Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολές Η΄ έως ΙΑ΄: Ποιμαντικές και κοινωνικές διδασκαλίες

Επιστολές προς ποικίλους παραλήπτες που πραγματεύονται τον πνευματικό πόθο, τον ρόλο του νόμου και της κοσμικής εξουσίας για τη συγκράτηση του κακού, καθώς και τη θεία συγκατάβαση και μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 13

Ηʹ. —Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ὁ κατὰ σάρκα πόθος χρόνῳ μαραίνεσθαι πέφυκε, συναπιὼν χωριζομένοις τοπικῶς, τοῖς κατ’ αὐτὸν πρὸς ἀλλήλους ἔχουσι τὴν συνάφειαν. Περὶ γὰρ τὴν αἴσθησιν ἔχει τὴν σύστασιν, τὴν μηδαμῶς τῶν μὴ παρόντων ἀντιλαμβάνεσθαι δυναμένην. Ὁ δὲ κατὰ πνεῦμα πόθος, ἀεὶ συμπαρόντας ἀλλήλοις ἔχει νοερῶς, τοὺς κατ’ αὐτὸν συνημμένους, κἂν σωματικῶς ἀλλήλων χωρισθῶσι· τὴν κατὰ χρόνον ἢ τόπον περιγραφὴν οὐ δεχόμενος. Περὶ γὰρ τὸν νοῦν ἔχει τὴν ὕπαρξιν, τὸν μηδαμῶς τοῖς σώμασιν ἀλλήλων διαιρουμένοις τοπικῶς, συνδιαιρούμενον ἢ συνπερικλειόμενον.

Τοῦτον τὸν πόθον ἀπ’ ἀρχῆς πρὸς τοὺς ἁγιωτάτους ὑμᾶς ἔχειν ἀξιωθείς, ἀεὶ παρόντας ὁρᾷν δοκῶ, καὶ διαλεγομένων αἰσθάνεσθαι· καὶ οὐκ ἔστι καιρὸς ἢ τόπος, ὁ ἀφιστᾷν με δυνάμενος τῆς ὑμετέρας μνήμης· διὰ παντὸς ὑμᾶς παρόντας πνευματικῶς ὑποδεικνυούσης, καὶ πάντας τοὺς ἐν ἐμοὶ δυσώδεις λογισμοὺς ἀπελαύνοντας, τῆς ἐν ὑμῖν θείας χάριτος τὴν πολλὴν εὐωδίαν οὐ φέροντας· καὶ πείθομαί γε, μὴ ψιλῶς τὴν μνήμην φαντάζεσθαι τοὺς ἁγιωτάτους ὑμᾶς, ἀλλὰ παρόντων ἀληθῶς ἐπαισθάνεσθαι· τὸ γινόμενον πληροφορίαν ἀκριβῆ τῆς ὑμῶν παρουσίας ποιούμενος. Ἡ γὰρ ἐν ὑμῖν κατὰ χάριν Θεοῦ δραστήριος δύναμις, ἅμα τῇ μνήμῃ τοὺς διοχλοῦντας ἀπελαύνουσα δαίμονας, σαφεστάτην τῆς ὑμῶν παρουσίας παρέχεται δήλωσιν. Καὶ θαυμαστὸν οὐδέν, εἰ τοὺς ἀπόντας σωματικῶς, παρεῖναι ποιεῖ νοερῶς, ὁ τῶν σημείων καὶ τῶν τεράτων Θεός· ὡς οἶδεν αὐτός, καὶ οἱ ἐξ αὐτοῦ τὰ τοιαῦτα θεοπρεπῶς ἐνεργούμενοι· καὶ πλέον ἢ ὅσον τοπικῶς ἀλλήλοις τὰ σώματα πάρεστι. Καὶ εἰ μόνον μνημονευόμενοι, τίμιοι Πατέρες, τοσοῦτόν μου τοῖς ἀτίμοις ἐπιτίμιον παρέχετε λογισμοῖς, ἀοράτως φοιτῶντες τῷ πνεύματι, πόσῳ μᾶλλον κατ’ ὀφθαλμοὺς παρόντες, καὶ τὴν ἐμὴν ἀκοὴν διὰ ζώσης φωνῆς τοῖς θείοις καθαγιάζοντες λόγοις, καὶ τὴν ἀρετὴν τοῖς ἑαυτῶν τρόποις λαμπρῶς ἐκδιδάσκοντες;

Διὰ τοῦτο πενθῶν καὶ σκυθρωπάζων πορεύομαι, ποθῶν τε καὶ ζητῶν σε τὸν καλὸν ποιμένα καὶ διδάσκαλον, τὸν εἰς τόπον με χλόης τὸ πλανώμενον πρόβατον κατασκηνοῦν ἐπιστάμενον· τὴν ἀπωθουμένην λέγω τὸν καύσωνα τῶν παθῶν διὰ πράξεως ἕξιν τῆς ἀρετῆς· καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφειν δυνάμενον· τὴν ἄρδουσάν φημι τὸν νοῦν διὰ θεωρίας χάριν τῆς γνώσεως, τὸν ἐπιστρέφοντά μου τὴν ψυχὴν ἀπὸ κακίας εἰς ἀρετὴν θείοις καὶ λόγοις καὶ παραδείγμασι, καὶ ἐπὶ τρίβους ὁδηγοῦντα δικαιοσύνης· τοὺς κατ’ εὐσέβειαν σωτηριώδεις ὑποδεικνύοντα τρόπους· καὶ ῥάβδῳ καὶ βακτηρίᾳ σοφῶς παρακαλοῦντα, τουτέστι, τῇ μνήμῃ τῶν αἰωνίων κολάσεων, καθάπερ ῥάβδῳ τινὶ τὸν εἰσαγόμενον κακίας ἀπάγοντα, καὶ τῇ προτροπῇ τῶν μελλόντων ἀγαθῶν, βακτηρίας δίκην εἰς ἀρετὴν τὸν προκόπτοντα δι’ ἐλπίδος στηρίζοντα· ὅπερ καὶ ὁ Κύριος καὶ Σωτήρ, ὡς οἶμαι, συμβολικῶς ὑπῃνίττετο, τοῖς τραύμασι τοῦ τοῖς λῃσταῖς περιπεσόντος ἐπιχέων οἶνον καὶ ἔλαιον. Φόβῳ γὰρ τῆς γεέννης τοῦ αἰωνίου πυρός, ὁ τῆς βασιλείας τῶν οὐρανῶν πόθος ἐπικιρνώμενος, ἀλώβητον τὴν ψυχὴν συντηρεῖ, πρὸς τὴν ἀγάπην ἐπισφίγγων τοῦ Κτίσαντος· πάσης ἐμπαθοῦς διανοίας διὰ τῆς στύψεως ἀποσμηχθεῖσαν.

