Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολαί

Μάξιμος ὁ Ὁμολογητής

Επιστολές ΙΣΤ΄ έως ΙΘ΄: Δογματικές νουθεσίες και εκκλησιαστική κοινωνία

Πραγμάτευση περί της καθ' υπόστασιν ενώσεως των φύσεων του Χριστού, ελέγχου των αιρετικών ομάδων, και της σχέσεως μεταξύ θείας ενανθρωπήσεως, ενεργειών του Λόγου και της ορθοπραξίας των πιστών. Περιλαμβάνει την επιστολή προς τον Πύρρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 11 από 13

ΙϚʹ. —Τοῦ αὐτοῦ, πρὸς τὸν αὐτόν. Πολλαῖς με λύπης καταικιζόμενον μάστιξιν ἐπὶ τοῖς συμβᾶσιν ἐκ συκοφαντίας τῶν μὴ φοβουμένων τὸν Κύριον, τῷ γενναίῳ τῶν ἀρετῶν φύλακι κυρίῳ Γεωργίῳ, φθάσαν παρεμυθήσατο τὸ γράμμα σου τὸ ἱερόν, ὅσιε Πάτερ· τοῦτο μέν, τῆς ποθουμένης σου πᾶσιν ὑγείας εὐαγγέλια φέρον· τοῦτο δέ, τῆς εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν ὀρθῆς ὁμολογίας μηνύον τὸ βάσιμον. Ὅπερ παθημάτων δοκιμασίᾳ βεβαιωθέν, πρὸς ἀτρεψίαν σοι μετεποιήθη, παρ’ οὐδὲν θεμένῳ τῆς παρούσης ζωῆς τὴν δυσημερίαν, ἧς πάλαι τὴν εὐημερίαν ἔχων εὐκαταφρόνητον, πρὸς μόνα τὰ ἐλπιζόμενα τῆς ψυχῆς ὅλον τὸν πόθον μεθώρμισας· ὅντινα πίστις καὶ ἀγαθὴ πέφυκε χαρακτηρίζειν συνείδησις· ἡ μὲν τὸν εὐσεβῆ φυλάττουσα λόγον, μηδενὶ τρόπῳ ψεύδους δόξης χραινόμενον· ἡ δέ, τὸν θεάρεστον δημιουργοῦσα βίον, τῇ τηρήσει τῶν ἐντολῶν κατορθούμενον.

Ἀμφοτέρων γάρ, λόγου τέ φημι καὶ βίου χρεία, τῷ προτιμᾷν ἐσπουδακότι πάντων τὴν τῆς σοφίας συμβίωσιν· ἵνα καὶ τὸ μυστήριον τῆς ὑπὲρ ἡμῶν διὰ σαρκὸς τοῦ Θεοῦ τῶν ὅλων ἀτρέπτου κενώσεως, εὐσεβῶς καταγγέλλωμεν· ὁμολογοῦντες τὸν Χριστὸν κατ’ ἀλήθειαν Θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον· τὸ μὲν ἀναιτίως ὄντα δι’ ἑαυτόν, τὸ δὲ δι’ ἡμᾶς γενόμενον ὕστερον. Οὔθ’ ὅπερ ἦν, δι’ ὅπερ γέγονεν ἀποθέμενον· ἄτρεπτος γάρ. Οὔθ’ ὅπερ γέγονε δι’ ὅπερ ἦν ἀπαρνούμενον· φιλάνθρωπος γάρ. Αὐτῷ γὰρ μόνῳ κυρίως ὄντι περιουσίᾳ δυνάμεως γενέσθαι δυνατὸν ἦν δίχα τροπῆς ἀσυγχύτως ὅπερ οὐκ ἦν, καὶ ἄμφω μεῖναι κυρίως ὅπερ ἦν τε καὶ γέγονε· τὸ κατ’ ἄκρον τῆς οἰκείας ὑποστατικῆς μονάδος ἑνικῷ μὴ δεχομένη διαίρεσιν, διὰ τὴν φυσικῶς σωζομένην ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν τῶν ἐξ ὧν συνετέθη διαφοράν· εἴπερ σαρκὶ νοερῶς ἐψυχωμένῃ καθ’ ὑπόστασιν ἑνωθείς, τοῖς μὲν θαύμασιν ὅπερ ἦν ἀτρέπτως μένων ἐδείκνυτο· τοῖς δὲ παθήμασιν ὅπερ γέγονεν ἀναλλοιώτως σώζων ἐφαίνετο· καὶ δι’ ἀμφοτέρων, θαυμάτων τε λέγω καὶ παθημάτων, τήν τε τῆς ἁμαρτίας ἀναίρεσιν, καὶ τὴν τῆς θεώσεως ἡμῖν ἐδωρήσατο χάριν.

