν τε τρόπον τῆς οἰκείας ὑπάρξεως, καὶ τὴν διαφορὰν καθ’ ἣν τῶν ἄλλων ἀμιγῶς διώρισται δεικνύουσα φύσεων· ἐπὰν τῶν συνεκτικῶν τῆς οὐσίας αὐτῆς ἀπογένηται ἰδιωμάτων, ἢ οὐδ’ ὅλως ἔσται, ἢ ὅπερ οὐκ ἦν, γέγονεν· εἴπερ ὅλως κατὰ τὴν ἀναίρεσιν τῶν ἰδιωμάτων εἶναι συμπεριφορικῶς αὐτὴν ἀνάσχοιτο εἰπεῖν. Πέφυκε γὰρ πᾶν ὑποκείμενον τοῖς φυσικοῖς ἰδιώμασι φθειρομένοις συμφθείρεσθαι. Τί γάρ, ἢ ποῦ βοῦς ἔσται, καὶ ἵππος, καὶ λέων, καὶ τὰ τοιαῦτα, τῶν συνεκτικῶν τῆς ἑκάστου φύσεως ἰδιωμάτων οὐκ ὄντων; Ἢ τίς εἶναι ταῦτα ἐκείνων χωρὶς εἰπεῖν θαῤῥήσοι, μανίας ὑπάρχων ἐλεύθερος, οὐ συνορῶ.

Εἰ οὖν ἀληθές, τὸ μηδὲν δύνασθαι τῶν ὄντων εἶναι ἢ γνωσθῆναι ἄνευ τῶν φυσικῶς καὶ κυρίως αὐτὸ χαρακτηριζόντων, οἱ τῆς ψυχῆς τὸ κατ’ οὐσίαν αὐτῇ ἐμπεφυκὸς ἀφαιρούμενοι· τουτέστι, τὸ λογικόν τε καὶ νοερόν, καθὸ ἀεί τέ ἐστι καὶ ἐνεργεῖ νοοῦσα καὶ λογιζομένη, προδήλως καὶ τὸ εἶναι αὐτῆς, κἂν μὴ λέγουσι, συναφαιροῦνται· καὶ ἔσται κατ’ αὐτούς, φθαρτὴ καὶ θνητή, τὸ εἶναι μετὰ τὸν τοῦ σώματος θάνατον οὐκ ἔχουσα· οὗ τί ἀτοπώτερον;

Εἰ δὲ ζῇν αὐτὴν ὑποτίθενται, κἂν λόγῳ, εἰ καὶ μὴ πράγματι, τὸν παρὰ πάντων ὑφορώμενοι ἔλεγχον, πάντως καὶ κινεῖται. Πᾶσα γὰρ ζωὴ τῶν γενητῶν, ἐν κινήσει δείκνυται. Εἰ δὲ κινεῖται, καὶ ἐνεργεῖ πάντως· πᾶσα γὰρ κίνησις, δι’ ἐνεργείας ἐκφαίνεται.

Εἰ δὲ ἐνεργεῖ, φυσικῶς πάντως κινουμένη, καὶ οὐ θετικῶς, ἢ κατὰ συμβεβηκός, ἐνεργήσει. Οὐ γὰρ κυκλοφορικῶς, ἢ μεταβατικῶς· ἤ, συνελόντα εἰπεῖν, σωματικῶς· ἀλλὰ νοερῶς τε καὶ λογικῶς. Εἰ δὲ νοερῶς τε καὶ λογικῶς καὶ ζῇ καὶ κινεῖται καὶ ἐνεργεῖ, λογίζεται πάντως καὶ νοεῖ καὶ γινώσκει.

