Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολή ΙΔ΄: Ομολογία πίστεως εν μέσω ιστορικών δεινών

Εκτενής αναφορά στις βαρβαρικές επιδρομές ως σημεία των εσχάτων και της έλευσης του Αντιχρίστου, συνοδευόμενη από προτροπές για εγρήγορση, μαρτυρικό φρόνημα και σταθερότητα στην ορθόδοξη χριστολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 9 από 13

ΙΔʹ. —Τοῦ αὐτοῦ, πρὸς τὸν αὐτόν, ἐπιστολὴ δογματική. Ὁ μὲν Θεὸς κατὰ φύσιν ὑπάρχων ἀγαθός, οὐδὲν ὧν ποιεῖν πέφυκεν, ἐστὶ πονηρόν. Ὁ δὲ ἄνθρωπος, ἐπιμελείᾳ γνώμης γινόμενος ἀγαθός, οἷς πέφυκε ποιεῖν ὁ Θεός, ἀεὶ δείκνυται χαίρων. Ἄλλην γὰρ ὁ ἄνθρωπος οὐκ ἔχει τοῦ ἀγαθὸς εἶναι διάγνωσιν, ἢ μόνην τὴν πρὸς τὸ γινόμενον ὑπὸ τοῦ Θεοῦ συνδιάθεσιν.

Θεοῦ γὰρ ἴδιον ἡ τῶν ἀγαθῶν ποίησις· ἀνθρώπου δέ, ἡ πρὸς αὐτὰ συνδιάθεσις. Ἀρετὴ γὰρ ἀνδρός ἐστι, τὸ δεῖξαι τὸ πεποιημένον ὑπὸ τοῦ Θεοῦ διαθέσει γνώμης στεργόμενον. Οὐκοῦν εἴπερ ἀγαθὸν ἅπαν τὸ τὸν Θεὸν ἔχον τῆς οἰκείας γενέσεως αἴτιον, ἀγαθὸν εἰκότως, καὶ τῶν ἀγαθῶν τὸ μέγιστον, ἡ τῶν κατὰ πίστιν διεστηκότων ἕνωσίς ἐστιν, ὅτι Θεοῦ προφανὲς ἔργον καθέστηκεν. Εἰ δὲ τοῦτο πάντως ἐστὶν ἀληθές, οἶδ’ ὅτι χαίρετε θεώμενοι τοὺς διεσκορπισμένους συναγομένους εἰς ἕν, ἀγαθοὶ τυγχάνοντες, διὰ τὴν ὑμῶν πρὸς τὰ καλὰ συνδιάθεσιν.

Δέξασθαι τοίνυν ὡς ἀγαθοὺς παρακαλῶ τοὺς θεοφυλάκτους ὑμᾶς, τὸν ταύτην μου τὴν μετρίαν ἐπιφερόμενον συλλαβὴν θεοφιλέστατον διάκονον κύριόν μου Κοσμᾶν, ἄνδρα καλὸν καὶ συνετόν, καὶ τοῖς κατὰ Θεὸν ἤθεσιν ὡραϊσμένον, καὶ εἰς τοὺς οἰκείους αὐτὸν κατατάξασθαι φίλους· καὶ εἴπερ γένηται χρεία πρὸς τὸν θεοτίμητον πάπαν ὑπὲρ αὐτοῦ καταθέσθαι παράκλησιν, ἵνα τὸν ἴδιον ἀπολάβῃ βαθμὸν τῆς διακονίας, ἐν ᾗ τεταγμένος ἦν Ἐκκλησίᾳ, μὴ κατοκνῆσαι. Τοσοῦτον γὰρ γνησίως τὸν εὐσεβῆ τῶν θείων τῆς Ἐκκλησίας δογμάτων προσήκατο λόγον, ὥστε καὶ διαπύρως αὐτοῦ ὑπερμάχεσθαι, καὶ τοῦτον εἰδέναι τῆς εὐσεβείας ὅρον τε καὶ θεσμόν, τὸ μηδὲν ἠρνῆσθαι φρονεῖν ὧν ἐστι Χριστὸς μετὰ τὴν ἄφραστον ἕνωσιν· Θεὸς ὁμοῦ κατὰ ταυτὸν ἀληθῶς ὁ αὐτὸς ὑπάρχων καὶ ἄνθρωπος Οὐ γὰρ ἀπέβαλεν ὅπερ ἦν, γενόμενος ἀληθῶς ὅπερ οὐκ ἦν· ἄτρεπτος γάρ. Οὐδ’ ἠλλοίωσεν ὅπερ γέγονε, διαμείνας ὅπερ ὑπῆρχε· φιλάνθρωπος γάρ· ἀλλ’ ἄμφω φυσικῶς καθ’ ὑπόστασιν ὅλος ἐστίν· ὡς εἷς ἐξ ἀμφοῖν, καὶ δι’ ἑνὸς ἑαυτοῦ σώζων ἀμφότερα, δίχα τροπῆς καὶ μειώσεως, ὡς αὐτὰ καθ’ ἕνωσιν ὢν ἀληθῶς τὴν καθ’ ὑπόστασιν.

