Διά τοι τοῦτο, Οὐκ ἦλθον καλέσαι δικαίους, ἐβόα, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Καί, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Καί, Ζητῆσαι, καὶ σῶσαι τὸ ἀπολωλός, ἐληλυθέναι. Καί, Πρὸς τὰ πρόβατα, τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ ἀπεστάλθαι. Καὶ τὴν βασιλικὴν ἀνασώσασθαι εἰκόνα, ὑπὸ τὴν δυσωδεστάτην τῶν παθῶν κόπρον γεγενημένην παραγεγονέναι, διὰ τῆς δραχμῆς παραβολικῶς παρῃνίξατο. Καί, Ἀμὴν λέγω ὑμῖν ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι. Διὰ τοῦτο τὸν λῃσταῖς περιπεσόντα, καὶ γυμνωθέντα πάσης περιβολῆς, καὶ ταῖς πληγαῖς ἡμιθανῆ γεγενημένον, οἴνῳ καὶ ἐλαίῳ καὶ καταδέσμοις ἀνέῤῥωσε· καὶ ἐπὶ τὸ ἴδιον κτῆνος ἀναβιβάσας, τῷ πανδοχεῖ παρατίθεται· καὶ τὰ πρὸς ἐπιμέλειαν ἀρκοῦντα δούς, ἐπηγγείλατο καὶ τὰ προσδαπανώμενα δώσειν ἐπανερχόμενος. Διὰ τοῦτο πρὸς τὴν ἐπιστροφὴν τοῦ ἀσώτου υἱοῦ τὸν πανάγαθον πατέρα ἐπικλιθῆναί φησι, καὶ ἀσπασάμενον τὸν πρὸς αὐτὸν διὰ τῆς μετανοίας ἀναδραμόντα, τῷ κάλλει τῆς πατρικῆς πάλιν κατακοσμῆσαι δόξης, οὐδοτιοῦν περὶ τῶν προτέρων μεμψάμενον. Διὰ τοῦτο τὸ τῆς θείας ἑκατοντάδος ἀποφοιτῆσαν πρόβατον, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς πλανώμενον εὑρών, οὐκ ἐλαύνων, οὐδὲ μόχθῳ κατατρίβων πρὸς τὴν μάνδραν ἐπανήγαγε τῶν προβάτων· ἀλλὰ τῶν ὤμων ἐπιθεὶς τῶν ἰδίων, πρὸς τὰ σύννομα συμπαθῶς διεσώσατο.