Τοῦ αἰῶνος ἡμῖν ἀπογενομένου τῶν πράξεων, οὐδὲν μένει τὸ σύνολον τῶν παρόντων ὡς ἔχει νῦν, σχήματός τε καὶ θέσεως. Οὐδὲν τῶν ὁρωμένων τὸ πιστὸν ἔχει τοῖς κεκτημένοις, καὶ ἄπτωτον. Οὐδὲν διαρκῶς ἕστηκε τοῖς ἡττημένοις αὐτῷ προσδιαμένον ἀκίνητον· οὐ δόξα, οὐ πλοῦτος, οὐ δυναστεία, οὐχ ὑγεία, οὐκ ἀδοξία, οὐ πενία, οὐ δουλεία, οὐ νόσος, οὐ κάλλος, οὐ νεότης, οὐ περιφανεία, οὐκ ἀμορφία, οὐ γῆρας, οὐ δυσγένεια· πάντα παρέρχεται, πάντα μαραίνεται, πάντα σκιᾶς δίκην ἀφανίζεται τὰ ἀνθρώπινα, καὶ πομφόλυγος εὐδιαπνευστότερός ἐστι πᾶς ὁ τῆς ἀνθρωπίνης δυναστείας ὄγκος. Πᾶς γὰρ ἄνθρωπος, φησί, χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Πάντα γὰρ ὡς ἀληθῶς τὰ ἀνθρώπινα, συνημμένην ἔχει κατὰ δύναμιν τὴν φθορὰν τῇ γενέσει· πολλάκις δὲ καὶ προηγουμένην ἐπ’ ἐνίων τῆς γενέσεως τὴν φθοράν· ὡς δύνασθαι κλαπῆναι τῇ κατὰ τὸ αὐτὸ τῶν ἄκρων πρὸς ἄλληλα συνόδῳ τὸ μέσον, καὶ δι’ ἀμφοῖν θεωρούμενον· καὶ τοῦτο σοφῶς τῆς προνοίας μηχανωμένης, ἵνα γένηται πρὸς τὴν τῶν αἰωνίων πίστωσιν ὁ τῶν ἀλλοιουμένων λόγος παιδαγωγία. Πάντα μεταβάλλει εἰς ἄλληλα, καὶ περιτρέπεται ἕκαστον ἑκάστῳ· καὶ δι’ ἀλλήλων μᾶλλον κυροῦσιν ἑαυτῶν τὴν φθορὰν ἢ τὴν γένεσιν.