Ἡ γὰρ καθ’ ὑπόστασιν ἕνωσις, πρὸς τὴν διαίρεσιν ἔχουσα τὴν ἀντιδιαστολήν, ἀλλ’ οὐ πρὸς τὴν φυσικὴν τῶν κατ’ αὐτὴν ἡνωμένων διαφοράν, τῆς μὲν ποιεῖται τελείαν ἀναίρεσιν, τῆς δὲ παγίαν ἐργάζεται τήρησιν· ἧς ὁ ἀριθμὸς καθέστηκε δήλωσις.

Ἐπειδὴ ποσοῦ παντελῶς ἀμοιροῦσαν οὐκ ἄν ποτέ τις διαφορὰν ἐπινοήσειε· κἂν ὁ σοφώτατος ᾗ περὶ λόγους καὶ δυσμαχώτατος. Ἕως γὰρ ἂν τοῦ κατὰ σύνθεσιν ὅλου τὰ μέρη σώζεται δίχα συγχύσεως, ἐξ ὧν τὸ ὅλον συνέστηκεν, ἡ πρὸς ἄλληλα φυσικὴ τῶν καθ’ ἕνωσιν σωζομένων τοῦ ὅλου μερῶν, οὐκ ἀγνοεῖται διαφορά. Ἕως δ’ ἂν ἐν τῷ ὅλῳ τῆς κατ’ οὐσίαν διαφορᾶς τῶν μερῶν ὁ λόγος μένῃ σωζόμενος, ἀγνοεῖσθαι τὸ ποσὸν τῶν κατ’ οὐσίαν ἀλλήλων διαφερόντων τοῦ ὅλου μερῶν ἀμήχανον, οὗ ποιεῖσθαι πέφυκεν ὁ ἀριθμὸς δήλωσιν, ἀλλ’ οὐ διαίρεσιν ὅτι μὴ τῆς σχέσεως τῶν πραγμάτων, τουτέστιν ἑνώσεως ἢ διαιρέσεως, ἀλλὰ μόνης τῆς ἁπλῶς, ἀλλ’ οὐ τῆς πως ποσότητος ὁ ἀριθμὸς ὑπάρχει δηλωτικός. Εἰ δὲ ποσότητος, ἀλλ’ οὐχὶ σχέσεως ὁ ἀριθμὸς ποιεῖσθαι πέφυκε δήλωσιν, οὐ διαιρεῖ παντελῶς τὴν ἕνωσιν, ὁ πρὸς μόνην εὐσεβῶς τὴν δήλωσιν τῆς ἐν Χριστῷ σωζομένης τῶν ἐξ ὧν ἐστι φύσεων διαφορᾶς τῷ ἀριθμῷ χρώμενος μετὰ τὴν ἕνωσιν, ἀλλὰ γινώσκει μόνον ἀσυγχύτους μεμενηκέναι τὰς φύσεις μετὰ τὴν ἕνωσιν· ἐξ ὧν ὁ εἷς ὑπάρχει Χριστὸς καὶ Κύριος, καὶ Υἱὸς καὶ Θεός, δηλονότι σεσαρκωμένος, καὶ τελείως ἐνανθρωπήσας.

