Τὸ εἶναι, τὸ ζῇν, τὸ φωτίζεσθαι, τὸ ἀγαθύνεσθαι, τὸ λογίζεσθαι, τὸ νοεῖν· τὰ μέν, διὰ τὴν οὐσίαν· τὰ δέ, διὰ τὴν κίνησιν, ἤτοι γνώμην καὶ διάθεσιν. Ὄντες γὰρ λεγόμεθα, καὶ ζῶντες, καὶ φῶτες, καὶ ἀγαθοί, καὶ νοεροί, καὶ λογικοί. Τόν τε Θεὸν ὁμοίως, ὄντα καὶ ζῶντα, καὶ φῶς, καὶ ἀγαθόν, καὶ νοῦν, καὶ λόγον ὀνομάζομεν· εἴτε ὡς ἐξ αἰτίου ὄντες ταῦτα καὶ καλούμενοι· εἴτε ὡς ἐνεργούμενοι, ἐκ τῶν ἡμετέρων ταῦτα τὸ Θεῖον προσαγορεύοντες. Τίς οὖν ὁ λόγος αὐτοῖς, ταῦτα μὲν πάντα πρὸς ἑτέροις πολλοῖς εἶναι τὴν ψυχὴν καὶ ὀνομάζεσθαι· ἀσώματον δέ, μηκέτι, ὅ τί περ τὸ Θεῖον; Ὡς δέον, ἢ μὴ λέγεσθαι ἡμᾶς ταῦτα, διότι τὸ Θεῖον, ἢ τὸν Θεὸν ταῦτα μὴ ὀνομάζεσθαι, ὅ τί περ καὶ ἡμεῖς. Ἀλλὰ μὴν καὶ ἐσμὲν ταῦτα· καὶ ὀνομαζόμεθα· οὐχ ὡς ταυτὸν τῷ Θεῷ διὰ ταῦτα ὄντες· ἀλλ’ ὡς πρὸς αἴτιον αἰτιατόν, ἢ μέτοχον πρὸς μετεχόμενον, ἢ ὕπαρξιν πρὸς αἰτίαν.