Ἀλλὰ πλήρωσον λοιπόν, τίμιε Πάτερ, καὶ αὐτὸς Πνεύματος θείου τῆς διδασκαλίας τὸν δόνακα, καὶ κάλει ποιμενικῶς τε καὶ φιλανθρώπως τὸν ἐπὶ τὰ ὄρη τῆς ἀγνοίας, καὶ τοὺς βουνοὺς τῆς κακία, ἀποιμάντως πλανώμενον· καὶ ὑπὸ τὴν σὴν ποίησον δεξιάν, καὶ κατάδησον συμπαθῶς τὸν πολλοῖς διασπαραχθέντα δήγμασι πονηροῖς τῶν λύκων τῆς Ἀραβίας· τουτέστι τῶν Δυσμῶν· Δυσμὰς γάρ, ὥς φασι, δηλοῖ κατὰ τὴν Ἑλλάδα φωνὴν ἑρμηνευόμενον τῆς Ἀραβίας τὸ ὄνομα. Νοῶ δέ, καὶ τυχὸν οὐκ ἐσφαλμένως, κατὰ τοὺς τῆς ἀναγωγῆς λόγους, διὰ τῆς Ἀραβίας, τὴν σάρκα ταύτην, τὴν τῶν θείων ἐν τοῖς κατ’ ἐμὲ τυραννικὴν νόμων τοῦ πνεύματος· τὴν πολλούς, ὡς ἀληθῶς, ἀναιδεῖς τε καὶ ἀνημέρους λύκους ἐκτρέφουσαν· τὴν ὄντως δύσιν καὶ γενομένην διὰ τὴν ἁμαρτίαν, ἀληθῶς λεγομένην· ἧς ἐπιβέβηκεν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ὁ ποιμὴν ὁ καλός, ὁ ποιμαίνων τὸν Ἰσραὴλ Θεός, καὶ Θεοῦ Λόγος· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, προσεσχηκὼς δηλονότι.

καὶ τὸν κίνδυνον ἡμῶν θεασάμενος· καὶ διὰ τοῦτο ἐμφανίσας ἑαυτόν, καὶ τὴν οἰκείαν ἐξεγείρας δυναστείαν, καὶ ἐλθὼν ἐν σαρκὶ σῶσαι τοὺς ἀπολομένους, καὶ τοὺς ἐντρεφομένους αὐτῇ πονηροὺς ἀποκτεῖναι θῆρας· καὶ ποιῆσαι αὐτὴν χώραν εἰρήνης, καὶ λογικῶν προβάτων νομήν, διὰ πράξεως πρὸς Θεὸν ἀναγομένων· ἧς ἐγὼ τέως οὔπω τὸν νόμον παρῆλθον ἀβλαβῶς διὰ θεωρίας πνευματικῆς, καθάπερ ὁ Ἰσραὴλ τὸ ὄρος Σιείρ· οὐδὲ τὰς αὐτῆς ἀπαθῶς διῆλθον ἐπιθυμίας, διὰ πράξεως γνωστικῆς, ὥσπερ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἡσαῦ, τοὺς κατοικοῦντας ἐν Ἄραβα διὰ Μωσέως, οἱ ἐξ Ἰακὼβ τὸ γένος κατάγοντες· ἀλλ’ ἔτι κατοικῶ τὴν Ἄραβα κατὰ τοὺς υἱοὺς Ἡσαῦ, τὰς δυσμάς· λέγω δὲ τὴν σάρκα· μετὰ τὴν παροῦσαν ζωήν, διὰ τὰς σαρκὸς ἡδονάς, ἑτέραν μὴ ἐκδεχόμενος. Ἣν οὐδὲ παροικῆσαι πᾶς ἀληθινὸς Ἰσραὴλ καὶ ὁρῶν Θεὸν καταδέχεται, τῆς σαρκὸς ἐκδημῆσαι διὰ τῶν ἀρετῶν ἐπειγόμενος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον διὰ τῆς γνώσεως ἐφιέμενος· τὸν ὄντως γῆν ἐπαγγελίας ἀῤῥήτων ἀγαθῶν μυστικῶς καὶ ὄντα καὶ ὠνομασμένον, τὴν ῥέουσαν γάλα καὶ μέλι. Θρεπτικὸς γὰρ τῶν κατ’ αὐτὸν νηπιαζόντων, καὶ εὐφραντικὸς ὑπάρχει τῶν κατ’ αὐτὸν ἀνδριζομένων ὁ Κύριος, ὡς ἀρεταῖς ἐκτρέφων διὰ πράξεως, καθάπερ γάλακτι, τοὺς φοβουμένους αὐτόν, καὶ γνώσεσι καταγλυκαίνων μυστικαῖς, καθάπερ μέλιτι διὰ θεωρίας πνευματικῆς, τοὺς ἀγαπῶντας αὐτόν.