Διὸ καὶ μίαν φύσιν αὐτοῦ τοῦ Λόγου σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν νοεράν τε καὶ λογικὴν πρεσβεύει μετὰ τὴν ἕνωσιν, οὐκ ἀγνοῶν τὴν διαφοράν, ἀλλ’ ἐξιστῶν καὶ οἷον ἔξω τιθεὶς τὴν διαίρεσιν· ἵν’ ὁμοῦ τε διὰ τουτωνὶ τῶν φωνῶν, Ἀπολιναρίου τὴν σύγχυσιν, καὶ Νεστορίου τὴν διαίρεσιν, τὰ ἐκ διαμέτρου κακά, τῆς θείας αὐλῆς ἀπελάσειε· καὶ γένηται καθαρὸς τοῦ μυστηρίου προσκυνητής· ὁμολογῶν τὸν αὐτὸν ἄνωθεν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· καὶ τὸν αὐτὸν κάτωθεν, προσλήψει δηλονότι σαρκός, λογικῶς τε καὶ νοερῶς ἐψυχωμένης ἐκ τῆς μητρὸς δι’ ἡμᾶς ἐπ’ ἐσχάτων γεννηθέντα τῶν χρόνων. Καὶ διὰ τοῦτο κυρίως καὶ κατ’ ἀλήθειαν εἶναι Θεοτόκον τὴν ἁγίαν Παρθένον πιστεύων, ὅτι περ αὐτὸν ἀντὶ σπορᾶς συλλαβοῦσα τὸν Λόγον, κεκύηκέ τε καὶ τέτοκεν ἐξ αὐτῆς σαρκωθέντα· τὸν αὐτὸν ἐνεργοῦντα τὰ θαύματα· τὸν αὐτὸν τῆς τῶν ἀνθρωπίνων παθημάτων κατὰ θέλησιν ἀνεχόμενον πείρας, τὸν αὐτὸν σταυρωθέντα, ταφέντα, ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· ἀναληφθέντα σεσαρκωμένον εἰς οὐρανούς, ἐξ ὧν ἄσαρκος πρὸς ἡμᾶς κατελήλυθεν, ὡς οἶδεν αὐτός· ὁ μηδεμίαν ἔχων ὡς Θεὸς κατὰ φύσιν τὴν ἐκ τόπων εἰς τόπους μετάβασιν.

Φύσει γὰρ ἄπειρος, καὶ διὰ τοῦτο μηδενὶ τρόπῳ τοῖς οὖσι χωρούμενος, ὡς πάσης περιγραφῆς ὑπάρχων ἐλεύθερος, καὶ φύσει φιλάνθρωπος, καὶ διὰ τοῦτο τῆς ἡμῶν κατὰ θέλησιν σαρκικῆς γεννήσεως ἀνασχόμενος, καὶ χωρητὸς τοῖς ἡμετέροις γενόμενος· τὸν αὐτὸν ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, καὶ δικαίαν ἑκάστω δοῦναι τὴν κατ’ ἀξίαν ἡτοιμασμένων διανομήν.