Καὶ τιμήσωμεν ἀναστροφῇ βίου κατηγλαϊσμένου ταῖς ἐντολαῖς τὴν κλῆσιν τῆς χάριτος, ὑπ’ οὐδεμιᾶς ἡδονῆς, ἢ τῆς οἱασοῦν ὀδύνης καθ’ ὁτιοῦν δονούμενοι· καὶ δείξωμεν δι’ ὧν ποιοῦμεν ἢ πάσχομεν, ὅτι μόνου Θεοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον τε καὶ ἀντάλλαγμα περιεχόμεθα, πᾶσαν αὐτῷ πιστεύσαντες ἡμῶν τὴν ζωήν, τὴν παροῦσάν τε καὶ τὴν μέλλουσαν· ὡς ἐξ αὐτοῦ τῷ τῆς παραγωγῆς ὄντες λόγῳ, καὶ δι’ αὐτοῦ τῷ τῆς ἀγωγῆς ὑπάρχοντες τρόπῳ· καὶ εἰς αὐτὸν τῷ κατὰ τὴν χάριν μυστηρίῳ τῆς ἐλπιζομένης θεώσεως λήξοντες· καὶ τὸ ἀεὶ εὖ εἶναι, διὰ τοῦ νῦν φεῦ εἶναι δοκοῦντος, ἀπολάβωμεν, δείξαντες ἡμῶν, δι’ ὧν πάσχομεν, τὴν περὶ Θεὸν κεκρυμμένην διάθεσιν, μηδενὶ τρόπῳ τῶν συμπιπτόντων ἡμῖν ἀλγεινῶν ἀλλοιουμένην.

Μὴ τοίνυν ἐκκακήσωμεν ἐν ταῖς θλίψεσι, τίμιε Πάτερ, εἰδότες ὡς ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, βεβαίαν ἔχουσα τὴν ὑπὲρ ὧν πάσχομεν αἰωνίων ἀπόλαυσιν ἀγαθῶν· ἀλλὰ γενναίως ἐνέγκωμεν τὰ συμβαίνοντα, πρὸς τὸν ἀρχηγὸν ἀφορῶντες τῆς σωτηρίας ἡμῶν Ἰησοῦν· ὃς Θεὸς ὢν ἀληθινός, τὸν ὑπὲρ ἡμῶν θέλων κατεδέξατο θάνατον· ἵνα πάσχοντες χαίρωμεν, σύμφυτοι αὐτῷ γενόμενοι διὰ θανάτου πρὸς ἀνάστασιν ζυμούμενοι ζωῆς ἀκαταλύτου. Ἐπειδὴ θείου νόμου καθέστηκε βούλησις, καλοποιοῦντας ἡμᾶς πάσχειν ἀδίκως, ὡς Χριστοῦ μαθητὰς εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν· ἣν δι’ ἀπάτης ὁ νοητὸς ὄφις παραβῆναι τὴν θείαν ἐντολήν, καὶ τῶν αἰωνίων προτιμῆσαι τὰ πρόσκαιρα παραπείσας τὸν ἄνθρωπον, ἐπεισήγαγεν· ὃν πατεῖν ἐξουσίαν ἐλάβομεν, τὴν φυλάττουσαν χάριν φυλάττοντες τῇ τηρήσει τῶν ἐντολῶν φρουρουμένην· ἥτις μόνῃ κακοπαθείᾳ σαρκὸς ἑκουσίῳ τε καὶ ἀκουσίῳ, συλλογισμῷ σώφρονι κατορθοῦται τοῖς ἀγαπῶσι τὸν Κύριον. ᾯ πᾶσαν προσηλώσας σου τὴν ἐπιθυμίαν, οὐκ αἰσθάνῃ τῶν θλιβερῶν, ὅσιε Πάτερ· νικῶσαν ἔχων τὴν παροῦσαν θλίψιν, τὴν χαρὰν τῶν ἐλπιζομένων· ὧν τύχοιμεν ἅπαντες, Χριστοῦ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν ταῦτα, καθὼς οἶδεν, ἡμῖν ὡς ἕκαστος ἄξιός ἐστι διανέμοντος· τῇ πρεσβείᾳ τῆς ἀχράντου καὶ παναγίας αὐτοῦ Μητρὸς ἀειπαρθένου, καὶ πάντων τῶν ἁγίων.

