Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή Α΄ προς τον έπαρχο Γεώργιο: Περί αρετής, πρόνοιας και κρίσεως

Εγκώμιο του επάρχου Γεωργίου, θεολογική ανάλυση της σταθερότητας της αρετής έναντι της κοσμικής ματαιότητας, και εκτενής εσχατολογική αναφορά στην τελική κρίση, την ανταπόδοση και τα πάθη της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 13

ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ Ἐν εἴδει ἐπιστολῆς Πρὸς τὸν δοῦλον τοῦ Θεοῦ κύριον Γεώργιον, τὸν πανεύφημον ἔπαρχον Ἀφρικῆς. Οὐδεὶς οὕτω τῶν φωτός, ὡς οἶμαι, καθ’ οἱονδήποτε τρόπον ἐστερημένων ἡλιακῆς ἀκτίνος ἀπολαῦσαι ποθεῖ, ὡς ἡμεῖς οἱ ταπεινοὶ πάντες, οἱ τῆς σῆς πλουσίως ἐμφορηθέντες καλοκαγαθίας, ποθοῦμεν πάλιν σε θεάσασθαι παρόντα, καὶ ἀπολαῦσαί σου τῆς καλλονῆς· τοῖς θείοις μέν τοι τῶν συντρόφων ἀρετῶν κεχαρακτηρισμένον τρόποις, οἷς καὶ πρότερον ἐνδημοῦντα μεγαλοφυῶς ἐμπρέποντά σε γινώσκομεν· δι’ ὧν μᾶλλον σαφῶς ἐδιδάχθημεν, γνώμης, ἀλλ’ οὐ τάξεως εἶναι τὴν ἀρετήν· καὶ διαθέσεως, ἀλλ’ οὐκ ἀξίας εἶναι τὸ θεομίμητον. Οἷς γὰρ εἰς τὸ βάθος τῆς ψυχῆς καθ’ ὑμᾶς εὐλογημένοις, γνησίως ἐνεῤῥιζώθη τῆς πρὸς Θεὸν ἀγάπης ἡ δύναμις, τούτοις τὸ ὡσαύτως ἔχειν περὶ τὸ καλὸν ἀναμφιβόλως προσγέγονεν· ὥσπερ ἀμέλει καὶ τοῖς ἐπτοημένοις τῇ ἀγάπῃ τῶν ὑλικῶν, τὸ εἰς πλῆθος παθῶν εὐέμπτωτόν τε καὶ εὐσκέδαστον. Καὶ μάλα γε εἰκότως. Ὁ γὰρ τοῦ Θείου, ἑνὸς ὄντος καὶ μόνου, καὶ ἀπαθοῦς, καὶ μηδὲν τὸ παράπαν ἐξ ἀϊδίου κατ’ οὐσίαν διάφορον συνθεωρούμενον ἢ συνεπιθεωρούμενον ἔχοντος· οὐ γὰρ ἐφικνεῖται αὐτοῦ τι τῶν ἐξ αὐτοῦ· κατὰ τὴν ἔφεσιν γνωμικῶς ἀντεχόμενος, εἷς καὶ αὐτός ἐστι καὶ μόνος καὶ ἀπαθής, τῇ πρὸς τὸ ἓν ἀσχέτῳ νεύσει γενόμενος, εἷς τε καὶ μόνος, καὶ ἄτρεπτος.

Εἰ γὰρ ἕν ἐστι καὶ μόνον αὐτῷ τὸ ποθούμενον, τοῦτο δὲ κυρίως ἄτρεπτόν ἐστιν, ὡς κατ’ οὐσίαν διὰ τὴν φυσικὴν ἀπειρίαν ἀκίνητον· οὐ γὰρ ἔχει ποῦ κινηθῆναι τὸ ἀκίνητον ἄπειρον· ἄρα καὶ αὐτὸς οἷα τοῦ ἑνὸς ὑπάρχων ἐραστής, κατὰ τὸ εἰκός, εἷς γέγονε καὶ μόνος καὶ ἄτρεπτος· ὡς ποιήσας παντάπασιν ἀπὸ τοῦ ἑνὸς τὴν γνώμην ἀκίνητον. Ὁ δὲ τοῖς ὑλικοῖς, τρεπτοῖς οὖσι κατὰ φύσιν καὶ ἀλλοιώτοις, καὶ οὐδαμοῦ παντελῶς στῆναι δυναμένοις, ἀγνοίᾳ τοῦ κρείττονος κατὰ γνώμην οἰκείαν ἐνδήσας τῆς ψυχῆς τὸν ἔρωτα, τρεπτός ἐστιν ἐξ ἀνάγκης καὶ ἐμπαθὴς καὶ εὐαλλοίωτος· τοῖς φύσει κινουμένοις καὶ πάσχουσι τὴν συνεπικινουμένην ἔχων πάσχουσαν τῆς ψυχῆς τὴν διάθεσιν.

Μὴ τοίνυν ταύτης σου, δέσποτά μου εὐλογημένε, τῆς ἀγαθῆς καὶ θεωτικῆς ἕξεως, τῆς ἐχούσης σου πρὸς τὸν Θεὸν τὴν γνώμην συνέκδημον, ἐκστῆσαί τι τῶν ὄντων δυνηθῇ· μὴ χρόνος ἀτάκτως ἑαυτῷ συμμεταβάλλων τὴν τῶν ὑλικῶν πραγμάτων φοράν, τῆς γνώμης ἀλλοιώσῃ τὸ βάσιμον· μὴ ἀνθρώπων ἀπειλὴ φόβον προτεινομένη, τῆς καλῆς διαθέσεως μετακινήσῃ τὸ στάσιμον· μὴ λόγος κολάκων ἀνδρῶν τῇ προφορᾷ καταγλυκαίνων τὴν ἀκοὴν τῆς ψυχῆς χαυνώσῃ τὸ εὔτονον· μὴ ὄρεξις ἀντιλυπήσεως, ἐκ τοῦ δύνασθαι τυχὸν πρός τινα, τὸ σύνολον διαφθείρῃ τοῦ τρόπου τὸ ἥμερον· μὴ πόθος τῆς περὶ τὸ ἄρχειν δόξης, τῆς περὶ τὸ Θεῖον ἀγάπης μειώσῃ τὴν ἔφεσιν.

Οὐ γὰρ ἔλλειψις δόξης παρὰ Θεῷ πάντως ἢ ἀνθρώποις ἐστὶ τὸ μὴ ἄρχειν ἀνθρώπων· ἀλλὰ καὶ μᾶλλον δόξης ἐπίδοσις, ὅσον ταραχῆς καὶ φροντίδος ἡ ψυχὴ παντοίας καθέστηκεν ἐλευθέρα τῆς ἔξωθεν, ὡς ὁ ἐμὸς ἔχει λόγος· καὶ πᾶς εὐσεβῶς τὰ δέοντα συνορῶν, ὡς οἶμαι, συνθήσεται. Πᾶς γὰρ ἀνὴρ ὡς ἀληθῶς ἐνάρετος καὶ φιλόθεος, αὐτάρκης ἑαυτῷ πρὸς πᾶσαν εὐδαιμονίαν ἐστί· μηδεμίας περιβολῆς τῶν ἐκτός, πρὸς τὸ πορίσασθαι ταύτην δεόμενος. Ὁ γὰρ τῶν θείων ἰδιωμάτων ἑαυτοῦ κατὰ τὸν βίον τὰς ἐμφάσεις καταστήσας γνωρίσματα, πάντων ἐντελῶς ἔχει τῶν ἀγαθῶν τὸ πλήρωμα· δι’ οὗ πέφυκεν ἐγγίνεσθαι τοῖς ἀνθρώποις ἡ πρὸς τὸν Θεὸν ἀκριβὴς ἐξομοίωσις· πρὸς ἣν οὐδὲν τῶν μετὰ Θεὸν συγκρινόμενον καθοτιοῦν παραβάλλεται.

Καὶ ἁπλῶς εἰπεῖν, μὴ νόσος, μὴ ὑγεία, μὴ πλοῦτος ὁ κάτω συρόμενος, μὴ πενία τῶν φθειρομένων, μὴ ψόγος, μὴ ἔπαινος, μὴ θάνατος, μὴ ζωή, μὴ τὸ παρόν, μὴ τὸ μέλλον, μηδὲ καθάπαξ ἕτερον τῶν ὄντων ἢ γινομένων, τὴν θρεψαμένην σε ταύτην, καὶ εἰς τόδε προαγαγοῦσαν παρά τε Θεῷ καὶ ἀνθρώποις κλέος φιλοσοφίαν, νοθεῦσαι δυνηθῇ. Τοῦτο δὲ γενήσεται, πῶς; Εἰ πάντα πιστεύσοιμεν τῷ Θεῷ τὰ καθ’ ἑαυτούς· καὶ μηδὲν μὲν ζητεῖν ἀνασχοίμεθα παντελῶς, ὧν ἐκ Θεοῦ ζητεῖν οὐ προσετάγημεν· ζητεῖν δὲ διὰ πάσης σπουδῆς, πᾶν ὅτιπερ ἐκ Θεοῦ ζητεῖν ἐπετάγημεν· καὶ τὰ μὲν ὡς μετὰ Θεὸν ὑπὸ γνώμην ἡμετέραν ὄντα καὶ δύναμιν, κατὰ πάντα τρόπον θελήσαιμεν, καὶ μορφῶσαι δι’ αὐτῶν τῶν ἔργων σπουδάσαιμεν· τὰ δέ, πάσαις ψήφοις, ὡς τῆς ἡμῶν πρὸς τὸ γίνεσθαί τε καὶ ἀπογίνεσθαι γνώμης οὐ χρῄζοντα, παραχωρήσαιμεν τῷ Θεῷ μετ’ εὐχαριστίας καὶ πίστεως ἄγειν ὅπη θέλει καὶ βούλεται, μηδὲν πρὸς τοὺς λόγους διαφερόμενοι τὸ σύνολον τῆς αὐτοῦ προνοίας καὶ διοικήσεως· οἷς τὸ πᾶν ἀγνώστως μετὰ σοφίας ἀποῤῥήτου πρὸς τὸ ἑαυτοῦ κατὰ πρόγνωσιν τοῦ Θεοῦ φέρεται πέρας· κἂν ἄλλως, καὶ παρὰ τὴν ἡμῶν ἐλπίδα ποιῆται τῶν τοιούτων λόγων τὴν ἔκβασιν.