Ταύτην ἀσπασίως προσηκάμενον τὴν ὁμολογίαν τὸν εἰρημένον θεοφιλέστατον κύριον Κοσμᾶν, κἀγὼ προσηκάμην χαίρων, καὶ τῆς ψυχῆς προὐτίμησα τῆς ἐμῆς τὴν ἁπλῆν αὐτοῦ κατὰ Χριστὸν διάθεσιν γνούς· καὶ περὶ ὧν ἠρώτησε δογματικῶν κεφαλαίων, ἔγγραφον δέδωκα αὐτῷ σύντομον τὴν ἀπόκρισιν· ἣν καὶ τοὺς θεοφυλάκτους ὑμᾶς λαβεῖν καὶ γυμνάσαι, τῶν εἰκότων ἐστίν. Ὠφελεῖτε γὰρ αὐτὸν διὰ τῆς ὑμετέρας ἐπὶ τῷ κειμένῳ καλῆς ἐξηγήσεως, ἀναπληροῦντες τῶν διὰ τὴν συντομίαν ἐλλειφθέντων τὸν νοῦν· καὶ ταῦτα μὲν περὶ τούτου. Ὑπομιμνήσκω δὲ τοὺς θεοφυλάκτους ὑμᾶς γρηγορεῖν, καὶ προσεύχεσθαι κατὰ τὴν τοῦ Κυρίου διαταγήν, ἵνα μὴ ταῖς παγίσι τῶν πανταχόθεν ἡμᾶς περιεστηκότων ἁλῶμεν πειρασμῶν. Ἐὰν γὰρ γρηγορῶμεν καὶ νήφωμεν, τοὺς τῶν δαιμόνων οἶδ’ ὅτι φυλαττόμεθα δόλους· καὶ ἐὰν προσευχώμεθα, πρὸς τὴν ἡμετέραν βοήθειαν τὴν θείαν ἐπισπώμεθα χάριν, συμμαχοῦσαν ἡμῖν, καὶ πάσης ἡμᾶς ἀποφαίνουσαν νικητὰς ἀντικειμένης δυνάμεως, καὶ ῥυομένην ἡμᾶς πάσης πλάνης καὶ ἀγνωσίας· καὶ μάλιστα νῦν τοῦτο πράττειν ὀφείλομεν· ὅτε καὶ δίχα τῆς ἐντολῆς, γίνεται τῆς ἐπὶ τὸν Θεὸν καταφυγῆς διδάσκαλος ἡ φύσις, λαμβάνουσα σύμβουλον τὴν περίστασιν. Τί γὰρ τῶν νῦν περιεχόντων τὴν οἰκουμένην κακῶν περιστατικώτερον; τί δὲ τοῖς ᾐσθημένοις τῶν γινομένων δεινότερον; τί δὲ τοῖς πάσχουσιν ἐλεεινότερον ἢ φοβερώτερον;