Εἰ δὲ μὴ γινώσκει καὶ λογίζεται, οὐδὲ ἐνεργεῖ, οὐδὲ κινεῖται, οὐδὲ ζῇ. Οὐ γὰρ οἷόν τε εἶναι ζωὴν ἄνευ τῆς ἐμφύτου κινήσεως· οὐδὲ κίνησιν φυσικήν, προσφυοῦς ἐνεργείας οὐκ οὔσης, ἐμφαίνεσθαι. Ἄλλως τε δέ, ἡ ψυχή, ἢ δι’ ἑαυτήν ἐστι λογική τε καὶ νοερά, ἢ διὰ τὸ σῶμα. Καὶ εἰ μὲν δι’ ἑαυτήν, ἤτοι τὴν ἑαυτῆς οὐσίαν ἐστὶ λογική τε καὶ νοερά, καὶ αὐθυπόστατος, πάντως ἐστίν. Εἰ δὲ ἀνθυπόστατος δι’ ἑαυτὴν φύσει καὶ καθ’ ἑαυτήν, καὶ μετὰ σώματος ἐνεργήσει, νοοῦσα κατὰ φύσιν καὶ λογιζομένη, καὶ οὐδέποτε παυομένη τῶν φυσικῶς αὐτῇ προσουσῶν νοερῶν δυνάμεων. Τὰ γὰρ φύσει τῷ ὁπωσοῦν ὄντι προσόντα, ἕως ἐστὶ καὶ ὑφέστηκεν, ἀναφαίρετα τυγχάνει. Ἡ ψυχὴ οὖν ἀεί τε οὖσα, ἀφ’ οὗ γέγονεν, καὶ ὑφισταμένη διὰ τὸν οὕτως αὐτὴν δημιουργήσαντα Θεόν, ἀεὶ νοεῖ καὶ λογίζεται καὶ γινώσκει, καὶ καθ’ ἑαυτήν, καὶ μετὰ σώματος, δι’ ἑαυτὴν καὶ τὴν ἑαυτῆς φύσιν. Οὐδεὶς οὖν εὑρεθήσεται λόγος, ὁ τὴν ψυχὴν τῶν προσόντων αὐτῇ φυσικῶς, καὶ οὐ διὰ τὸ σῶμα, μετὰ τὴν τούτου λύσιν ἀλλοτριῶσαι δυνάμενος. Εἰ δὲ διὰ τὸ σῶμα λογική τε καὶ νοερά ἐστιν ἡ ψυχή, πρῶτον μέν, τιμιώτερον τῆς δι’ αὐτὸ γενομένης ψυχῆς ἔσται τὸ σῶμα. Ἔπειτα δέ, καὶ ἐξ αὐτοῦ ἕξει τό τε νοερὸν καὶ λογικόν, ὡς δι’ αὐτὸ γενομένη. Εἰ γὰρ σώματος χωρίς, οὐδαμῶς νοεῖν ἢ λογίζεσθαι δύναται ἡ ψυχὴ ἐξ αὐτοῦ πάντως τὸ νοεῖν αὐτῇ καὶ λογίζεσθαι προσέσται.

Εἰ δὲ τὸ νοεῖν καὶ λογίζεσθαι ἐκ τοῦ σώματος κέκτηται ἡ ψυχή, ὡς αὐτοῦ χωρὶς ταῦτα ἔχειν μὴ δυναμένη κατὰ τοὺς λέγοντας, οὐδὲ αὐθυπόστατος ἔσται πάντως· πῶς γὰρ ἡ ἄνευ σώματος καθ’ ἑαυτὴν τὸ χαρακτηρίζον οὐκ ἔχουσα; Εἰ δὲ αὐθυπόστατος οὐκ ἔστιν, οὐδὲ οὐσία ἐστὶ δηλονότι. Οὐσία δὲ αὐθυπόστατος μὴ οὖσα, συμβεβηκὸς ἔσται, φυσικῶς μόνον ὑφισταμένῳ τῷ σώματι ἐνυπάρχουσα· μετὰ δὲ τὴν αὐτοῦ λύσιν, οὐδὲν οὐδαμῶς εἶναι δυναμένη· καὶ οὐδὲν ἔσται πλέον τοῖς τοσοῦτον ἀνοηταίνουσι, τὴν ἀθανασίαν τῆς ψυχῆς ἀφῃρημένοις, τῆς Ἐπικούρου καὶ Ἀριστοτέλους ματαιοπονίας, οἷς, ὡς εἰκός, οἱ γεννάδαι, καὶ σεμνύνονται συντασσόμενοι.