Ἀμήν.

ΙΖʹ. —Τοῦ αὐτοῦ πρὸς Ἰουλιανὸν Σχολαστικὸν Ἀλεξανδρέα, περὶ τοῦ κατὰ τὴν σάρκωσιν τοῦ Κυρίου ἐκκλησιαστικοῦ δόγματος. Χαρᾶς μεγάλης καὶ εὐφροσύνης πνευματικῆς ἐνέπλησέ με τὸν ταπεινὸν καὶ ἁμαρτωλόν, καὶ σὺν ἐμοὶ πᾶσαν ὡς εἰπεῖν τὴν ἁγίαν τοῦ Θεοῦ καθολικὴν Ἐκκλησίαν, τὸ τίμιον τοῦ θεοφυλάκτου μου δεσπότου γράμμα, κομίσαν ἡμῖν εὐαγγέλια τῆς στεῤῥᾶς καὶ ἀμεταθέτου γνώμης, αὐτοῦ τε καὶ τοῦ σὺν αὐτῷ δεσπότου μου κυρίου Χριστοπέμπτου τοῦ σοφωτάτου Σχολαστικοῦ, περὶ τὴν ὀρθὴν καὶ εὐσεβῆ καὶ σωτήριον ὁμολογίαν τῆς κατὰ Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν πίστεως· τὸν διὰ τοῦτο γενόμενον ἄνθρωπον, ἵνα τὴν φύσιν τῶν ἀνθρώπων πρὸς ἑαυτὸν συναγάγῃ, καὶ στήσῃ τοῦ φέρεσθαι κακῶς πρὸς ἑαυτήν, μᾶλλον δὲ καθ’ ἑαυτῆς στασιάζουσάν τε καὶ μεμερισμένην, καὶ μηδεμίαν ἔχουσαν στάσιν, διὰ τὴν περὶ ἕκαστον τῆς γνώμης ἀστάθμητον κίνησιν.

Διὸ πάντες εὐχαριστοῦντες ἐφ’ ὑμῖν τῷ Θεῷ, τιμιώτατοι, δεήσεις ἀπαύστως ποιούμεθα, κἂν ἁμαρτωλοὶ τυγχάνωμεν, συντηρῆσαι ὑμᾶς ἀκλονήτως τε καὶ ἀσείστως εἰς τὸν ἅπαντα χρόνον τὴν σωτήριον τῆς πίστεως ὁμολογίαν· πιστεύοντας ὅτιπερ ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς καὶ Λόγος ἐξ ἀνθρώπων, ὑπὲρ ἀνθρώπων, κατὰ ἀνθρώπους χωρὶς ἁμαρτίας ἀληθῶς γενόμενος ἄνθρωπος, οὐκ ἐτράπη τοῦ Θεὸς εἶναι καὶ γενόμενος ἄνθρωπος· οὔτε μὴν τοῦ ἄνθρωπος ἀληθῶς εἶναι μεμείωται, μεμενηκὼς ὅπερ ἦν, καὶ ἔστι, καὶ ἀεὶ ἔσται κατὰ φύσιν Θεός· ἀλλὰ Θεὸς ὑπάρχων κατ’ οὐσίαν καὶ φύσιν δι’ ἑαυτόν, ἀτρέπτως κατ’ οἰκονομίαν δι’ ἡμᾶς ἀληθῶς γέγονεν ἄνθρωπος, κατὰ πρόσληψιν δηλονότι σαρκός, νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχήν. Διὸ καὶ Θεὸς φύσει καὶ ἀληθῶς ὁ αὐτός, καὶ ἄνθρωπος φύσει καὶ ἀληθῶς ὁ αὐτὸς ὡς τοῦτο κἀκεῖνο κατ’ ἀλήθειαν ἀνελλιπῶς ὁ αὐτὸς ὑπάρχων· ἅτε δή τινος τῶν ἐπὶ τῷ μυστηρίῳ τῆς αὐτοῦ σαρκώσεως, ἤγουν τελείας ἐνανθρωπήσεως πρὸς ἕνωσιν τὴν καθ’ ὑπόστασιν συνενηνεγμένων φύσεων, μηδαμῶς ἑαυτὴν ἠρνημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ φυλαττούσης τὸν ἑαυτῆς οὐσιώδη λόγον τε καὶ ὅρον, ἤτοι τὴν φυσικὴν ἰδιότητα πρὸς τὴν ἑτέραν ἀσύγχυτον καὶ ἀμετάβλητον μετὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἀναιρεῖ τὴν διαφορὰν τῶν εἰς μίαν ὑπόστασιν συνενηνεγμένων ἡ ἕνωσις· ἀλλὰ τὴν εἰς ἀναμέρος αὐτῶν παντελῶς ἐξωθεῖται διαίρεσιν.