Σοφώτατος γάρ ἐστι τῶν ἡμετέρων κηδεμὼν καὶ προστάτης, ἅτε δὴ μὴ συμβᾶσαν αὐτῷ τὴν σοφίαν κτησάμενος, ἀλλ’ αὐτὸς κατ’ οὐσίαν σοφία κυρίως καὶ ὢν καὶ λεγόμενος, Ἓν μόνον γνησίως τηρῆσαι θελήσωμεν, τὸ ἀγαπᾷν αὐτόν, καθὼς εἶπεν, ἐξ ὅλης καρδίας, καὶ ψυχῆς, καὶ δυνάμεως, καὶ τὸν πλησίον ὡς ἑαυτούς· σπουδάζοντες πάντα τρόπον ἐπινοῆσαι πρὸς πέρας ἀγαγεῖν τὸ θεῖον τοῦτο διάταγμα· καὶ ὅλος πληρέστατος ἡμῖν κατὰ περιγραφὴν ὁ θεῖος κατώρθωται σκοπός, ὡς ἂν ἀξίας ἢ τάξεως, βίου τε καὶ σχήματος ἔχωμεν· εἴτε ἄρχοντες, εἴτε ἀρχόμενοι, πλουτοῦντές τε καὶ πενόμενοι, καὶ ὑγιαίνοντες καὶ νοσοῦντες, καὶ ἄλλως πῶς τοῦ σώματος ἔχοντες· καὶ περὶ τῶν ἄλλων ὅσα πάντως ἡμῶν κατὰ διάθεσιν οὐχ ἕπεται τῇ θελήσει, μηδόλως μεριμνήσωμεν. Τί γὰρ πρὸς ἡμᾶς, τὸ μὴ καθεστὼς κατὰ φύσιν ἐξ ἀνάγκης, ἢ κατὰ γνώμην ἐκ τοῦ θέλειν ἡμέτερον; Καὶ τοῦτο τυχὸν ἡμᾶς σκοπῆσαι βουλόμενος ὁ λόγος, διὰ θείας ἐντολῆς οὐ δέδωκεν ἡμῖν περὶ τούτου διάταξιν· ἵνα μὴ τοῖς οὐκ ἐφ’ ἡμῖν ἐγχειροῦντες παρὰ φύσιν, τῇ τοῦ θέλειν δυνάμει ψεκτῶς παραχρώμεθα· καὶ τὴν μὲν ἀσθενοῦσαν δείξωμεν, οὐκ ἔχουσαν τὰ μηδαμῶς ὑπ’ αὐτὴν εἶναι δυνάμενα· τὸν δὲ Θεὸν βιαζώμεθα, νομίζοντες ἑαυτῶν εἶναι τὴν τῆς προνοίας διοίκησιν, τὴν σοφῶς τοῖς οὐκ ἐφ’ ἡμῖν εἰς κόλασιν μὲν χρωμένην τῶν ἐφ’ ἡμῖν κακῶν· ἐπίδοσιν δὲ καὶ εὔτονον δρόμον τῶν ἐφ’ ἡμῖν ἀγαθῶν.

Διαιροῦντες οὖν τῶν ἐφ’ ἡμῖν τὰ οὐκ ἐφ’ ἡμῖν, τὰ μὲν τῆς θείας ὑπάρχειν ὁλοσχερῶς προνοίας· τὰ δέ, μετὰ τῆς θείας προνοίας, καὶ τῆς ἡμῶν κατὰ θέλησιν γνώμης εἶναι κατόρθωμα πιστεύσωμεν. Ἐφ’ ἡμῖν οὖν ἐστιν, ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, πᾶν ὅτιπερ ἀρετῆς λόγῳ, ἢ τοὐναντίον κακίας τρόπῳ περιεχόμενον, κατὰ θέλησιν ἡμῶν τῇ γνώμῃ παρέπεται. Οὐκ ἐφ’ ἡμῖν δέ ἐστι, πᾶν ὅτιπερ τῆς οἰκείας ὑπάρξεως δημιουργὸν τὴν ἡμῶν οὐκ ἔχει προαίρεσιν· καὶ πᾶν μὲν κατὰ φύσιν ὑπάρχον ἀρετῆς καὶ κακίας ἐλεύθερον· τῇ δὲ χρήσει τῶν ἐχόντων, τοῦτο ἢ ἐκεῖνο γινόμενον, ἢ φαινόμενον εἰπεῖν οἰκειότερον. Πάντα τοιγαροῦν τὰ ἐφ’ ἡμῖν ἀγαθὰ μονώτατα, ὡς τῆς ἡμῶν σὺν Θεῷ προαιρέσεως ἔργα, καὶ τῆς ἡμῶν γνώμης ὑπάρχοντα πράγματα, θελήσωμέν τε σφοδρῶς καὶ περὶ πολλοῦ ποιησώμεθα· καὶ ἐσόμεθα τῆς θείας οὕτω γε χάριτος πῶλοι εὐπειθεῖς καὶ εὐήνιοι, ἐπιβαίνοντα τὸν Λόγον δεχόμενοι, καὶ τὸν δρόμον ἡμῖν εὐτάκτως κατορθοῦντα τῶν ἀρετῶν. Τὰ δὲ οὐκ ἐφ’ ἡμῖν, ὡς οὐκ ὄντα δι’ ἑαυτὰ κατὰ φύσιν κακία ἢ ἀρετή, ἀλλ’ ὄργανα προαιρέσεως, τοῦ ἐφ’ ἡμῖν λόγου κεκρυμμένην τὴν ὁρμὴν εἰς τὸ φανερὸν ἄγοντα, μὴ θελήσωμεν ὅλως· ἵνα μὴ τὴν κατὰ φύσιν τοῦ θέλειν τῇ παραχρήσει διαφθείρωμεν δύναμιν, βουλομένην ἐπιλαβέσθαι τῶν ἀμηχάνων, καὶ ὑπ’ αὐτῆς κατορθοῦσθαι μὴ δυναμένων.

Ἀλλὰ πιστεύσωμεν αὐτὰ τῷ Θεῷ, καὶ δεξώμεθα μετ’ εὐχαριστίας πᾶσαν καιρῶν τε καὶ πραγμάτων μεταβολήν, κατὰ τὴν σωτήριον τοῦ Θεοῦ βούλησιν συμφερόντως ἡμῖν γινομένην· ὥστε μὴ μόνον διὰ τῶν αὐτῶν, ἀλλὰ καὶ τῶν οὐ τῶν αὐτῶν ὡσαύτως, καὶ διὰ τῶν ἀνωμάλων ὁμαλῶς ἡμῖν τὸ καλὸν κατορθωθῆναι τῆς ἀρετῆς. Οὐδεὶς γὰρ τῆς ἀγαθῆς ἐλπίδος ἐκπίπτει ποτέ, παραχωρῶν καὶ ἐμπιστεύων τῷ Θεῷ τὴν ἐπ’ αὐτῷ τῶν οὐκ ἐπ’ αὐτῷ διοίκησίν τε καὶ πρόνοιαν. Καὶ ἀληθὴς ὁ φήσας που τῶν ἑαυτοῦ λόγων Σοφός· Ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδετε τίς ἐπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη· ἢ τίς ἐπικαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;

Ἐπειδὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καθὼς ἔδειξε σὺν ἀληθείᾳ τρέχων ὁ λόγος· καὶ τὴν τῶν θελητῶν καὶ οὐ θελητῶν ἰδιότητα παρέστησε σαφῶς, ἀλλήλων διακρίνας ὁρισμῷ τὰ μὴ φυρόμενα· μήτε ἀφαιρουμένης ἡμῶν τῆς ἀρχῆς, ὡς καλοῦ τινος στέρησιν ὑπομένοντες, ἀντιποιήθωμεν· οὔτε γὰρ ἕπεται πάντως ἡμῖν ἡ ἀρχὴ θελήσασι, τοῦ ἐφ’ ἡμῖν λόγου πόῤῥω τυγχάνουσα· ὥσπερ οὐδὲ πλοῦτος καὶ ὑγεία, οὐδ’ ὅσα τῶν ἐν μέσῳ κειμένων δι’ ἡμῶν μορφοῦται πρὸς ἀρετὴν ἢ κακίαν· μήτ’ αὖ πάλιν διδομένην, ὡς κακόν τι παντελῶς ταύτην ἀπωσώμεθα, δυναμένην τυχὸν ἀρετῆς ὄργανον εἶναι τοῖς φιλοθέοις· καὶ πάντα προσφέρειν Θεῷ διὰ πάσης σπουδῆς πρὸς τοῖς ἐπ’ αὐτοῖς ἅπασι, καὶ τὰ οὐκ ἐπ’ αὐτοῖς κατ’ οἰκονομίαν συμβαίνειν αὐτοῖς συγχωρούμενα, προῃρημένοις. Τὸ γὰρ μὴ δι’ ἑαυτὸ κατὰ φύσιν τυχὸν καλὸν ἢ κακόν, οὔτε ἐραστὸν οὔτε φευκτὸν εἰκότως ἐστίν. Ὧν γὰρ ἄνευ καλοί τε καὶ ἐνάρετοι γίνεσθαί τε καὶ εἶναι καὶ διαμένειν δυνάμεθα· καὶ πάλιν κακοὶ καὶ πάσης ἀρετῆς ἔρημοι, τούτων οὐκ ἀναγκαία πάντως ἡμῖν καθοτιοῦν ἡ κτῆσις· οὔτε μὴν ἡ ἀκτησία, πρὸς γένεσιν καλοῦ τινος ἢ κακοῦ καὶ συντήρησιν. Ἐπεὶ καὶ δυναστείας καὶ πλούτου καὶ ὑγείας τινὲς ἐστερημένοι, πολλοὺς ἀγαθῶν αἰωνίων ἐκτήσαντο θησαυροὺς ἕτεροι δὲ τοὐναντίον, δυναστείαν καὶ πλοῦτον καὶ ὑγείαν ἔχοντες, πάντων τῶν θείων ἀγαθῶν κατ’ οἰκείαν γνώμην γεγόνασιν ἔκπτωτοι.