Τοιγαροῦν, μὴ διαλίπῃς ποιμαίνων με συμπαθῶς ἀληθείας λόγοις τὸν θηριάλωτον, τίμιε Πάτερ, καὶ τῶν ἐν σαρκὶ παθῶν μετὰ τῶν ἀνακινούντων αὐτὰ πνευμάτων τῆς πονηρίας, μὴ παύσῃ λυτρούμενος, τῶν κακῶς κατεσθιόντων καὶ δαπανώντων μου τὸν ἐντὸς ἄνθρωπον· καὶ κάλεσον πρὸς ἑαυτόν, καὶ ὑπὸ τὰς σὰς κατασκήνωσον πτέρυγας, εἴπερ ἀληθῶς ἄπεστι πᾶς φόβος Βαρβάρων αἰσθητῶν, δι’ οὓς τοσαῦτα διαστήματα θαλάσσης, ὡς φιλόζωος, ἦλθον· περὶ οὗ μάλιστα παρακαλῶ τοὺς ἁγιωτάτους ὑμᾶς, μετὰ τὴν εὐκταίαν σημείωσιν τῆς κατὰ Θεὸν παμφαοῦς ὑμῶν ῥώσεως, ἀκριβέστερον δηλῶσαι· καὶ πᾶσαν τὴν κρατοῦσαν ἐπὶ τοῦ παρόντος αὐτόθι κατάστασιν, ὡς ἔστι, παραδεῖξαί μοι διὰ γραμμάτων.

Ἀσθενὴς γὰρ ὢν τὸν λογισμὸν καὶ πάνυ σαθρός, καὶ μόλις κἂν ἐν εἰρήνῃ νήφειν μικρομερῶς δυνάμενος, καὶ περὶ πολλὰ σκεδαννύμενον ἐκ δειλίας συνάγειν τὸν νοῦν, θέλω σὺν ἀσφαλείᾳ ποιήσασθαι τὸν πλοῦν· ὡς ἀτελὴς τὴν διάνοιαν, καὶ τοῖς λόγοις τῆς σοφῶς τὸ πᾶν διεξαγούσης προνοίας ἐμβατεύειν οὐχ οἷός τε ὤν· μή πως ἐν τοῖς συμβαίνουσιν ἐξ ἀγνοίας ὀκλάσας τὸν λογισμόν, καὶ τοῖς τῆς ὑπομονῆς ἐξ ἀσθενείας ἐνδοὺς ἀγῶσι, τοὺς ἐξ αὐτῶν ζημιωθῶ στεφάνους, ὡς λειποτάκτης ἐν τῇ πείρᾳ τῶν δεόντων γενόμενος. Διὰ τοῦ γράμματος ὡς παρὼν ἀσπάζομαι τοὺς ἁγιωτάτους ὑμᾶς, καὶ πάντας τοὺς σὺν ὑμῖν· αἰτῶν διὰ τῶν ἁγίων καὶ εὐπροσδέκτων ὑμῶν εὐχῶν, Χριστῷ τῷ Θεῷ καὶ Σωτῆρι τῶν ὅλων παρατεθῆναι.

Θʹ. —Τοῦ αὐτοῦ πρὸς Θαλάσσιον πρεσβύτερον καὶ ἠγούμενον. Τρία, καθώς φασιν, ὑπάρχουσι, τὰ τὸν ἄνθρωπον ἄγοντα· μᾶλλον δὲ πρὸς ἃ βουλήσει τε καὶ γνώμῃ κατὰ προαίρεσιν κινεῖται ὁ ἄνθρωπος· Θεός, καὶ φύσις, καὶ κόσμος. Καὶ τούτων ἕκαστον ἕλκον, τῶν ἄλλων δύο ἐξίστησι, πρὸς ἑαυτὸ ἀλλοιοῦν τὸν ἀγόμενον· κἀκεῖνο ποιοῦν αὐτὸν θέσει, ὅπερ αὐτὸ ὑπάρχον φύσει γνωρίζεται, πλὴν μέντοι τῆς φύσεως.

Ἐκείνη γάρ, τοῦθ’ ὅπερ ἐστὶ διαφυλάττει τὸν ἄνθρωπον, θεὸν ποιεῖν θέσει πέφυκε, θέωσιν ὡς ἀγαθὸς ὑπὲρ φύσιν τῷ ἀγομένῳ δωρούμενος· καὶ τῶν δύο καθαρῶς ἀποτέμνει, κόσμου λέγω καὶ φύσεως. Εἰ δὲ φύσις ἐστὶν ἡ ἄγουσα τὸν ἄνθρωπον, καθ’ ἑαυτὸν ὄντα, φύσει τὸν ἄνθρωπον διαδείκνυσι· μέσον Θεοῦ καὶ κόσμου τυγχάνουσα· ὡς οὐδετέρου τούτων κατὰ γνώμην μετέχοντα. Εἰ δὲ κόσμος ἐστὶν ὁ φέρων, κτῆνος ἐργάζεται, ἤτοι σάρκα μόνην τὸν ἀγόμενον ἄνθρωπον· ἐμπάθειαν αὐτῷ δι’ ἀπάτης δημιουργῶν· καθ’ ἣν Θεοῦ τε καὶ φύσεως μακρὰν αὐτὸν ἀποθέμενος, τὰ παρὰ φύσιν πάντα ποιεῖν αὐτὸν ἐκδιδάσκει.

Αἱ οὖν ἀκρότητες, Θεὸν δέ φημι καὶ κόσμον, ἀλλήλων καὶ τῆς μεσότητος, λέγω δὲ τὴν φύσιν, ἀπάγειν τὸν ἄνθρωπον εἰώθασιν. Ἡ δὲ μεσότης, τούτων οὖσα μεθόριος, εἰ αὐτὴν μόνην σκοποῦντα λάβοι τὸν ἄνθρωπον, ἐπίσης τῶν ἄκρων διίστησιν· οὔτε πρὸς τὸν Θεὸν αὐτὸν ἀναδραμεῖν συγχωροῦσα, καὶ πρὸς τὸν κόσμον ἀφιέναι καταπεσεῖν αἰδουμένη. Ἅμα τοίνυν πρός τινα τούτων κινηθῇ κατὰ γνώμην ἐνδιαθέτως ὁ ἄνθρωπος, ἅμα πρὸς αὐτὸν ἐκεῖνον καὶ τὴν ἐνέργειαν ἤμειψε, καὶ τὴν προσηγορίαν μετέβαλε, σαρκικός, ἢ ψυχικός, ἢ πνευματικὸς προσαγορευόμενος.