Ἔθνος ὁρᾷν ἐρημικόν τε καὶ βάρβαρον, ὡς ἰδίαν γῆν διατρέχον τὴν ἀλλοτρίαν· καὶ θηρσὶν ἀγρίοις καὶ ἀτιθάσσοις, μόνης ἀνθρώπων ἔχουσι ψιλὸν σχῆμα μορφῆς, τὴν ἥμερον πολιτείαν δαπανωμένην· καὶ λαὸν Ἰουδαϊκόν, καὶ ἀνέκαθεν ἀνθρώπων αἵμασι χαίροντα, καὶ μόνην θείαν εὐαρέστησιν εἰδότα τὸν φόνον τοῦ πλάσματος· καὶ διὰ τοῦτο πλέον μαινόμενον, πάντων τῶν ἐπὶ κακίᾳ διαβεβοημένων ἐν τῷ πλούτῳ τῆς πονηρίας γενέσθαι περιφανέστερον· καὶ οἷς Θεὸς ἀπεχθάνεται, Θεὸν θεραπεύειν οἰόμενον· τὸν μόνον πάντων τῶν ἐπὶ γῆς λαῶν ἀπιστότατον· καὶ διὰ τοῦτο πρὸς ὑποδοχὴν τῆς ἀντικειμένης δυνάμεως ἐπιτηδειότατον· προπομπεύοντα, τρόπῳ τε παντὶ καὶ διαθέσει τῆς ἐνδημίας τοῦ πονηροῦ· καὶ δι’ ὧν πράττει μηνύοντα τοῦ Ἀντιχρίστου τὴν παρουσίαν, ἐπειδὴ τὴν τοῦ ἀληθῶς Σωτῆρος ἠγνόησεν· τὸν δυσμενῆ καὶ παράνομον, μισάνθρωπόν τε καὶ μισόθεον, καὶ διὰ τοῦτο μᾶλλον μισάνθρωπον, ὅτι μισόθεον, καὶ ταῖς κατὰ τῶν ἁγίων ἐντρυφᾷν ὕβρεσι συγχωρούμενον· ὡς ἐγγὺς οὔσης τῆς ἐκδικήσεως, ἵνα καὶ κολασθῇ δικαιότερον, φανείσης αὐτοῦ διὰ τῶν πραγμάτων τελείως τῆς κατὰ τοῦ Θεοῦ τυραννίδος τε καὶ ἐπαναστάσεως· τὸν τοῦ ψεύδους προστάτην λαόν, τῆς τε μιαιφονίας δημιουργόν, καὶ τῆς ἀληθείας ἐχθρόν· τὸν πικρὸν τῆς ἐμῆς πίστεως διώκτην, δι’ ἧς ἡ πολύθεος κατελύθη πλάνη, καὶ τῶν δαιμόνων αἱ φάλαγγες ἀπηλάθησαν.

Δι’ ἧς Πάντα τὰ ἔθνη κεκροτήκασι χεῖρας, κατὰ τὴν προφητείαν, καὶ ἠλάλαξαν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερός, Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἐγνώσθη μυστικῶς αὐτοῖς διὰ σαρκὸς ἐπιδημήσας ὁ μονογενὴς Υἱός· Κύριος μέν, ὡς δούλοις ἀρετὴν ἐπιτάσσων τοῖς διὰ πράξεως τῶν ἐντολῶν ἀνεχομένοις· ὕψιστος δέ, ὡς τῆς ἀληθοῦς γνώσεως χορηγός, τοῖς πόθῳ σοφίας διὰ θεωρίας πρὸς τὴν γυμνὴν συμβόλων ἐπειγομένοις τῶν μυστηρίων κατάληψιν· φοβερὸς δέ, ὡς κριτής, καὶ τῶν παραβάσεων ἐκδικητής· βασιλεὺς δέ, ὡς ἑκάστῳ τῶν κατ’ ἀξίαν ἡτοιμασμένων διανομεύς· καὶ μέγας ὡς ὑπὲρ φύσιν διὰ τῶν ἐναντίων τὰ ἐναντία ποιῶν· καὶ διὰ πάθους ἀπάθειαν, καὶ διὰ θανάτου ζωὴν δημιουργῶν, καὶ παραδόξῳ δυνάμει ταῖς ἑαυτοῦ κατὰ σάρκα στερήσεσι, τὰς ἀτρέπτους ἕξεις τῶν ἀγαθῶν τῇ φύσει δωρούμενος· καὶ οὐδ’ οὕτως ὁ παράφρων αἰσχύνεται λαός, καὶ λήγει διώκων πίστιν καὶ ἀρετήν. Ἅπερ σαφῶς διώκει διὰ βασκανίαν· ὡς ἀμφοτέρων ἐκπεπτωκώς, καὶ οὐκ εἰδὼς ὅτι πέπτωκεν, ἐπ’ ἀμφοτέραις χωλαίνων ταῖς ἰγνύαις, καὶ διαναστῆναι τοῦ πτώματος τῆς ἀσεβείας παντελῶς μὴ δυνάμενος, ἢ μὴ βουλόμενος, εἰπεῖν οἰκειότερον· ὡς πίστιν καὶ ἀρετὴν ἀεὶ προδιδοὺς ὑπερηφανίας χάριν καὶ ἡδονῆς, ὡς ἀποστάτης λαὸς καὶ μωρός, καὶ ἔθνος ἀπαίδευτον.