Καὶ μαρτυροῦσιν ὅ τε πτωχὸς Λάζαρος, καὶ ὁ κατ’ αὐτὸν πλούσιος. Ὁ μὲν πάσης ὑλικῆς δυναστείας, ὑγείας τε καὶ περιουσίας ἐστερημένος, τὴν ἐν κόλποις Ἀβραὰμ δεχόμενος μακαρίαν ἀνάπαυσιν· ὁ δὲ τούτων τῶν ὑλικῶν εἰς ἄκρον ὑπάρχων κατάκομος, εἰργόμενος ἀπὸ τῶν ὁσίων τῷ χάσματι, καὶ τὸ κολαστικὸν πῦρ ἔχειν μερίδα κατακρινόμενος. Καὶ πάλιν Δαβὶδ καὶ Ἰώβ, οἱ μεγάλοι τῆς ἀληθείας ἀγωνισταί, δι’ ἀμφοτέρων τῶν βίων τῶν ἀλλήλων κατὰ διάμετρον ἀντιπαθῶς ἀπῳκισμένων δοκιμασθέντες, τὴν ἀρετὴν διεσώσαντο διὰ τῶν ἐναντίων αὐξάνουσαν.

Οὐ γάρ ἐστι πλούτου καὶ ὑγείας καὶ δυναστείας ἔργον· οὐδ’ αὖ πάλιν τῆς τούτοις ἀντικειμένης μοίρας ἡ ἀρετή, ἵνα πάθῃ πρὸς τὰ ἐναντία μεταβολήν, συναλλοιωθεῖσα τοῖς πράγμασιν· ἀλλὰ διαθέσεως θείας, καὶ γνώμης εἰς ἄκρον τῷ καλῷ πεποιωμένης, καὶ κατὰ Θεὸν ἀμεταβόλως πεπηγυίας, καὶ τὴν οἰκείαν ἐν τοῖς ἐναντίοις ἀπαράλλακτον φυλαττούσης ταυτότητα.

Διδομένην τοίνυν τὴν ἀρχὴν στέρξωμεν, καὶ ὡς τῆς κατ’ ἀρετὴν ἡμῖν παρὰ Θεοῦ δοθεῖσαν ἐπικουρίας ὄργανον καταδεξώμεθα. Καὶ πάλιν ἀφαιρουμένην αὐτὴν μὴ ζητήσωμεν, ὡς μέγα φοβερᾶς ἀχθηδόνος βάρος ἀποτιθέμενοι, καὶ τὸν ἐφ’ ἡμῖν τῆς Προνοίας σκοπὸν ἀποκαλύπτουσαν, τῆς τὸ συμφέρον ἑκάστῳ φιλανθρώπως οἰκονομούσης· Μὴ ζήτει, γάρ, φησὶν ὁ Σοφός, γενέσθαι κριτής, μὴ οὐκ ἰσχύσῃς ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου· καὶ ἁμάρτῃς εἰς πλῆθος πόλεως, καὶ καταβάλῃς ἑαυτὸν ἐν ὄχλῳ, καὶ καταδεσμεύσῃς δὶς ἁμαρτίαν. Πλήν γε ὅτι εἰ κἀκ τούτων φανῆναι θελήσειας, εὐλογημένε, οὐδενὸς ἔλαττον ἦλθες τῶν κατὰ σέ. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, καθὼς ὁ αὐτὸς ἔφη Σοφός, ἐπέβλεψαν ἐπὶ σὲ εἰς ἀγαθά, καὶ ἀνώρθωσέ σε ἐκ ταπεινώσεώς σου, καὶ ἀνύψωσε τὴν κεφαλήν σου, καὶ ἀπεθαύμασάν σε πολλοί, καὶ διηγοῦνται λαοῖς τε καὶ ἔθνεσι τὰς ἀρετάς σου. Καὶ ὃ περὶ τῶν ἀποστόλων διὰ τοῦ μεγάλου Δαβὶδ τὸ ἅγιον Πνεῦμα προανεφώνησεν·

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν σῶν ἀρετῶν ἡ εὐώδης ἦλθε διάδοσις, Οὐ γὰρ ἔφαγες τὸν ἄρτον σου μόνος, ἀλλ’ ὀρφανοῖς ἐξ αὐτοῦ πλουσίως μετέδωκας, καὶ ἐκ νεότητος αὐτῶν ἐξέτρεψας αὐτοὺς ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρὸς αὐτῶν ἐπὶ δικαιοσύνην ὡδήγησας. Οὐχ ὑπερεῖδες γυμνοὺς ἀπολλυμένους, καὶ οὐκ ἠμφίασας· ἀδύνατοι δὲ πάντες ηὐλόγησάν σε· τοὺς γὰρ ὤμους αὐτῶν ἐθέρμανας ἀπὸ κουρᾶς ἀμνῶν σου. Οὐκ ἔταξας τὸ χρυσίον σου εἰς τὸν χοῦν σου, τουτέστιν εἰς ἀπόλαυσιν τῆς σαρκός σου· ἀλλ’ ἐν οὐρανῷ πάντα τὸν πλοῦτόν σου προέπεμψας, εἰς ἑτοιμασίαν τῶν τῆς ψυχῆς ἀγαθῶν.

Οὐκ ἠπατήθης πλούτῳ φθειρομένῳ, καὶ ῥέοντι αὐτῷ οὐ προσέθηκας καρδίαν. Γελοιασταῖς οὐ συνηυλίσθης, ὧν ὁ βίος ἐστὶν αἰσχύνη, καὶ ἡ ζωὴ κηλίδων πεπλήρωται. Οὐκ ἐσπούδασεν ὁ ποῦς σου εἰς δόλον· οὐδὲ ἐπεχάρης πτώματι ἐχθρῶν, καὶ εἶπεν ἡ καρδία σου· Εὖγε. Οὐκ ἐστέναξεν ἡ γῆ ἐπὶ σοί· οὐ γὰρ ἔφαγες μόνος τὴν ἰσχὺν αὐτῆς ἄνευ τιμῆς, οὐδὲ ψυχὰς κυρίων αὐτῆς ἐξέθλιψας. Ἀπὸ δώρων ἀδίκων τὰς χεῖρας συνέστειλας· διέσωσας δὲ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ἔκλαυσας ἐπὶ παντὶ ἀδυνάτῳ· καὶ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις, ἐστέναξας. Ὀρφανοῖς οἷς οὐκ ἦν βοηθὸς ἐβοήθησας· στόματα δὲ χηρῶν ηὐλόγησάν σε. Δικαιοσύνην γὰρ ἐνεδύσω, καὶ ἠμφιάσω κρῖμα εὐθές, ἴσα διπλοΐδι. Ὀφθαλμὸς ἐγένου τυφλῶν, ποῦς δὲ χωλῶν, καὶ πατὴρ ἀδυνάτων. Μύλας ἀδίκων συνέτριψας, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἐξέσπασας ἅρπαγμα. Καὶ συνελόντα φάναι, πεινῶντας διατρέφεις, καὶ διψῶντας ποτίζεις, καὶ ξένους περιστέλλεις, καὶ γυμνοὺς περιβάλλεις, καὶ ἀσθενοῦντας ἐπισκέπτῃ, καὶ τοῖς ἐν φυλακαῖς διακονεῖς· μᾶλλον δέ, Θεῷ διὰ πάντων τούτων εὐαρεστεῖς· δι’ ὃν πᾶσι τούτοις προθύμως ἐπαρκεῖν, πάντων ἐπιδοξότερον ἔκρινας.

Διὰ τοῦτό σε δικαίως ἐφύλαξεν ὁ Θεός, καὶ ὁ λύχνος αὐτοῦ λάμπει ὑπὲρ κεφαλῆς σου· τουτέστιν, ὁ νόμος τῶν ἐντολῶν τῇ πράξει τῶν ἀρετῶν ἐπὶ σοὶ πᾶσι λαμπρῶς διαφαίνεται· καὶ τῷ φωτὶ αὐτοῦ πορεύῃ ἐν σκότει· τουτέστι, τῇ γνώσει τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας, τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὴν ἄγνοιαν ἀβλαβῶς διοδεύεις, πρὸς τὸ ἄσκιον φῶς ἐπειγόμενος. Σοὶ γὰρ μόνῳ κατὰ ἀλήθειαν ὑπῆρξε παρὰ πάντας ἀνθρώπους, ἠγαπημένε, τῷ τῆς ἀρχῆς ὄγκῳ μὴ διαφθεῖραι τὴν ἀρετήν, μηδὲ τῷ χρυσῷ τὸν τοῦ Χριστοῦ καθοτιοῦν ὑποκλῖναι νόμον· ἀλλὰ τοσοῦτον τῇ ἀρετῇ δουλῶσαι τὴν ἐξουσίαν, ὥστε καὶ ἀπὸ μόνων, ἀρετῆς τέ φημι καὶ λόγου, γνωρίζεσθαι· καὶ πᾶσι πανταχοῦ γενέσθαι διὰ τὸ κλέος τῆς δικαιοσύνης ἐξάκουστον.