Ἔργον δὲ καὶ γνώρισμα τοῦ μὲν σαρκικοῦ, τὸ κακῶς μόνον εἰδέναι ποιεῖν. Τοῦ δὲ ψυχικοῦ, τὸ μήτε ποιεῖν βούλεσθαί ποτε, μήτε πάσχειν κακῶς. Τοῦ δὲ πνευματικοῦ, τὸ ποιεῖν μόνον καλῶς βούλεσθαι, καὶ ὑπὲρ ἀρετῆς εἰ συμβαίνει πάσχειν καλῶς, προθύμως καταδέχεσθαι. Εἰ τοίνυν Πνεύματι Θεοῦ ἄγεσθαι ποθεῖς, εὐλογημένε, ὥσπερ οὖν καὶ ποθεῖς, κόσμον καὶ φύσιν σαυτοῦ περίελε· μᾶλλον δὲ τούτων σαυτὸν περίτεμε, καὶ ἀδικεῖσθαι μὴ παραιτήσῃ· ἐμπαιγμούς τε καὶ ὕβρεις φέρειν μὴ ἀπαναίνου· καὶ ἵνα συνελὼν εἴπω, πάσχων κακῶς, τοῦ ποιεῖν καλῶς τοῖς δρῶσι κακῶς, καὶ πάντα προσαφιέναι τὰ δρώμενα, Θεοῦ χάριν καὶ ἀρετῆς, μὴ παύσῃ ποτέ, κατὰ τὸν εἰπόντα· Ἐάν τις θέλῃ σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.

Καὶ πάλιν κατὰ τὸν μακάριον Ἀπόστολον, λέγοντα· Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν. Λοιπὸν εἰ πεισθῆναί μοι βούλοιο, δοῦλε τοῦ Θεοῦ εὐλογημένε, μεγάλην κατάθου χάριν τοῖς θλίψασι· καὶ προσζημιωθῆναι αὐτοῖς εἰ δέον ἐστὶ πάντα, μὴ ἀνανεύσῃς· καὶ μᾶλλον εὐλόγησον λοιδορούμενος· καὶ ἀνάσχου διωκόμενος, καὶ παρακάλεσον βλασφημούμενος, ἵνα μὴ ᾖς σαρκικός, ὡς ἀδικεῖν μόνον καὶ εἰδὼς καὶ βουλόμενος· ἢ ψυχικός, ὡς ἀδικεῖσθαι μὴ ἀνεχόμενος· ἀλλὰ μᾶλλον πνευματικός, τὸ εὖ ποιεῖν μόνον ἑκουσίως καὶ εἰδὼς καὶ ἀσκούμενος· καὶ πάσχειν κακῶς παρὰ τῶν βουλομένων προθύμως ὑπὲρ ἀρετῆς ἐπιστάμενος· ἀφορῶν πρὸς τὸν τῆς σωτηρίας ἡμῶν ἀρχηγὸν Ἰησοῦν· ὃς ἀντὶ πάντων τῶν ἀγαθῶν, ὅσα οὐδέπω τις γνώσει περιλαβεῖν δεδύνηται, πάντα τὰ δεινά, ὅσα οὐδεὶς ὑπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑπὲρ τῶν ἁμαρτωλῶν μακροθύμως ὑπέμεινε.

Σκοπὸς γὰρ τῷ δοτῆρι τῶν ἐντολῶν, κόσμου καὶ φύσεως ἐλευθερῶσαι τὸν ἄνθρωπον. Καὶ διὰ τοῦτο κατάκριτος, ὁ μὴ πειθόμενος· καὶ μάτην οἱ κατὰ κόσμον πατέρες τὰ ἔκγονα προφασίζονται, καὶ τὰς συνοδίας τῶν τὸν μονήρη βίον ἀσκουμένων οἱ προϊστάμενοι, πρὸς τὸ δεῖν εὐλόγως αὐτοῖς ἀργὰς εἶναι τὰς ἐντολάς. Ὅπερ ὡς ἀληθὲς εἰ δεξοίμεθα, οὐδενὶ τὸ παράπαν ὁ Κύριος γεγραφὼς νόμον σωτηρίας δειχθήσεται. Ψυχικὸν δέ, καθὼς οἶμαι, τὸν φυσικὸν ὁ τῆς Γραφῆς λόγος ἐκάλεσεν ἄνθρωπον· ἐπειδὴ περὶ μόνα, καθώς φασιν οἱ τὰ τοιαῦτα δεινοί, τὰ ψυχούμενα, καὶ ἁπλῶς τὰ ὑπὸ γένεσιν καὶ φθοράν, ἡ τῆς φύσεως θεωρεῖσθαι πέφυκεν ἰδιότης.

Ταῦτα δὲ γέγραφα ὑμῖν, δέσποτα, ἐπειδὴ πολὺ διὰ τοῦ ὑμετέρου παραναγνωστικοῦ δυσχεραίνοντας ὑμᾶς εὗρον πρὸς τὰ συμβάντα. Ἀλλ’ εὔχου δυνατῶς, ὡς δυνατὸς πρὸς τὸν δυνατὸν ἀφιέναι ἁμαρτίας, ὑπὲρ Μαξίμου τοῦ σοῦ καὶ δούλου καὶ μαθητοῦ, τίμιε Πάτερ.

