Εἰ δὲ μὴ γινώσκει καὶ λογίζεται, οὐδὲ ἐνεργεῖ, οὐδὲ κινεῖται, οὐδὲ ζῇ. Οὐ γὰρ οἷόν τε εἶναι ζωὴν ἄνευ τῆς ἐμφύτου κινήσεως· οὐδὲ κίνησιν φυσικήν, προσφυοῦς ἐνεργείας οὐκ οὔσης, ἐμφαίνεσθαι. Ἄλλως τε δέ, ἡ ψυχή, ἢ δι’ ἑαυτήν ἐστι λογική τε καὶ νοερά, ἢ διὰ τὸ σῶμα. Καὶ εἰ μὲν δι’ ἑαυτήν, ἤτοι τὴν ἑαυτῆς οὐσίαν ἐστὶ λογική τε καὶ νοερά, καὶ αὐθυπόστατος, πάντως ἐστίν. Εἰ δὲ ἀνθυπόστατος δι’ ἑαυτὴν φύσει καὶ καθ’ ἑαυτήν, καὶ μετὰ σώματος ἐνεργήσει, νοοῦσα κατὰ φύσιν καὶ λογιζομένη, καὶ οὐδέποτε παυομένη τῶν φυσικῶς αὐτῇ προσουσῶν νοερῶν δυνάμεων. Τὰ γὰρ φύσει τῷ ὁπωσοῦν ὄντι προσόντα, ἕως ἐστὶ καὶ ὑφέστηκεν, ἀναφαίρετα τυγχάνει. Ἡ ψυχὴ οὖν ἀεί τε οὖσα, ἀφ’ οὗ γέγονεν, καὶ ὑφισταμένη διὰ τὸν οὕτως αὐτὴν δημιουργήσαντα Θεόν, ἀεὶ νοεῖ καὶ λογίζεται καὶ γινώσκει, καὶ καθ’ ἑαυτήν, καὶ μετὰ σώματος, δι’ ἑαυτὴν καὶ τὴν ἑαυτῆς φύσιν. Οὐδεὶς οὖν εὑρεθήσεται λόγος, ὁ τὴν ψυχὴν τῶν προσόντων αὐτῇ φυσικῶς, καὶ οὐ διὰ τὸ σῶμα, μετὰ τὴν τούτου λύσιν ἀλλοτριῶσαι δυνάμενος. Εἰ δὲ διὰ τὸ σῶμα λογική τε καὶ νοερά ἐστιν ἡ ψυχή, πρῶτον μέν, τιμιώτερον τῆς δι’ αὐτὸ γενομένης ψυχῆς ἔσται τὸ σῶμα. Ἔπειτα δέ, καὶ ἐξ αὐτοῦ ἕξει τό τε νοερὸν καὶ λογικόν, ὡς δι’ αὐτὸ γενομένη. Εἰ γὰρ σώματος χωρίς, οὐδαμῶς νοεῖν ἢ λογίζεσθαι δύναται ἡ ψυχὴ ἐξ αὐτοῦ πάντως τὸ νοεῖν αὐτῇ καὶ λογίζεσθαι προσέσται.