Εἰ δὲ τὸ κατὰ σάρκα δυσπαθὲς ὡς εἰκὸς παραιτούμενοι, τὴν ταύτης νομίζομεν περιποιεῖσθαι διὰ τῆς ἐξουσίας εὐπάθειαν, γνῶμεν, ὡς τὴν μὲν εὐπάθειαν τῆς σαρκός, θείας ἐντολῆς ἐφεῦρε τῷ βίῳ παράβασις, καὶ ἄνθρωπος τῶν αἰωνίων τὰ πρόσκαιρα προτιμήσας εἰσήγαγε· τὴν δὲ τῆς σαρκὸς δυσπάθειαν, θείας ἐντολῆς τήρησις, καὶ Θεὸς διὰ τοῦτο γενόμενος ἄνθρωπος δι’ ἑαυτοῦ παρέδειξέ τε καὶ ἐνομοθέτησε· καὶ τὴν μὲν εἶναι τῆς τοῦ παραδείσου καὶ τῶν ἐκεῖσε ἀγαθῶν τοῖς ἀνθρώποις ἀποξενώσεως αἰτίαν· τὴν δὲ τῆς εἰς τὸν παράδεισον ἐπαναγωγῆς, καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως· καὶ τὸ δὴ πάντων θαυμασιώτερον, τῆς πρὸς Θεὸν οἰκειώσεως πρόξενον. Καὶ διὰ τοῦτο τῆς μὲν σαρκικῆς δυσπαθείας, ὡς θείας ὀργάνου χάριτος ὑπαρχούσης, μέχρι πάντως ἀνθεξώμεθα, μὴ συμμεταβαλλόμενοι τοῖς καιροῖς καὶ τοῖς πράγμασι· τῆς δὲ τῆς σαρκὸς εὐπαθείας παντελῶς ἀλογήσωμεν, ὡς ἀποπτύστου, καὶ πάντως λυθησομένης, καὶ πεισομένης τὸ ἑαυτῆς, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερβαινούσης, ὡς τὸ θεῖον ἔφη τοῦ Χριστοῦ στόμα Γρηγόριος· καὶ ὡς πάντων τῶν τῆς ψυχῆς στιγμάτων ποιητικῆς· ἵνα ὅλοι γενώμεθα τοῦ Θεοῦ καὶ μόνου, διὰ πάντων τῶν τε ψυχικῶν καὶ σωματικῶν κινημάτων, τὰς θείας αὐγὰς ἀπαστράπτοντες.

Καὶ ἁπλῶς εἰπεῖν, ὅλου Θεοῦ χωρητικοί, καὶ ὅλοι δι’ ὅλου θεοὶ κατὰ χάριν γενώμεθα· τοσοῦτον, ὥστε ἄλλον αὐτὸν ἡμᾶς εἶναι διὰ πάντων νομίζεσθαι· χωρὶς τῆς πρὸς αὐτὸν κατ’ οὐσίαν ταυτότητος· τοῦτο γὰρ ἡ τελείωσις, μηδὲν τὸ παράπαν ἐν ἡμῖν αὐτοῖς τοῦ αἰῶνος τούτου γνώρισμα φέροντες· ἵνα μὴ δι’ ἐκεῖνο κατά τι στέρησις ἡμῖν τῆς θείας ἕξεως γένηται, καὶ πικρῶς μὲν ὀδυνηθῶμεν ἐπὶ τῷ μώμῳ τῆς ἀληθοῦς ἀρτιότητος· τῆς δὲ διορθώσεως τὰς ἀφορμὰς οὐχ εὑρήσωμεν.

Τοῦ αἰῶνος ἡμῖν ἀπογενομένου τῶν πράξεων, οὐδὲν μένει τὸ σύνολον τῶν παρόντων ὡς ἔχει νῦν, σχήματός τε καὶ θέσεως. Οὐδὲν τῶν ὁρωμένων τὸ πιστὸν ἔχει τοῖς κεκτημένοις, καὶ ἄπτωτον. Οὐδὲν διαρκῶς ἕστηκε τοῖς ἡττημένοις αὐτῷ προσδιαμένον ἀκίνητον· οὐ δόξα, οὐ πλοῦτος, οὐ δυναστεία, οὐχ ὑγεία, οὐκ ἀδοξία, οὐ πενία, οὐ δουλεία, οὐ νόσος, οὐ κάλλος, οὐ νεότης, οὐ περιφανεία, οὐκ ἀμορφία, οὐ γῆρας, οὐ δυσγένεια· πάντα παρέρχεται, πάντα μαραίνεται, πάντα σκιᾶς δίκην ἀφανίζεται τὰ ἀνθρώπινα, καὶ πομφόλυγος εὐδιαπνευστότερός ἐστι πᾶς ὁ τῆς ἀνθρωπίνης δυναστείας ὄγκος. Πᾶς γὰρ ἄνθρωπος, φησί, χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Πάντα γὰρ ὡς ἀληθῶς τὰ ἀνθρώπινα, συνημμένην ἔχει κατὰ δύναμιν τὴν φθορὰν τῇ γενέσει· πολλάκις δὲ καὶ προηγουμένην ἐπ’ ἐνίων τῆς γενέσεως τὴν φθοράν· ὡς δύνασθαι κλαπῆναι τῇ κατὰ τὸ αὐτὸ τῶν ἄκρων πρὸς ἄλληλα συνόδῳ τὸ μέσον, καὶ δι’ ἀμφοῖν θεωρούμενον· καὶ τοῦτο σοφῶς τῆς προνοίας μηχανωμένης, ἵνα γένηται πρὸς τὴν τῶν αἰωνίων πίστωσιν ὁ τῶν ἀλλοιουμένων λόγος παιδαγωγία. Πάντα μεταβάλλει εἰς ἄλληλα, καὶ περιτρέπεται ἕκαστον ἑκάστῳ· καὶ δι’ ἀλλήλων μᾶλλον κυροῦσιν ἑαυτῶν τὴν φθορὰν ἢ τὴν γένεσιν.

Μὴ τοίνυν ἐνδήσωμεν τοῖς ἐπικαίροις τὴν μὴ φθειρομένην ψυχήν· μηδὲ βαρήσωμεν τὸν νοῦν κατασπῶντες πρὸς γῆν τῇ φροντίδι τῶν ὑλικῶν, ὕλης ὄντα κατὰ φύσιν ἐλεύθερον. Φυσικῶς ἀλλήλων διέλωμεν τῷ λόγῳ, τὰ μηδέποτε κατ’ οὐσίαν ἀλλήλοις συμπίπτοντα· καὶ οὐδεὶς κόπος ἡμῖν περίεστιν ἑλκύσαι τῆς προσπαθείας τῶν φθειρομένων, τὴν ἀσύνθετον καὶ μηδαμῶς διάλυσιν φύσεως ἐπιδέξασθαι δυναμένην ψυχήν. Φύγωμεν Σόδομα· τὴν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων πλάνην· λέγω καὶ σύγχυσιν, ἵνα φύγωμεν τὸν ἐμπρησμόν· τὴν τούτοις φημὶ πάντως διὰ πυρὸς ἑπομένην κόλασιν. Εἰς τὸ ὄρος σωθῶμεν, εἰς τὸ ὕψος δηλαδὴ τῆς κατὰ Θεὸν πολιτείας, ἵνα μὴ συμπαραληφθῶμεν, οἱ μήπω τῶν αἰσθήσεων ὁλικῶς ἐξοικισθέντες, κἂν ἀργεῖν δοκῶμεν κατὰ τὸν μακάριον Λὼτ ἀπὸ κακίας, τῷ μὴ συνεργάζεσθαι τοῖς Σοδομίταις τὰ ὅμοια· τουτέστι, τοῖς διὰ τῶν αἰσθήσεων πάθεσι, τὰ πρόσφορα πάθεσι. Παραδράμωμεν ὅση δύναμις τὰ παρατρέχοντα, καὶ κρατεῖσθαι μὲν παρ’ ἡμῶν οὐδαμῶς δυνάμενα, αὐτὴν ἔχοντα φύσιν τὴν παροδικὴν ῥεῦσιν ὑπόστασιν· μόνην δὲ ἡμῖν ἐναφιέντα τὴν ἐπ’ αὐτοῖς τῆς ψυχῆς κακῶς ἐστιγμένην διάθεσιν, δι’ ἣν πᾶσα μέλλει τοῖς κατακρίτοις ἐπανατείνεσθαι βάσανος. Ἀφῶμεν πάντα προθύμως, ἢ Θεῷ διὰ τῶν δεομένων προχρήσωμεν, ὧν ἐξ ἀνάγκης φυσικῶς ἡμῖν παρέπεται στέρησις.