Ιʹ—Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον. Ἐπειδὴ τὴν αἰτίαν δι’ ἣν ὑπ’ ἀνθρώπων ἀνθρώπους βασιλεύεσθαι ψηφισάμενος ὁ Θεὸς ἐδικαίωσε, μιᾶς καὶ τῆς αὐτῆς πάντων ὑπαρχούσης τῆς φύσεως, καὶ πάντας τῷ κατ’ αὐτὴν ἁπλῷ λόγῳ τοὺς μετέχοντας αὐτῆς ὁμοτίμως ἀποφαινούσης, γραφῆναι ὑμῖν ἐκελεύσατε, ἐρῶ κατὰ τὴν ἐμὴν δύναμιν. μηδὲν ἀποκρυπτόμενος, ὧν παρὰ σοφῶν καὶ μακαρίων ἀνδρῶν παρέλαβον· τὰ πολλὰ περικόπτων ὅσα ῥηθῆναι περὶ τούτου διὰ τὸ σύντομον ἐνδέχεται. Λόγος ἀληθής, ὥς φασι, μυστικῶς ὑπαγορεύει, τὸν δεσπόζειν κατὰ χάριν τοῦ πεποιηκότος αὐτὸν Θεοῦ, παντὸς τοῦ ὁρωμένου κόσμου λαχόντα ἄνθρωπον, διὰ τοῦ κατὰ παράχρησιν τρόπου, τῶν ἐμφύτων δυνάμεων τῆς ἐν αὐτῷ νοερᾶς οὐσίας, πρὸς τὰ παρὰ φύσιν τρέψαντα τὰς κινήσεις, ἑαυτῷ τε καὶ τῷ παντὶ τούτῳ κόσμῳ, τὴν κρατοῦσαν νῦν αὐτῶν ἀλλοίωσιν καὶ φθοράν, κατὰ κρίσιν εἰσενέγκασθαι τοῦ Θεοῦ δικαίαν· ἵνα μὴ πρὸς τὰ παρὰ φύσιν ἀθάνατος ἐπ’ ἄπειρον ἡ τῆς ψυχῆς δύναμις αὐτῷ κινουμένῳ φυλάττοιτο· ὅπερ ἐστὶν οὐ μόνον κακίας τὸ ἔσχατον, καὶ τῆς αὐτοῦ τοῦ ἀνθρώπου ἀληθοῦς ὀντότητος ἀρίδηλος ἔκπτωσις, ἀλλὰ καὶ σαφὴς τῆς θείας ἀγαθότητος ἄρνησις.

Διὰ τοῦτο ὁ πολύμοχθος οὗτος, καὶ πολυστένακτος τῶν ἀνθρώπων βίος, διὰ τῆς πολλῆς ἀλογίας καὶ ἀταξίας τῆς αὐτὸν τιθηνούσης ὕλης, ἄλλο τε ἄλλως φέρων τε καὶ φερόμενος· καὶ ἀκριβέστερον εἰπεῖν, ἐν τῷ φέρεσθαι φέρων πάντας ἀνθρώπους, τῶν ἐν αὐτῷ δεινῶν μετόχους πάντας καθίστησι· καὶ οὐδένα παντελῶς ἀφίησι τῆς αὑτοῦ ταραχῆς ἐλεύθερον.

Καὶ τοῦτο κατὰ τὸν πρέποντα τῆς τοῦ Θεοῦ σοφίας διετυπώθη λόγον, ἵνα τὸν παρόντα βίον παραλόγως κατὰ διάθεσιν ὑφ’ ἡμῶν ἀγαπώμενον, κἂν ὀψέ ποτε τῷ πάσχειν ὑπ’ αὐτοῦ κακῶς κατὰ περίστασιν, ὅσον βλάπτειν οἶδεν ἡ πρὸς αὐτὸν φιλία μεταμαθόντες, γνῶμεν ὅτι πολὺ τῆς πρὸς αὐτὸν ἑνώσεως ὁ χωρισμός ἐστιν ἡμῖν χρησιμώτερος· καὶ τὸ πρὸς αὐτὸν μῖσος, κατὰ λόγον ἐνδίκως κυρώσωμεν· καὶ φυγόντες τὴν τῶν ὁρωμένων φύρσιν καὶ ταραχήν, πρὸς τὴν τῶν νοουμένων εὐσταθῆ ταυτότητα σωφρόνως τὸν πόθον μεταθώμεθα.

Ἀλλ’ ἐπειδὴ καὶ μαστιζόμενοι, καὶ μυρία πάσχοντες δεινά, τῆς πρὸς αὐτὸν φιλίας τὸν δεσμὸν λύειν οὐκ ἀνεχόμεθα, κατὰ πρόνοιαν ὡς σοφὸς καὶ ἀγαθός, τὸν τῆς βασιλείας τοῖς ἀνθρώποις ὁ Θεὸς διετύπωσε νόμον· τὴν προγνωσθεῖσαν διὰ τὴν ἄνεσιν ἔσεσθαι κατὰ τὸν βίον πολλὴν τῆς κακίας λύσσαν ἀναστέλλων πόῤῥωθεν· ἵνα μὴ γένωνται κατὰ τοὺς ἰχθύας τῆς θαλάσσης, ἀλλήλων οἱ ἄνθρωποι παραναλώματα· μηδενὸς ἐπιστατοῦντος, καὶ τὴν ἄδικον τοῦ δυνατωτέρου κατὰ τοῦ ὑποβεβηκότος ὁρμὴν κωλύοντος.

Διὰ τοῦτο, κατὰ τὸ εἰκός, ὡς οἶμαι, βασιλεία τῶν ἀνθρώπων τῷ γένει ἀναγκαίως ἐπεισήχθη· σοφίαν παρὰ Θεοῦ λαβοῦσα, καὶ δυναστείαν· καὶ ἡ ὁμότιμος φύσις εἰς τὸ ἄρχειν καὶ ἄρχεσθαι μερισθῆναι συνεχωρήθη. Ὅπως τῇ μέν, τάσσῃ τοὺς νομίμως τοῖς θεσμοῖς τῆς φύσεως πειθομένοις· τῇ δέ, κολάζῃ δικαίως τοὺς εἴκειν τούτοις δι’ αὐθάδειαν γνώμης μὴ βουλομένους· καὶ τὴν δικαιοσύνην ἐντεῦθεν πᾶσι χαρίζηται, πόθῳ καὶ φόβῳ βραβευομένην· δι’ ἧς τὸ ἀνώμαλον τῆς τοῦ καθ’ ἕκαστον γνώμης ἀπογενόμενον, τὸ ἐν πᾶσι τῆς φύσεως ἶσον γαληνόν τε καὶ ἥμερον λαμπρῶς διαδείκνυται. Ὅπερ οὐκ ἂν ἐγεγόνει ποτέ, μὴ τοῦ φόβου κολάζοντος τὴν ἄφρονα τῶν πολλῶν πρὸς ἀτοπίαν ὁρμήν, καὶ βίᾳ πρὸς τῶν σωφρόνων δι’ ἀπειλῆς ἄγοντος γαληνότητα.