Καὶ περὶ μὲν τούτου, ταῦτα. Τοῦ δὲ περὶ ἀναστάσεως παρ’ αὐτῶν λεγομένου, τίς ἀρετῆς καὶ εὐσεβείας ἐπιμελούμενος ἀκούων, οὐχὶ τὸ ἀπαθὲς ἑαυτῷ διὰ πάθους, τῆς κατ’ αὐτῶν ἀγανακτήσεως λέγω, περιποιήσεται; Εἰ γάρ, ὥς φασι, κατὰ τὴν εἰκόνα τῆς παρούσης ζωῆς, ἀπαραλλάκτως τοῖς μαχομένοις χυμοῖς πεποιωμένον ἀναστήσεται τὸ σῶμα, καὶ τραφήσεται ἐν τῇ φοβερᾷ τοῦ Θεοῦ παρουσίᾳ μετὰ τὴν τοῦ κόσμου τούτου συντέλειαν, οὐκ οἶμαι ἄλλο τι αὐτοὺς διὰ τούτων, ἵνα συνελὼν εἴπω, τὰ πολλὰ περικόψας ὅσα ῥηθῆναι ἐνδέχεται, ἢ ἀΐδιον τὸν θάνατον πρεσβεύειν, καὶ τὴν φθορὰν ἀτελεύτητον. Εἰ γὰρ φθορὰ τῶν οὕτω συνισταμένων ὑπάρχει ὁ θάνατος σωμάτων, ἀεὶ δὲ τὸ δι’ ἐπιῤῥοῆς τροφῶν συνιστάμενον φθείρεται σῶμα, τῇ ῥοῇ διαπνεόμενον, διὰ τὴν τῶν ἐν αὐτῷ χυμῶν, ἐξ ὧν καὶ συνέστηκε, φυσικὴν ἀντιπάθειαν· ἀεὶ ἄρα, δι’ ὧν μετὰ τὴν ἀνάστασιν τὸ σῶμα συνίστασθαι ὑποτίθενται, συντηρούμενον εἰς τὸ διηνεκὲς τὸν θάνατον καταγγέλλουσι. Δέον πιστεύειν, αὐτὸ μὲν ἀνίστασθαι κατ’ οὐσίαν καὶ εἶδος τὸ σῶμα, ἄφθαρτον δὲ καὶ ἀθάνατον, καὶ ἀποστολικῶς εἰπεῖν, ἀντὶ ψυχικοῦ πνευματικόν· τῷ μηδὲν φέρειν τῆς ἀλλοιωτῆς αὑτοῦ κατὰ τὴν φθορὰν συστατικῆς ἰδιότητος, ὡς οἶδεν ὁ πρὸς τὸ ἀπαθές, καὶ τίμιον αὐτὸ μετακεράσων Θεός· καὶ μηδὲν πλέον περιεργάζεσθαι.

Τούτοις χαίροντας καὶ ἡδομένους ὁρῶν τοὺς πολλούς, Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν παντὶ συνετῷ εἶναι κρίνας· καὶ κατ’ ἐμαυτὸν πενθῶν, καὶ σκυθρωπάζων πορεύομαι· λογιζόμενος πόσον οἱ τοιοῦτοι λόγοι ἀμελούμενοι, πανταχοῦ σπινθήρων δίκην διᾴττοντες, ψυχῶν ἐργάσονται θάνατον· καὶ οὐδείς ἐστιν ὁ ἐπαμῦναι τῷ λόγῳ δυνάμενος, ἢ βουλόμενος κινδυνεύοντι, διὰ τὴν ἐπικρατοῦσαν τοῦ καιροῦ πονηρίαν. Διὸ καὶ μᾶλλον στένω, τὸν ἀφ’ ὑμῶν χωρισμόν, τὴν ἐγγύθεν φρουροῦσάν με καὶ ἐξαιρουμένην τῶν βλαβερῶν πανσθενῆ τῆς ὑμῶν πατρικῆς ἁγιωσύνης ἐπισκοπὴν οὐκ ἔχων, συχνότερον τῷ λόγῳ τὰ πολλά μου ἐρείδουσαν ὀλισθήματα.