Ἀφῶμεν γνωμικῶς κατὰ θέλησιν, τὰ φυσικῶς κατ’ ἀνάγκης ἀφίεντά τε καὶ ἀφιέμενα. Μὴ ποιήσωμεν τοῖς γινομένοις τε καὶ ἀπογινομένοις διὰ ἀλογίστου σχέσεως κάτοχον, τὴν τὸν Ποιητὴν ἑαυτῆς φυσικῶς εἰκονίζουσαν ψυχήν· τὴν μηδέποτε μετὰ τὸ γενέσθαι πέρας τοῦ εἶναι λαμβάνουσαν, καὶ ἀεὶ ζητεῖν τὸν Θεὸν διὰ πάντων, καὶ πρὸς αὐτὸν ἐπείγεσθαι προστεταγμένην.

Μὴ θελήσωμεν ἔχειν ἅπερ κρατεῖν οὐ δυνάμεθα· μήτε μὴν ὡς αἰωνίοις προστεθῶμεν τοῖς πάντως παρερχομένοις. Παράγει γὰρ τὸ σχῆμα τοῦ αἰῶνος τούτου, καθὼς εἶπεν ὁ Ἅγιος· καί· Ὁ οὐρανός, καὶ ἡ γῆ παρελεύσεται, καθὼς εἴρηκεν ὁ τοῦ Ἁγίου Θεός· καὶ δεχώμεθα [ἐκδεχώμεθα] τὴν θείαν ἀψευδῶς ἀπόφασιν, καὶ φθάνωμεν τῇ πίστει τοῦ λόγου τὴν δύναμιν, καὶ πιστούμεθα δι’ ἀποδείξεως ἐναργοῦς τῶν λεγομένων τὴν ἔκβασιν. Οὗτινος γὰρ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑπόκειται, καθώς τις τῶν ἡμετέρων ἔφη σοφός, τούτου καὶ τὸ πᾶν δηλονότι, κἂν μήπω δι’ ἐνεργείας ἐφέστηκεν ὁ καιρός, ἐν ᾧ ταῦτα, τὸ πᾶν ὑποστήσεται· ἐπεὶ καὶ πᾶς ἄνθρωπος ἐξ ὧν πάσχει καθ’ ἑκάστην ἡμέραν, φυσικῶς οἶδε τεθνήξεσθαι, κἂν μήπω πάρεστι διὰ τῶν πραγμάτων ὁ θάνατος.

Γενώμεθα τοίνυν ἑαυτῶν, καὶ τοῦ Θεοῦ· μᾶλλον δὲ μόνου Θεοῦ, ἀλλὰ μὴ τῆς σαρκὸς ὅλως καὶ τοῦ κόσμου. Ἑτοιμασθῶμεν τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν ἡμῶν, κατὰ τὸ γεγραμμένον· Ἑτοιμάζου, τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ· ὅπερ ἐστί, καθαρθῶμεν τῶν κακῶν στιγμάτων καὶ μολυσμῶν, ἀποβαλόντες ἑαυτῶν καὶ αὐτὰς ψιλὰς τῶν παθῶν, κατὰ τὸ δυνατόν, τὰς φαντασίας. Οὕτω γὰρ ἀληθῶς ἑτοιμάζεται πᾶς ἑτοιμάζεσθαι θέλων καλῶς· ἵνα δεξώμεθα διὰ τῶν ἀρετῶν, ὡς διά τινων θείων χρωμάτων τὴν ἀκριβῆ πρὸς Θεὸν ἐξομοίωσιν. Οὕτω γὰρ ἐπικαλεῖται δεόντως, ὁ τὸν Θεὸν πῶς ἐπικαλεῖσθαι χρὴ μὴ ἀγνοιῶν· ἑτοιμασία γάρ ἐστι, κατ’ ἐμὲ φάναι, τῶν παθῶν ἀλλοτρίωσις· ἐπίκλησις δέ, ἡ γνησία διὰ τῶν ἀρετῶν πρὸς Θεὸν οἰκείωσις. Ἢ πάλιν, ἑτοιμασία ἐστίν, ἡ διὰ τῶν ἀρετῶν τοῖς ἀξίοις ἐγγινομένη λαμπρότης· ἐπίκλησις δέ, ἡ διὰ γνώσεως ἀληθοῦς ὑποδοχὴ τῆς θεοποιοῦ χάριτος. Οὕτω γὰρ ἂν λευκὰ διὰ παντὸς τὰ ἱμάτια ἔχειν δυνησόμεθα, κατὰ τὸ γεγραμμένον· τουτέστι φαιδροὺς τοὺς διὰ τῶν ἀρετῶν τρόπους· καὶ διαφανεῖς, καὶ μηδὲν σκότους τεκμήριον ἔχοντας. Καὶ ἡ ψυχὴ ἡμῶν ἀγαλλιάσεται ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· χαίρουσα ἐπί τε τῇ ἀπεκδύσει τοῦ παλαιοῦ ἀνθρώπου, τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· καὶ τῇ ἐπενδύσει τοῦ νεοῦ τοῦ κατὰ Θεὸν κτισθέντος ἐν πνεύματι.

Ἐνδύσει γὰρ ἡμᾶς ὁ Θεὸς ἡμῶν ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· τουτέστι τὴν ἑκτικὴν κατ’ ἦθος διὰ τῶν ἀρετῶν φιλόσοφον πρᾶξιν, καὶ τὴν ἄπταιστον ἐν πνεύματι γνωστικὴν θεωρίαν, ἵνα καὶ τῶν μελλόντων τοῦ θείου καὶ ἀκηράτου νυμφῶνος ἀρχικῶν ἀπολαύσωμεν ἀγαθῶν. Ἐπὶ τούτοις πᾶσιν ἀκριβῶς σκοποῦντες πῶς περιπατοῦμεν, καὶ τί περὶ ἑαυτῶν βουλευόμεθα· πολλοὺς γινώσκοντες τοῖς παρ’ ἡμῶν γινομένοις τε καὶ νοουμένοις ἀοράτους παρίστασθαι μάρτυρας, οὐκ εἰς τὸ φαινόμενον βλέποντας μόνον, ἀλλ’ εἰς αὐτὰς παρακύπτοντας τὰς ψυχάς, καὶ τὸ κρυπτὸν διελέγχοντας τῆς καρδίας.

Πολλοὶ γάρ, ὡς ἀληθῶς, χοροὶ πανταχόθεν ἀγγελικῶν Δυνάμεων ἡμᾶς περιεστήκασι, τὰ γινόμενά τε καὶ λεγόμενα παρ’ ἡμῶν, καὶ νοούμενα, μέχρι καὶ ψιλῆς ἐνθυμήσεως, δι’ ἀκριβείας πάσης ἐν οὐρανῷ καταγράφοντες, πρὸς ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως· ὅτε πᾶσα τῶν ὁρατῶν ἡ κτίσις κλονουμένη κατ’ ἔπειξιν ἄφατον πρὸς τὴν οἰκείαν ὠθεῖται συντέλειαν· καὶ οὐρανὸς καὶ γῆ ῥοιζηδὸν παρελεύσονται· καὶ τὰ διὰ μέσου στοιχεῖα καυσούμενα λυθήσεται· καὶ ἔσται οὐρανὸς καινὸς καὶ γῆ καινή, καὶ τὰ ἐπὶ τούτοις. Ἡνίκα θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ νοημάτων τὰ ἔγγραφα πιστῶς τε καὶ ἀνοθεύτως ἔχουσαι· χίλιαί τε χιλιάδες ἀγγέλων λειτουργοῦσιν αὐτῷ, καὶ μυρίαι μυριάδες αὐτῷ παρεστήκασι· καὶ ἀπειλὴ φρικώδης αἰθομένου [καιομένου] πυρὸς πανταχοῦ διατρέχουσα, καὶ τὰ κύκλῳ πάντα περιλαμβάνουσα, καὶ ὄρη ὠσεὶ κηρὸν ἐκτήκουσα. Ποταμὸς γὰρ πυρός, φησίν, εἷλκεν ἔμπροσθεν αὐτοῦ. Ἡνίκα τάρταρος, καὶ βόθρος ἀχανὴς καὶ ἀνείκαστος, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος ἀναδειχθῶσι παρόντα· καὶ ἐπ’ αὐτοῖς φόβος εἰστήκει διὰ πάντων μετέωρος ἐκδεχομένων τὴν ἔκβασιν· καὶ ὀργῆς ἄγγελοι κολαστικὸν πῦρ ἀποστίλβοντες, πῦρ δὲ βλέποντες, καὶ πῦρ ἀναπνέοντες, ἕτοιμοι πρὸς πᾶσαν ἐκδίκησιν πάσης παρανομίας ἑστήκασι.

Πᾶσά τε πρὸς τούτοις κτίσις ἐπίγειός τε καὶ ἐπουράνιος, ὅση τε ἐν ἀγγέλοις, καὶ ταῖς ὑπὲρ ἀγγέλους δυνάμεσι, καὶ ὅση ἐν ἀνθρώποις, παρίσταται μετὰ τρόμου τὴν φοβερὰν τῆς θείας βουλῆς ἐκδεχομένη φανέρωσιν· ἐφ’ ὧν ἁπάντων, αἱ πάντων ἡμῶν ἀναγνωσθήσονται πράξεις, καὶ τῶν κρυπτῶν ἡ γύμνωσις γενήσεται· ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τὰς ἁμαρτίας, ὡς ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀπλανῶς ἀναγινώσκων τῆς ἑαυτοῦ συνειδήσεως.