Αἷς ἐπιμερίσας ἑαυτοῦ τὴν ζωήν, ὁ ἀποστάτης καὶ πλήρης ἀνομιῶν, τὴν μὲν ἀποστασίας Θεοῦ ποιεῖται μητέρα, τὴν δέ, μισανθρωπίας δημιουργόν· ἵνα καὶ Θεὸς αὐτῷ καὶ κτίσις ὑβρίζηται· ὁ μὲν καταφρονούμενος, ἡ δέ, φθειρομένη τοῖς αὐτοῦ μιασμοῖς τῶν ἐπιτηδευμάτων.

Τί τούτων, ὡς ἔφην, Χριστιανῶν ὀφθαλμοῖς, ἢ ἀκοαῖς φοβερώτερον; Ἔθνος ἀπηνὲς καὶ ἀλλόκοτον, κατὰ τῆς θείας κληρονομίας ὁρᾷν ἐπανατείνεσθαι χεῖρας συγχωρούμενον. Ἀλλὰ ταῦτα τὸ πλῆθος ὧν ἡμάρτομεν συμβῆναι πεποίηκεν. Οὐ γὰρ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πεπολιτεύμεθα. Πάντες ἡμάρτομεν, πάντες ἠνομήσαμεν, πάντες ἀφήκαμεν τὴν ὁδὸν τῶν ἐντολῶν τὴν εἰποῦσαν, Ἐγώ εἰμι ἡ ὁδός, καὶ κατ’ ἀλλήλων ἐθηριώθημεν, ἀγνοήσαντες τῆς φιλανθρωπίας τὴν χάριν, καὶ τῶν ὑπὲρ ἡμῶν τοῦ σαρκωθέντος Θεοῦ παθημάτων τὸ μυστήριον· καὶ διωδεύσαμεν τρίβους ἀβάτους, τὰς τῶν παθῶν τῆς ἀτιμίας δηλαδὴ σχέσεις τῇ διαθέσει τῆς γνώμης κυρώσαντες. Ἀλλὰ γρηγορήσωμεν καὶ προσευξώμεθα, μήπως πλέον βαρυνθῶσιν αἱ καρδίαι ἡμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Κραιπάλη γάρ ἐστιν, ὁ ἐπὶ τῷ λόγῳ τῆς πίστεως ἐν καιροῖς διωγμῶν δισταγμός· μέθη δέ, ἡ τῶν κατὰ φύσιν ἀποβολὴ λογισμῶν, δι’ ὧν ἡ ἀληθὴς γενέσθαι πέφυκε τῶν ὄντων διάγνωσις, ὅτ’ ἂν ἐξ ἀτονίας ἐποκλάσῃ ταῖς ἐπηρείαις τῶν πειρασμῶν ἡ ψυχή· καὶ σκοτωθεῖσα, πάθῃ σάλον περὶ τὸν λόγον, ὡς ἔφην, τὴς πίστεως.

Ἐὰν γὰρ προσευχώμεθα καὶ γρηγορῶμεν, βεβαιοτέραν μᾶλλον τὴν εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν πίστιν κατέχομεν, θεωροῦντες, καὶ τῇ πείρᾳ λαμβάνοντες, ὧν προεῖπε τὴν ἔκβασιν· καὶ οὐ ξενιζόμεθα παντελῶς, καὶ σάλον κατὰ ψυχὴν ὑπομένομεν, ὡς παρ’ ἐπαγγελίαν πάσχοντες, ἀλλὰ βεβαιοτέραν τὴν πίστιν κατέχομεν, βλέποντες διὰ τῶν πραγμάτων πληρουμένην τοῦ Κυρίου τὴν πρόῤῥησιν.