Ὃ γὰρ πέφυκε λόγος τοὺς σώφρονας πείθειν ἑκουσίως ἀσπάζεσθαι, τοῦτο στέργειν ὁ φόβος τοὺς ἄφρονας εἴωθεν ἀκουσίως βιάζεσθαι. Διὰ ταύτην ἐγὼ τὴν αἰτίαν τῷ βίῳ τῶν ἀνθρώπων παρεισελθεῖν τὴν βασιλείαν συγχωρηθῆναι μεμάθηκα, καὶ ἀποδέχομαι τὸν λόγον ὡς ἀληθῆ, καὶ τῆς αἰτίας διδάσκαλον. Εἰ δέ τις καὶ ἕτερος ταύτης λόγος καθέστηκεν αἴτιος κατὰ τὴν θείαν Γραφήν, τοῦτον εἶναι μόνοις ἡγοῦμαι ληπτὸν τοῖς καθαροῖς τὴν διάνοιαν.

Πλὴν δ’ ὅμως, οὐδ’ οὗτος τοῦ σκοποῦ τῆς θείας ὁλοσχερῶς ἀπᾴδει Γραφῆς. Κἀκείνη γὰρ παραιτησαμένοις ἀνθρώποις τὴν τοῦ Θεοῦ βασιλείαν, συγχωροῦντα τὸν Θεὸν ἀφηγεῖται, κἂν ὑφ’ ἑαυτῶν βασιλεύεσθαι· ἵνα μὴ τὸ ἄτακτον τῆς ἀναρχίας πολυαρχίαν ἐργάσηται καὶ στάσιν φθοροποιὸν ἐντεῦθεν τῷ παντὶ γένει τῶν ἀνθρώπων ἐνεργάσηται, μηδενὸς τὴν αὐτῶν ἐπιμέλειαν κατὰ θείαν ψῆφον πεπιστευμένου· καὶ λόγῳ μὲν τάσσοντος τοὺς διὰ λόγου παιδαγωγουμένους πρὸς ἡμερότητα· δυναστείας δὲ φόβῳ κολάζοντος, τοὺς τὴν πονηρίαν τεκταίνοντας· καὶ τὸ ἔμφυτον τῆς γνώσεως ἀγαθὸν γνωμικῶς τοῖς παρὰ φύσιν τρόποις ἐφ’ ἑαυτῶν διαφθείροντας.

Ὅστις οὖν βασιλέων, τοῦτον οὕτω φυλάξαι τὸν νόμον τῆς βασιλείας ἐσπούδασε, Θεοῦ δεύτερος ἐπὶ γῆς ἀληθῶς ἀναπέφανται, ὡς θείας βουλῆς πιστότατος γενόμενος ὑπουργός, καὶ τὸ βασιλεύεσθαι ὑπὸ Θεοῦ, βασιλεύειν ἀνθρώπων δικαίως λαχών. Ὅστις δὲ τοῦτον παρωσάμενος τὸν θεσμόν, ἑαυτῷ βασιλεύειν πάντως διέγνω, καὶ οὐ Θεῷ, τἀναντία τούτοις εἰκότως ἐργάσηται· τυραννικῶς μὲν ἑαυτοῦ τοὺς ἀγαθοὺς ἐκτινάσσων, καὶ πάσης πόῤῥω τιθέμενος βουλῆς καὶ δυναστείας· νεωτερικῶς δὲ τοὺς πονηροὺς ἐπισπώμενος, καὶ πάσης αὐτοὺς κυρίους τῆς αὑτοῦ καθιστῶν ἐξουσίας· ὅπερ ἐστὶ τῶν κρατούντων τε καὶ κρατουμένων ἔσχατον ἀπωλείας βάραθρον.

Ἡμῖν δὲ δοίη Θεὸς ἑκουσίως ὑπ’ αὐτοῦ βασιλεύεσθαι, διὰ τῆς ἐκπληρώσεως τῶν ζωοποιῶν αὐτοῦ ἐντολῶν· καὶ τοὺς κατ’ αὐτὸν ἐπὶ γῆς βασιλεύοντας, ἀξίως τιμᾷν, ὡς φύλακας τῶν αὐτοῦ θείων διαταγμάτων.

ΙΑʹ. —Τοῦ αὐτοῦ πρὸς ἡγουμένην, περὶ ἀσκητρίας ἐξελθούσης τῆς μονῆς, καὶ μετανοησάσης. Οἱ τῆς ἀληθείας κήρυκες, καὶ τῆς θείας χάριτος γενόμενοι λειτουργοί, ὅσοι ἐξ ἀρχῆς μέχρις ἡμῶν κατὰ τοὺς ἑαυτῶν καιροὺς ἕκαστος τὸ σωτήριον ἡμῖν τοῦ Θεοῦ διεσάφησαν θέλημα, φασί, μηδὲν οὕτω Θεῷ εἶναι φίλον τε καὶ ἐράσμιον, ὡς ἡ ἐκ μετανοίας ἀληθοῦς ἐπ’ αὐτὸν τῶν ἀνθρώπων ἐπιστροφή. Ὅπερ μάλιστα τῶν ἄλλων θειότερον ὑπάρχον δεῖξαι βουλόμενος ὁ θεαρχικὸς τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος· μᾶλλον δὲ καὶ πρῶτον καὶ μόνον τῆς ἀπείρου ἀγαθότητος γνώρισμα, κατά τινα ἄῤῥητον συγκαταβάσεως τρόπον, διὰ σαρκὸς ἡμῖν ὁμιλῆσαι ἠξίωσεν, ἐκεῖνα καὶ δράσας καὶ παθὼν καὶ εἰπών, δι’ ὧν ἔδει ἡμᾶς, ἐχθροὺς ὄντας καὶ πολεμίους καταλλαγῆναι τῷ Θεῷ καὶ Πατρί, καὶ τῆς μακαρίας ζωῆς ξενωθέντας, πρὸς αὐτὴν πάλιν ἐπαναχθῆναι. Οὐ μόνον γὰρ τοῖς θαύμασι τὰς νόσους ἡμῶν ἰάσατο, καὶ διὰ παθημάτων τὰς ἀσθενείας ἀναλαβών, καὶ διὰ θανάτου ἀποδοὺς ὡς ὑπεύθυνος ὁ ἀναμάρτητος τὸ ἡμέτερον ὄφλημα τῶν πολλῶν καὶ φοβερῶν ἡμᾶς ἠλευθέρωσεν ἐγκλημάτων· ἀλλὰ καὶ πολυτρόπως διδάσκων, ἴσους ἑαυτῷ γενέσθαι κατὰ τὴν φιλάνθρωπον ἕξιν, καὶ τὴν εἰς ἀλλήλους τελείαν ἀγάπην, βουλομένους βεβούληται.