Ἐλέγξω γάρ σε, φησί, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Καὶ πάλιν· Κυκλώσει αὐτοὺς τὰ διαβούλια αὐτῶν. Καὶ ἰδοὺ ἅνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, καὶ δικαστὴς ἀπαραλόγιστος, παρισταμένην ἔχων τὴν φοβερὰν καὶ μεγαλοπρεπῆ τῶν οὐρανίων ταγμάτων δύναμιν, ὑψηλὸς προκαθέζεται, πᾶσαν ἀπαστράπτων δικαιοσύνην, καὶ ἑκάστῳ δι’ ἀποφάσεως ἀληθοῦς καὶ δικαίας ἀπονέμων τὰ πρὸς ἀξίαν· τοῖς μὲν ἐκ δεξιῶν διὰ τὰς καλὰς πράξεις σταθεῖσιν, μειλιχίως τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου τῶν οὐρανῶν βασιλείαν διδούς· τοὺς δὲ τὴν ἐξ εὐωνύμων διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσιν λαχόντας, εἰς τὸ αἰώνιον πῦρ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, μετ’ ὀργῆς ἀπωθούμενος. Τίς ἐκεῖνο τὸ πῦρ ἐνέγκει μαινόμενον; Τίς οὐ καταπτήσσει τὸ ξένον ἐκείνου τοῦ σκώληκος θέαμα; Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τὸ ταχύ τε ὁμοῦ καὶ βαρὺ φέρειν δυνήσεται; Τίς μυκώμενον τὸν τάρταρον, καὶ ἐκ πυθμένος αὐτῷ συναναβρασσομένην τὴν ἄβυσσον ὑποστήσεται; Τίς τῶν ἐπὶ τούτῳ τεταγμένων ἀγγέλων τὸ δριμύ τε καὶ βλοσυρὸν τοῦ βλέμματος, καὶ τοῦ προσώπου τὸ κατηφὲς οὐχ ὑποτρέμει δονούμενος;

Τίς τὸ πάντων δεινότερον τῶν κακῶν, τὴν ἀποστροφὴν τοῦ προσώπου τοῦ φύσει πράου καὶ φιλανθρώπου Θεοῦ καὶ οἰκτείρμονος οὐ φοβηθήσεται, ᾧ πᾶσα κτίσις συναποστρέφεταί τε καὶ συμβδελύττεται, τοὺς διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ’ αὐτῶν ἐνδίκως, ὡς τοιοῦτον ἑαυτοῖς φανῆναι τὸν φύσει τε καὶ μόνον φιλάνθρωπον Θεὸν βιασαμένων; Τίς τὴν κατὰ συνείδησιν ἀπέραντον αἰσχύνην ἔσεσθαι μέλλουσαν ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν ὑποστήσεται; Τίς τὸν ἀσίγητον κλαυθμόν, καὶ τὸ πικρὸν ἐκεῖνο καὶ ἀνόνητον δάκρυον, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τοὺς κωκυτοὺς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἢ τὸν ἐκ τῆς μεταμελείας πόνον κατὰ μέσης αὐτῶν ἐπικείμενον τῆς καρδίας, καὶ διασμύχοντα δικαίως αὐτῶν τῆς ψυχῆς τὸν πυθμένα, μετρῆσαι δυνήσεται; Τίς τὴν ἐγγινομένην αὐτοῖς στενοχωρίαν ἐκ τοῦ μὴ ἐλπίζειν προθεσμίαν μεταποιήσεως, καὶ τέλος τῆς ἐπικειμένης κολάσεως, μηδὲ τῆς πρὸς τὸ εὖ ζῇν πάλιν μεταβολῆς ἐκδέχεσθαι προσδοκίαν, ἐξειπεῖν ἐστιν ἱκανός.

Τελευταῖον γὰρ καὶ μόνον, καὶ φοβερὸν ἐκεῖνο καὶ δίκαιον ὧς ἀληθῶς ἐστι τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, καὶ διὰ τοῦτο τυχὸν φοβερώτερον, ὅτι καὶ δίκαιον· καὶ πάντας ἑαυτῷ κατὰ τὴν δικαίαν τοῦ Θεοῦ ψῆφον τοὺς αἰῶνας ἐναποκλεῖον.

Τίς τὰς οἰμωγὰς καὶ τοὺς στεναγμοὺς τοὺς ἐκ μέσης αὐτῶν προφερομένους τῆς καρδίας, καὶ αὐτῶν καθαπτομένους τῶν μυελῶν, καὶ πικρῶς τὰ σπλάγχνα καταδάκνοντας ἐπὶ νοῦν λαβών, δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς τὸν θρῆνον καὶ τὸν ὀλοφυρμὸν ἐνέγκῃ χωρὶς ὀδύνης καὶ τῆς ἐπ’ αὐτῇ κατηφείας, καὶ μεθ’ οἵων προφερομένους τῶν ἐκ μεταμελείας λόγων, τῶν τε πρὸς ἑαυτὸν ἑκάστου τῶν κολαζομένων, καὶ πάντων πρὸς ἅπαντας;

Τότε γὰρ ἀληθὴς ἐπιγνώμων τῶν ἑαυτοῦ πταισμάτων καθέστηκεν ἕκαστος, ὅταν ἐφ’ ἑαυτῶν γυμνὰ φανῶσι τὰ πράγματα, καὶ παντὸς καλύμματος ἀπάτης ἐλεύθερα. Δικαία ἡ κρίσις σου, ὁ Θεός· ἐκάλεις γὰρ ἡμᾶς, καὶ οὐχ ὑπηκούομέν σου· λόγους δὲ παρεῖχες ἡμῖν, καὶ οὐ προσείχομεν, ἀλλ’ ἀκύρους ἐποιοῦμεν τὰς σὰς βουλάς· τοῖς δὲ σοῖς λόγοις οὐ προσείχομεν. Τοιγαροῦν δικαίως ἦλθεν ἐφ’ ἡμᾶς ἀπώλεια, καὶ ὄλεθρος, καὶ καταιγίς, καὶ θλίψις, καὶ πολιορκία· καὶ νῦν ἡμεῖς ἐπικαλούμεθά σε, καὶ οὐκ εἰσακούεις· ζητοῦμεν παρὰ σοῦ, καὶ οὐχ εὑρίσκομεν ἔλεος· οὐδὲ γὰρ ἡμεῖς εἰσηκούσαμέν σου τῶν λόγων· οὐδὲ τῷ πλησίον ἐποιήσαμεν ἔλεος. Οἱ γὰρ μισήσαντες σοφίαν, καὶ τὸν φόβον Κυρίου μὴ προελόμενοι, μηδὲ θελήσαντες Θεοῦ προσέχειν βουλαῖς, τοιούτους δρεπόμεθα τῶν οἰκείων σπερμάτων τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀνοίας ἐμπιπλώμεθα. Ἀπετύφλωσε γὰρ ἡμᾶς ἡ ἀπάτη τοῦ βίου, καὶ οὐκ ἔγνωμεν μυστήρια Θεοῦ· οὐδὲ μισθὸν εἶναι τὸ σύνολον ἠλπίσαμεν ὁσιότητος. Διὰ τοῦτο τρίβοις ἀνομίας ἐνεπλήσθημεν, καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, δηλαδὴ θείας ἐπισκοπῆς, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν. Καὶ νῦν τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία, καὶ τί ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν;

Παρῆλθεν ἐκεῖνα πάντα, ὡς σκιά, καὶ ὡς ἀγγελία παρατρέχουσα, καὶ ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ· ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τρόπεως [τρόπιος] αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διαπτάντος ἀέρα, οὐθὲν εὑρίσκεται τεκμήριον πορείας. Παρῆλθεν ἐκεῖνα πάντα, τοῦτο τὸ πῦρ ἡμῖν ἀφέντα κληρονομίαν, εἰς πάντας διαμένουσαν τοὺς αἰῶνας.

Δικαία ἡ κρίσις σου, ὁ Θεός· τὰ αὐτὰ γὰρ λέγοντες οὐδέποτε λοιπὸν παυσόμεθα· ἐκαλούμεθα, καὶ οὐχ ὑπηκούομεν· ἐνουθετούμεθα, καὶ οὐ προσείχομεν. Περὶ τούτων καθ’ ἑκάστην ἡμέραν ἐδιδασκόμεθα τῶν δεινῶν, καὶ κατεφρονοῦμεν τῶν λεγομένων.

Οὐκ ἐλύπει ἡμᾶς τότε κἂν μικρὸν τὰ περὶ τούτων ῥήματα· ἐπεὶ οὐκ ἂν νῦν σφοδρῶς οὕτως ἐλύπει τὰ πράγματα· λῆρος ἡμῖν ἐνομίζετο τὰ νῦν ἡμῶν συνέχοντα τὴν ζωήν, τότε συχνῶς ἐπᾳδόμενα. Ὢ τῆς ῥᾳθυμίας! ὢ τῆς ἀπάτης! ὢ τῶν κακῶν βουλευμάτων! ὢ τῶν πονηρῶν συναλλαγμάτων! ὢ τοῦ θαύματος τῆς ἐπὶ τούτοις δικαίας τοῦ Θεοῦ περὶ ἡμᾶς ἀποφάσεως! Πῶς ἑκάστου τῶν ἡμετέρων ἁμαρτημάτων εἴδους πρόσφορον ἡμῖν ἀντέδωκε βάσανον.