Εἰ δὲ βεβαίωσιν πίστεως οἶδε ποιεῖν ἡ τῶν προῤῥηθέντων ἔκβασις, πλέον διὰ τῶν γινομένων καὶ ἡμεῖς τὴν πίστιν ἡμῶν βεβαιώσομεν, ἀληθῆ τὸν εἰρηκότα τυγχάνειν εὑρίσκοντες· καὶ Θεὸν αὐτὸν ὁμολογήσωμεν ἔμπροσθεν τῶν ἀνθρώπων, μηδένα παντελῶς ὑφορώμενοι θάνατον· ἵνα καὶ αὐτὸς ἡμᾶς ἔμπροσθεν τοῦ Πατρὸς ὁμολογήσῃ· καὶ σεσωσμένους διὰ τῆς καλῆς ὁμολογίας προσαγάγῃ, ἧς αὐτὸς εἰς τὴν τῶν ἡμετέρων καλῶν ὑποτύπωσιν ἀπήρξατο· μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν· ἣν μιμεῖσθαι κατὰ τὴν αὐτοῦ χάριν ἀξιωθείημεν, ὅτ’ ἂν καλέσοι καιρός· μὴ προπετῶς ἐπιπηδῶντες τοῖς ὑπὲρ τοῦ λόγου τῆς εὐσεβείας κινδύνοις, ἀλλὰ φεύγοντες ὅση δύναμις τοὺς πειρασμούς, φειδοῖ τε τῶν διωκόντων, καὶ τῇ κατ’ ἐπίγνωσιν δοκιμασίᾳ τῆς ἐνούσης ἡμῖν φυσικῆς ἀσθενείας· τοὺς νηπιάζοντας παιδαγωγοῦντες, καὶ τὸν καλοῦντα περιμένοντες Λόγον· ὃς ἐν τοῖς νομίμως τοὺς ὑπὲρ εὐσεβείας ὑπερμαχομένοις ἀγῶνας ἀοράτως παραγινόμενος, τὸν τῆς μαρτυρίας διέξεισι δρόμον· ὡς μόνος αἴσθησιν καὶ φύσιν νικῆσαι δυνάμενος· ἐπειδὴ σαφῶς αἰσθήσεως νίκη καὶ φύσεώς ἐστι τὸ μαρτύριον, δι’ οὗ πέφυκε νοῦ τε καὶ λόγου γίγνεσθαι κατὰ τῶν παθῶν ἐπανάστασις, καθ’ ἣν ὁ τοῦ Θεοῦ βεβαιοῦται πόθος, παραδόξως διὰ θανάτου πείθων τοὺς ἐραστὰς διαβῆναι πρὸς τὸν ποθούμενον· ᾧ παραστῆναι καταξιωθείημεν ταῖς εἰς αὐτὸν ὁμολογίαις ἀστράπτοντες, ἃς καὶ συναπενέγκοιμεν ἑαυτοῖς ἐντεῦθεν ἀπιόντες, καὶ πρὸς τὸν ἀτελεύτητον μεταβαίνοντες κόσμον, εὐχαῖς καὶ πρεσβείαις τῆς παναγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων.

Ἀμήν.

ΣΧΟΛΙΟΝ. αʹ. Ὁ χρώμενος, φησί, πρὸς μόνην δήλωσιν τῆς διαφορᾶς ἐπὶ Χριστοῦ, τῇ φωνῇ τῶν δύο φύσεων, Ἀπολιναρίῳ μάχεται· καὶ ὁ λέγων πάλιν τὴν φωνὴν τῆς μιᾶς τοῦ Θεοῦ Λόγου φύσεως σεσαρκωμένης, ἐκβάλλει τὴν Νεστορίου διαίρεσιν. Τὰς δύο γὰρ λέγει φωνὰς ὁ φεύγων ἐπ’ ἴσης τὴν ἑκατέρου τούτων δυσσέβειαν.