Διά τοι τοῦτο, Οὐκ ἦλθον καλέσαι δικαίους, ἐβόα, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Καί, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Καί, Ζητῆσαι, καὶ σῶσαι τὸ ἀπολωλός, ἐληλυθέναι. Καί, Πρὸς τὰ πρόβατα, τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ ἀπεστάλθαι. Καὶ τὴν βασιλικὴν ἀνασώσασθαι εἰκόνα, ὑπὸ τὴν δυσωδεστάτην τῶν παθῶν κόπρον γεγενημένην παραγεγονέναι, διὰ τῆς δραχμῆς παραβολικῶς παρῃνίξατο. Καί, Ἀμὴν λέγω ὑμῖν ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι. Διὰ τοῦτο τὸν λῃσταῖς περιπεσόντα, καὶ γυμνωθέντα πάσης περιβολῆς, καὶ ταῖς πληγαῖς ἡμιθανῆ γεγενημένον, οἴνῳ καὶ ἐλαίῳ καὶ καταδέσμοις ἀνέῤῥωσε· καὶ ἐπὶ τὸ ἴδιον κτῆνος ἀναβιβάσας, τῷ πανδοχεῖ παρατίθεται· καὶ τὰ πρὸς ἐπιμέλειαν ἀρκοῦντα δούς, ἐπηγγείλατο καὶ τὰ προσδαπανώμενα δώσειν ἐπανερχόμενος. Διὰ τοῦτο πρὸς τὴν ἐπιστροφὴν τοῦ ἀσώτου υἱοῦ τὸν πανάγαθον πατέρα ἐπικλιθῆναί φησι, καὶ ἀσπασάμενον τὸν πρὸς αὐτὸν διὰ τῆς μετανοίας ἀναδραμόντα, τῷ κάλλει τῆς πατρικῆς πάλιν κατακοσμῆσαι δόξης, οὐδοτιοῦν περὶ τῶν προτέρων μεμψάμενον. Διὰ τοῦτο τὸ τῆς θείας ἑκατοντάδος ἀποφοιτῆσαν πρόβατον, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς πλανώμενον εὑρών, οὐκ ἐλαύνων, οὐδὲ μόχθῳ κατατρίβων πρὸς τὴν μάνδραν ἐπανήγαγε τῶν προβάτων· ἀλλὰ τῶν ὤμων ἐπιθεὶς τῶν ἰδίων, πρὸς τὰ σύννομα συμπαθῶς διεσώσατο.

Διὰ τοῦτο, Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι τῇ καρδίᾳ, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἀνέκραγε. Καί, Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς· ζυγὸν λέγων, τὰς ἐντολάς· ἤγουν τὸν εὐαγγελικῶς εὐθυνόμενον βίον· φορτίον δέ, τὸ δοκοῦν εἶναι τῆς μετανοίας ἐπίπονον· Ὁ γὰρ ζυγός μου, φησί, χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν. Καὶ πάλιν θείαν δικαιοσύνην καὶ ἀγαθότητα διδάσκων, παρακελεύεται λέγων· Γίνεσθε ἅγιοι· γίνεσθε τέλειοι· γίνεσθε ἐλεήμονες· γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Καί, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Καί, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.

Καὶ τὰ τοιαῦτα. Καὶ ἁπλῶς, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγων μηκύνω τὴν ἐπιστολήν, διὰ τοῦτο πόρνας δικαιοῖ μετανοούσας, τελώνας τε προσδέχεται ἐπιστρέφοντας, καὶ τοῦ Εὐαγγελίου καθίστησι κήρυκας. Διὰ τοῦτο λῃστὰς ὁμολογοῦντας, καὶ τῷ θανάτῳ ὠνουμένους τὴν σωτηρίαν, διὰ τὸν φόβον συνεπάγεται, καὶ εἰς τὸν παράδεισον ἑαυτῷ συνεισάγει, τῶν μελλόντων ἀγαθῶν πιστούμενος τὰς ἐπαγγελίας. Διὰ τοῦτο διώκτας μαινομένους, σωφρονίζει, διὰ τὸν ζῆλον, καὶ ἐθνῶν ἀποστόλους ἀνθ’ ἑαυτοῦ χειροτονήσας, προβάλλεται· ἵνα ἡμεῖς μάθωμεν φιλανθρωπίαν καὶ ἡμερότητα· καὶ μήτε ῥᾳδίως ἑαυτῶν ἀπογινώσκωμεν ἁμαρτάνοντες, καὶ πρὸς τοὺς ἁμαρτάνοντας μὴ μένωμεν ἀσυμπαθεῖς καὶ ἀνάλγητοι· Θεὸν ἔχοντες τῶν γινομένων παράδειγμα.