Δι’ οἰκτρὰν γὰρ καὶ ἀπόπτυστον σαρκὸς ἡδονήν, ταύτην ἔχειν τὴν φοβερὰν δικαίως κατεδικάσθημεν γέενναν. Τὸν ζόφον καὶ τὸ σκότος τοῦτο τὸ φρικτὸν οἰκεῖν κατεκρίθημεν, ἐπειδήπερ ἠγαπήσαμεν πάντα τὰ αἰσχρά, καὶ θεάματα καὶ ἀκούσματα καὶ ῥήματα· καὶ πάντων ὁμοῦ τῶν θείων ἀγαθῶν, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προετιμήσαμεν· ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία δι’ ἀγγέλων ἀπῆν ἐπισκοπὴ καὶ ἐπίγνωσις· ἔνθα τὸ μὲν σεμνὸν τῆς σωφροσύνης πολλοῖς καθυβρίζετο τρόποις· τὸ δὲ τῆς ἀκολασίας κακόν τε καὶ βδελυρὸν περιφανῶς ἐσεμνύνετο. Δικαίως τοῦ φωτὸς ἐστερήθημεν νῦν, ὅτι πρὸς δόξαν τοῦ πεποιηκότος Θεοῦ τὴν κτίσιν κατὰ τὴν πρόσκαιρον ἡμῶν ζωὴν οὐκ ἐθεασάμεθα· ἀλλ’ ἐμολύναμεν τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ τὰ ὦτα καὶ τὴν γλῶσσαν· μᾶλλον δὲ διὰ τούτων τὴν κατ’ εἰκόνα Θεοῦ γεγενημένην ψυχὴν πᾶσι τοῖς τῷ Θεῷ μισουμένοις θεάμασί τε καὶ ἀκροάμασι, καὶ ῥήμασι, καὶ ταῖς κατ’ ἀλλήλων βασκανίαις ἐφθείραμεν. Εἰς δὲ τὸν τάρταρον κατεῤῥίφημεν, πήξει καὶ βυθῷ κατὰ ταυτὸν τρυχώμενοι δεινῶς· ἐπειδὴ τῆς μὲν ὑψηλῆς, καὶ τῶν ὑψηλῶν καὶ θείων προξένου ταπεινοφροσύνης προεκρίναμεν τὴν ὑπερηφανίαν· καὶ τὸ τῆς ἀρετῆς στεῤῥόν τε καὶ σύντονον διὰ τὴν τῆς σαρκὸς ὑπερβάλλουσαν θρύψιν τε καὶ διάχυσιν ἀπεωσάμεθα.

Ποῦ νῦν ἡμῶν ἐστιν ἡ ὑπερηφανία, καὶ ἡ δι’ αὐτὴν ἀλαζὼν πρὸς πάντας διάθεσις, καὶ ἡ τῆς σαρκὸς βλακώδης καὶ εὐδιάχυτος θρύψις; Ὢ τῆς ἀβουλίας! Ἀντὶ γέλωτος ἀκρατοῦς, καὶ τοῦ ἀκολάστου ψόφου τῶν παρειῶν, ὁ βαρὺς οὗτος βρυγμός ἐστιν ἡμῖν τῶν ὀδόντων.

Τὴν τῶν θείων τε καὶ σωτηρίων λόγων ἀσκῆσαι μάθησιν μὴ βουληθέντες, ἀλλὰ μέθης ἀμετρίαν τῆς διὰ λόγου θείας προτιμήσαντες αἰνέσεως, δεινῶς κολαζόμεθα νῦν, τῆς γλώσσης δίψῃ φοβερᾷ διακαιομένης. Ἄξιον δὲ καὶ τοῦ πρὸς τοὺς ἀδελφοὺς ἡμῶν μίσους, φθόνου τε καὶ δόλου καὶ ὑποκρίσεως, ἐξ ὧν καὶ δι’ ὧν ὁ φόνος, λοιδορίας τε καὶ συκοφαντίας, καὶ μνησικακίας καὶ ψεύδους καὶ ἐπιορκίας δρεπόμεθα καρπόν, τοῦτον τὸν ἀκοίμητον σκώληκα, τὸ βάθος ἡμῶν τῆς ψυχῆς ἀκορέστως ἐσθίοντα. Ἐπειδὴ τῆς ἀγάπης τὸ εὐθὲς διαστρέψαντες, ἐσκολιώσαμεν τὴν καρδίαν, καὶ τῆς ἀληθείας τὸ ἀπαθὲς διαφθείραντες, αὐτὴν ἐσκαμβώσαμεν· κακὸν διὰ μίσους ἑκουσίου, ἀκούσιον ἑαυτοῖς δημιουργήσαντες σκώληκα, καὶ πονηροτέραν σκαμβότητα διὰ ψεύδους ὀρύξαντες, δι’ ἣν τῷ Θεῷ τῷ εὐθεῖ καὶ ὀρθῷ οὐχ ἡνώθημεν.

Αὐτὸς γὰρ εἶπε διὰ τοῦ ἁγίου Δαβὶδ τοῦ προφήτου, Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Ἄξια τοιγαροῦν ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· μᾶλλον δέ, τῆς οἰκείας κατὰ πρόθεσιν διαθέσεως ἄξια κομιζόμεθα τὰ ἐπίχειρα· πυρὸς ἡδονῆς, πῦρ γεέννης· καὶ σκότους ἀγνοίας καὶ ἀπάτης προσκαίρου, σκότος αἰώνιον· καὶ σκώληκα κολαστικὸν καὶ ἀκοίμητον, σκώληκος τοῦ διὰ μίσους καὶ ψεύδους τὴν καρδίαν σκολιώσαντός τε καὶ σκαμβώσαντος· καὶ ψόφου παρειῶν ἀσελγοῦς καὶ βράσματος, ψόφον καὶ ὀδόντων βρυγμόν· καὶ ὕψους ὑπερηφανίας ματαίας καὶ διαχύσεως, πτῶσιν καὶ βάθος ἀχανές, καὶ στυγνότητα πτήξεως. Καὶ ἁπλῶς εἰπεῖν, ἑκάστου τῶν ἑκουσίων ἡμῶν κακῶν, τὴν ἑκάστῳ πρόσφορον ἀκούσιον τιμωρίαν δικαίως ἀντιλαμβάνομεν. Ὢ τῆς ἐλεεινότητος ἡμῶν! Τί ἡμᾶς τοὺς ἀθλίους, μὴ κατασβέσαι τὸ πῦρ τῆς σαρκὸς διὰ νηστείας καὶ ἀγρυπνίας, καὶ τῆς τῶν θείων λόγων μελέτης, καλῶν ὄντων καὶ εὐμαρῶν τοῦ πυρὸς σβεστηρίων, καὶ μὴ τούτῳ νῦν τῷ πυρὶ τηγανίζεσθαι; Τί μὴ κατὰ φύσιν ὁρᾷν τε καὶ ἀκούειν καὶ λαλεῖν, τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν εἰθίσαμεν, ἵνα μὴ τοῦτον εἴχομεν νῦν τὸν ζόφον, καὶ τὴν βαρυτάτην σιγήν· ἀλλὰ καὶ ἡμεῖς τοῦ φωτὸς καὶ τοῦ λόγου καὶ σοφίας τοῦ Θεοῦ μετὰ τῶν ἁγίων ἀπηλαύομεν, ὡς τῆς θείας γενόμενοι δόξης θεαταὶ καὶ ἀκουσταὶ καὶ ὑμνῳδοί;

Εἰ δι’ ἀγάπης τὸν ἑκούσιον τοῦ μίσους ἐνεκρώσαμεν σκώληκα, καὶ δι’ ἀληθείας τὸ ψεῦδος ἠφανίσαμεν, νῦν ἂν τούτου τοῦ καυστικοῦ καθειστήκαμεν ἐλεύθεροι σκώληκος, καὶ τῶν λοιπῶν ὅσα ἡμῶν νῦν συνέχει δεινὰ τὴν ζωήν. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐχ εὑρίσκομεν, ὅπερ μὴ ἐζητήσαμεν.

Οὐκ ἀνοίγεται ἡμῖν ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ τὴν θύραν τῶν ἀρετῶν διὰ πράξεως οὐκ ἐκρούσαμεν· οὐ λαμβάνομεν τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἐπειδὴ δι’ εὐχῆς τὴν χάριν τῆς γνώσεως οὐκ ᾐτήσαμεν. Οὐδένα γὰρ τῶν θείων ἔσχομεν ἔρωτα, ἀλλὰ τοῖς γηΐνοις τὸν νοῦν καταδήσαντες, πᾶσαν αὐτοῖς ἡμῶν συνεφθείραμεν τὴν ζωήν.

Κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν, ὁ δὲ τῆς ἐπ’ αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρόδευτος. Καὶ ταῦτα μὲν ἐκεῖνοι, τῆς θείας δικαιοσύνης μεταμανθάνοντες ἐξ ὧν πάσχουσι τὴν δύναμιν, ὡς τύπῳ περιλαβεῖν, ἀλλήλοις τυχὸν διαλεχθήσονται· ἐγὼ δὲ τίς γένομαι ὁ τάλας; Τίσιν ἐρειδόμενος πράξεσιν, ἐλπίσω τῆς φοβερᾶς ἐξαιρεθῆναι κατακρίσεως, πάσης ἀρετῆς καὶ γνώσεως ὑπάρχων ἔρημος;

Δέδοικα μὴ δεθεὶς χεῖρας καὶ πόδας, ῥιφῶ εἰς γῆν γνοφερὰν καὶ σκοτεινήν, εἰς γῆν σκότους αἰωνίου, ἔνθα οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτῶν· ὡς δήσας τοῖς πάθεσιν ἑκουσίως τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις, καὶ ἀπὸ τοῦ θείου δρόμου τῆς εὐαγγελικῆς πολιτείας κωλύσας τῆς ψυχῆς τὰ διαβήματα.

Οἴμοι τῆς φοβερᾶς αἰσχύνης, τῆς μηδέποτε πέρας ἐχούσης, εἰ μὴ μεταβαλών, τῶν πολλῶν μου κακῶν ἐλεύθερος γένομαι. Οἴμοι τοῦ κλαυθμοῦ, καὶ τῶν πικρῶν δακρύων, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, εἰ μὴ νήψας κἂν ὀψέ ποτε τὸν βαθὺν ὕπνον τῆς ῥᾳθυμίας ἀποτινάξωμαι, καὶ τὸ ῥυπαρὸν ἔνδυμα τῆς ἁμαρτίας ἐκδύσωμαι. Ἀντὶ φωτός, σκότος· ἀντὶ χαρᾶς, λύπη· ἀντὶ ἀνέσεως, κόλασις καὶ στενοχωρία με πάντως ὑποδέξονται. Καὶ τὸ δὴ πάντων ἐλεεινότερον, ἢ βαρύτερον εἰπεῖν ἀληθέστερον, ὃ καὶ λέγων μόνον ὀδυνῶμαι· πόσῳ γε μᾶλλον πάσχων (ἱλάσθητι, Χριστέ, καὶ σῶσον ἡμᾶς ταύτης τῆς ὀδύνης) ὁ τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δυνάμεων χωρισμός· καὶ ἡ πρὸς διάβολον, καὶ τοὺς πονηροὺς δαίμονας οἰκείωσις εἰς ἀεὶ διαμένουσα· καὶ τὴν ἐκ τούτων ἐλευθερίαν τῶν δεινῶν ἀπροσδόκητον ἔχουσα.

Οἷς γὰρ κατὰ τὸν αἰῶνα τοῦτον διὰ τῶν ἐπιτηδευμάτων ἡμῶν τῶν πονηρῶν συνεῖναι κατὰ θελητὸν γνωμικῶς ἐπελεξάμεθα, σὺν τούτοις εἰκότως ἐξ ἀνάγκης εἶναι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μὴ θέλοντες κατακριθησόμεθα. Καὶ ἔστι πάσης κολάσεως κολαστικώτερόν τε καὶ δεινότερον, τὸ διὰ παντὸς συνεῖναι τοῖς μισοῦσι καὶ μισουμένοις, καὶ βασάνων χωρίς, μὴ ὅτιγε σὺν ταύταις· κεχωρίσθαι δὲ τοῦ ἀγαπῶντός τε καὶ ἀγαπωμένου. Θεὸς γὰρ οὔτε μισεῖται κρίνων δικαίως ὑπὸ τῶν κρινομένων, κατὰ φύσιν ἀγάπη καὶ ὢν καὶ καλούμενος· οὔτε μισεῖ τοὺς κρινομένους· πάντως γὰρ φύσιν ὑπάρχει πάθους ἐλεύθερος.

Ταῦτα κατ’ ἀλήθειαν ἀψευδῶς ἔσεσθαι πιστεύοντες, ἠγαπημένε, μὴ ἀμελήσωμεν ἑαυτῶν· ἀλλὰ σπουδῇ πάσῃ, καθ’ ὅλην τὴν δύναμιν, ὡς ἔχομεν καιρόν, τὸν πλάνον φύγωμεν κόσμον καὶ κοσμοκράτορα. Παρέρχεται γάρ, καὶ τὰ ἐν αὐτῷ πάντα μαραίνεται.

Ἔσται γὰρ ὡς ἀληθῶς, ἔσται καιρός, ὅτε φοβερά τις βοήσει σάλπιγξ, ξένην ἠχοῦσα φωνήν, καὶ τὸ πᾶν τοῦτο λυθήσεται, διαπίπτον τῆς ἐν αὐτῷ νῦν ὁρωμένης διακοσμήσεως. Καὶ ὁ μὲν φαινόμενος κόσμος παρελεύσεται, τὴν οἰκείαν λαμβάνων συντέλειαν· ὁ δὲ νῦν κρυπτόμενος τῶν νοητῶν φανήσεται κόσμος, ὀφθαλμοῖς καὶ ἀκοαῖς καὶ διανοίαις ξένα παντάπασι κομίζων μυστήρια. Καὶ ἡ μὲν σάλπιγξ κατὰ τὸ θεῖον βοῶσα πρόσταγμα, τὰς ἀπείρους ὑφέν, καὶ ἀθρόως τῶν ἀνθρωπίνων σωμάτων μυριάδας, ὡς ἐξ ὕπνου τινὸς ἀναστήσει τοῦ θανάτου, πρὸς ἐξέτασιν ἄγουσα· ὁ δὲ Θεὸς δικαίας ἑκάστῳ πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε καλόν, εἴτε φαῦλον, καταξίαν τὰς ἀμοιβὰς ἀποδίδωσιν, μέγαν καὶ φοβερὸν καὶ ἔσχατον πᾶσι τοῖς οὖσι διδοὺς συγκλεισμόν.

Ἀλλὰ γένοιτο πάντας ἡμᾶς, τόν τε σωτήριον τῆς γεέννης φόβον, καὶ τὸν τίμιον πόθον τῆς τῶν οὐρανῶν βασιλείας (ταυτὸν δὲ κυρίως ἐπ’ ἀμφοτέρων εἰπεῖν ἔστι, Θεοῦ πᾶσι πάντα γινομένου τε καὶ λεγομένου· καθὼς ἕκαστος ἔχει κακίας ἢ ἀρετῆς ποιότητος) πρὸ ὀφθαλμῶν ἀδιαστάτως ἔχειν· τὸν μὲν φόβον, παντελῆ τῶν κακῶν ἡμῖν ἀποχὴν καὶ ἀργίαν ποιοῦντα· τὸν δὲ πόθον, κατὰ περιουσίαν καὶ εἰς τὰς τῶν ἀγαθῶν πράξεις ἱλαρῶς προτρεπόμενον.

Ταῦτά σοι παρ’ ἐμοῦ τοῦ μικροῦ καὶ πένητος, εὐλογημένε, τῆς ἀγάπης ἔστω τῆς πρὸς σὲ γνωρίσματα, φυλακῆς ἕνεκεν καὶ ἀσφαλείας τῶν προσόντων σοι καλῶν· ἧς χρῄζειν ὑπολαμβάνω, καὶ τὸν λίαν κατὰ σὲ ταῖς ἀρεταῖς διὰ πάντων κοσμούμενον.

Οὐ γὰρ ἄλλως ἔχω σε δικαίως ἀμείψασθαι δυνηθῆναι, τῶν εἰς ἐμὲ πολλῶν σου καλῶν, ἢ κατὰ τοῦτον τὸν τρόπον διατιθέμενος. Σὺν ἐμοὶ δὲ γνησίως πάντες ὁμοθυμαδὸν οἱ ταύτην διὰ σὲ παροικοῦντες τὴν χώραν τίμιοι Πατέρες ἀσπάζονται, νυκτὸς καὶ ἡμέρας ἀπαύστως μετὰ δακρύων τὸν Θεὸν ἱκετεύοντες, ἀποκαταστῆσαι μεθ’ ὑγείας ἡμῖν τὸν ἡμῶν Γεώργιον, τὸν ὄντως γλυκὺν καὶ ὁρώμενον καὶ ὀνομαζόμενον· ἵνα σὺν αὐτῷ τήν τε παροῦσαν ἀβλαβῶς διοδεύσωμεν ζωήν, καὶ τῆς μελλούσης χάριτος τοῦ φιλανθρώπου Θεοῦ καὶ δοτῆρος τῶν ἀγαθῶν ἀπολαύσωμεν· πρεσβευούσης ὑπὲρ ἡμῶν, καὶ τὸν Θεὸν ἡμῖν ἱλεουμένης τῆς παναγίας ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, σὺν πᾶσι τοῖς ἁγίοις. Ἀμήν.

ΣΧΟΛΙΑ. αʹ. Ὅρα περὶ ἀρχῆς ἀνθρωπίνης. βʹ. Τίνα χρὴ ζητεῖν καὶ θέλειν· καὶ τίνα παραχωρεῖν τῷ Θεῷ. γʹ. Ὅτι τὸ ἀρχεῖν καὶ ἄρχεσθαι, καὶ πλουτεῖν καὶ πένεσθαι, οὔτε φύσεώς ἐστιν, οὔτε γνώμης, ἀλλὰ τῆς ἀγούσης τὰ πάντα Προνοίας.

δʹ. Ὅρος τοῦ ἐφ’ ἡμῖν, ἤγουν τοῦ αὐτεξουσίου. εʹ. Ὅρος τοῦ οὐκ ἐφ’ ἡμῖν, εἴτουν τῶν μὴ ὑπὸ τὸ αὐτεξούσιον. ϛʹ. Τὰ ἄκρα λέγει τὴν γένεσιν καὶ τὴν φθοράν, μέσον δὲ γενέσεως καὶ φθορᾶς ἐστι τὸ γενητόν· ἐφ’ οὗ πολλάκις ἡ φθορὰ προλαμβάνει τὴν γένεσιν· ἅμα τῇ γενέσει περὶ τὸ γινόμενον συνεισιοῦσα, καὶ τὴν αὐτοῦ πρὶν γενέσθαι διαφθείρουσα σύστασιν.

ζʹ. Οἱ τὴν ψυχὴν τῇ σχέσει τῶν αἰσθήσεων ἔχοντες προσηλουμένην, οὐ σώζονται, φησί, κἂν ἀργῶσιν ἀπὸ τῶν τερπόντων τὰς αἰσθήσεις παθῶν, εἰ μὴ τελείως τῆς πρὸς τὰς αἰσθήσεις σχέσεως τὴν ψυχὴν ἀποστήσωσιν· ὡς οὐδὲ ὁ μακάριος Λώτ, εἰ μὴ ἐξῆλθε Σοδόμων, κἂν οὐκ ἐποίει τὰ Σοδομιτῶν, οὐκ ἂν διέφυγε τοῦ πυρὸς τὴν κατάβασιν.