Ἐπειδὴ οὖν ταῦθ’ οὕτως ἐπ’ αὐτῆς ἔχειν τῆς ἀληθείας, καὶ θέλημα Θεοῦ ὑπάρχειν τὸ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἐλθεῖν ἀληθείας, ἐδιδάχθημεν· καὶ τῆς πρὸς ἡμᾶς αὐτοῦ θαυμαστῆς διὰ σαρκὸς ἐπιδημίας ἀρχὴν καὶ ὑπόθεσιν μόνην τὴν ἡμῶν σωτηρίαν εἶναι μεμνήμεθα· θαῤῥῶν αἰτῶ τὴν ὑμετέραν ἁγιωσύνην, αὐτά σοι τὰ ζωοποιὰ παθήματα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ, οἷς ἐλυτρώθημεν τῆς ἐξουσίας τοῦ σκότους, ἀνθ’ ἱκετηρίας προβαλλόμενος. Πιστεύω γάρ σε γνησίαν οὖσαν μαθῆτιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, διὰ πάσης τῆς τοῦ βίου ἀγωγῆς, ζῶντα καὶ ἔμπρακτον ἐν ἑαυτῇ φέρειν τὸν διδάσκαλον, ἅτε δὴ ἐκ παιδὸς δι’ ὅλου αὐτῷ προσχωρήσασαν· ἵνα καὶ δι’ ἐμοῦ μεσίτου τοῦ ταπεινοῦ καὶ ἁμαρτωλοῦ, καὶ μηδὲν ἔχοντος τῆς σῆς ἀρετῆς ἐπάξιον, τιμήσῃς τὴν ὑπὲρ ἡμῶν αὐτοῦ φιλάνθρωπον κένωσιν, καὶ προσδέξῃ μετανοοῦσαν, καὶ τοῖς δάκρυσιν ἐκτακεῖσαν τήνδε τὴν ἀδελφήν. Πολλὴ γάρ ἐστι καὶ ἄφατος ἡ συντριβὴ τῆς καρδίας αὐτῆς, καὶ τοῦ πνεύματος ἡ ταπείνωσις, ἐπί τε τῇ ἁμαρτίᾳ ᾗ πέπραχε, καὶ τῷ ἀφ’ ὑμῶν χωρισμῷ, ὃν πέπονθεν.

Μὴ οὖν ἐξουδενώσῃς, δούλη Θεοῦ εὐλογημένη, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, ἣν ὁ Θεὸς οὐκ ἐξουδένωσεν· ἀλλ’ οἰκτίρμων καὶ ἐλεήμων, εὔσπλαγχνός τε καὶ συμπαθὴς γενομένη, μίμησαι τὸν δι’ ἡμᾶς ἑκουσίως ὑπὲρ φιλανθρωπίας ἀποθανεῖν καταδεξάμενον· καὶ προσδέξασθαι αὐτὴν καὶ ἀσπάσασθαι ἀξίωσον, καὶ κυρῶσαι πρὸς αὐτὴν ἀγάπην ἀνάσχου. Καὶ στήριξον αὐτὴν λόγοις καὶ ἔργοις φιλανθρωπίας καὶ ἡμερότητος, καὶ ἅρπασον τῶν χειρῶν τοῦ τυράννου, καὶ τὰ γενόμενα αὐτῇ συντρίμματα κατάδησον συμπαθῶς· ἵνα μὴ πολὺ καταβαρηθεῖσα τῇ λύπῃ, τῷ τῆς ἀπογνώσεως ἐμπαρῇ σκόλοπι· καὶ ἀπαιτηθῶμεν αἷμα ψυχῆς ἐξ ἡμῶν παραφθείσης· ἢ τόγε ἀληθέστερον εἰπεῖν, προδοθείσης τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν, πρὸς τὸ ἔχειν ὑφήνιον εἰς ὅπερ ἂν καὶ βούλεται· ἣν ἔδει ζῇν διὰ τῆς ἡμῶν μακροθυμίας καὶ ἠπιότητος· καὶ ἐγκληθῶμεν δικαίως, ὡς τῶν θείων ἀμελήσαντες καὶ θελημάτων καὶ παθημάτων. Ὁμοίως γάρ, κἂν εἰ σκληρὸς ὁ λόγος, ἀλλ’ οὖν ἀληθής, τὸ ἀγαθὸν τοῦ Θεοῦ ἀτιμάζουσι θέλημα, καὶ τὴν ὑπὲρ ἡμῶν αὐτοῦ φιλάνθρωπον κένωσιν ἐξουδενοῦσιν, ὅσον τὸ ἐπ’ αὐτοῖς, οἵ τε μετανοεῖν οὐκ ἐθέλοντες, καὶ τοὺς μετανοοῦντας μὴ προσδεχόμενοι· ὅτι ἀλλήλων ὀφείλοντες οἰκειοῦσθαι τὰς συμφοράς, διὰ τὴν ὁμοτιμίαν τῆς φύσεως· οὐδ’ αὐτὴν τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητα αἰδεσθέντες· εἰ μή τι ἄλλο περὶ τὸ ὁμόφυλον μιμησάμενοι, διεδείχθημεν.

Ὡς οὖν γινώσκουσα, δούλη τοῦ Θεοῦ εὐλογημένη, ὅτι ταῖς τῶν ψυχῶν ἡμῶν διαθέσεσιν ἡ θεία δεόντως ἐφαρμόζεται δικαιοσύνη, τοιαύτη ἡμῖν γινομένη, οἵους ἀλλήλοις ἑαυτοὺς πεποιήμεθα· καὶ τοιοῦτον ἡμῖν αὐτοῖς τὸν Θεὸν καθιστῶσα, οἵους φθάσαντες τοῖς ὁμοιοπαθέσιν ἑαυτοὺς διεθήκαμεν, μὴ ἀναβάλῃ προσδέξασθαι ὑπτίαις χερσὶ τὴν σὴν ἱκέτην καὶ δούλην· ἀλλ’ ἀμελλητὶ θεομιμήτως διὰ πάσης σπουδῆς ἐπίθες τοῖς ὤμοις τὸ πρόβατον, καὶ πρὸς τὴν ἀσφαλῆ μάνδραν συγκόμισον, καὶ τοῖς λύκοις ἀνάλωτον πρὸς τὸ ἑξῆς διαφύλαξον· ἵνα καὶ αὐτὴ τοιούτου τύχοις τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος Χριστοῦ καὶ κριτοῦ τῶν ὅλων, κατὰ τὴν αὐτοῦ φοβερὰν καὶ ὑπερένδοξον ἐπιφάνειαν, ἀποδώσοντός σοι ὧν ἔσπειρας τοὺς αἰωνίους καρπούς. Οὗ καὶ ἡμεῖς τύχοιμεν ἵλεω τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ· εὐχαῖς καὶ πρεσβείαις τῆς Δεσποίνης ἡμῶν, τῆς πανενδόξου Θεοτόκου, καὶ πάντων τῶν ἁγίων αὐτοῦ. Ἀμήν.