Σωζομένων οὖν ἀμειώτως ἐν Χριστῷ κατὰ φύσιν τῶν ἐξ ὧν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν· πῶς οὐκ ἔστι δίκαιον ὁμολογεῖσθαι τὰ ἐξ ὧν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; κατά τινας μὴ συνορῶντας ὡς ἐπισφαλές ἐστι καὶ ἐπικίνδυνον, καὶ εἰς ψυχὴν πᾶσαν ἔχον ζημίαν, τὸ πρὸς τὰ δῆλα μάχεσθαι, καὶ τὴν οὖσαν ἀρνεῖσθαι προδήλως ἀλήθειαν· καὶ μόνων ἐκείνων ἴδιον εἶναι τῶν ἀνάστασιν καὶ κρίσιν τὸ παράπαν μὴ προσδοκώντων.

Ἐπεὶ τίνι καταφανὴς οὐκ ἔστι καὶ ἐπίδηλος ὁ τῆς ἀληθείας λόγος, ὡς ἁπλοῦς καὶ ἀπέριττος, καὶ μηδὲν ἔχων γριφῶδες τὸ σύνολον; Εἰ γὰρ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς πράγματι καὶ ἀληθείᾳ μετὰ τὴν ἕνωσιν, καὶ οὐχὶ μόνον κλήσει καὶ προσηγορίᾳ Θεὸς λέγοιτο εἶναι καὶ ἄνθρωπος· δῆλόν ἐστιν ὡς ὁ λέγων τε καὶ φρονῶν τὸν Χριστὸν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον μετὰ τὴν ἕνωσιν, ἀληθῶς εἶναι συνωμολόγησε τοῖς ὀνόμασι τὰς φύσεις ὧν εἰσι τὰ ὀνόματα· εἴπερ μὴ ψιλὰς ἐπὶ Χριστοῦ τὰς προσηγορίας κεῖσθαι φρονεῖ, καὶ παντελῶς πραγμάτων ἐρήμους.

Τί μὲν οὖν ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία τῶν ἀτόπων πέπραχεν, εἰ τὰ ἐξ ὧν ὁ Χριστὸς ἐν Χριστῷ καθ’ ἕνωσιν ἀδιάσπαστον σώζεσθαι λέγοι κατὰ φύσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως καὶ μετὰ τὴν ἕνωσιν; Τί δὲ τῆς τῶν ἁγίων Πατέρων διδασκαλίας ἀλλότριον πεφρόνηκεν, εἰ μήτε τὴν θείαν τοῦ Λόγου φύσιν εἰς τὴν τῆς σαρκὸς τετράφθαι φύσιν· μήτε τὴν αὐτῆς τῆς σαρκὸς φύσιν εἰς τὴν τοῦ Λόγου φύσιν μεταπεφοιτηκέναι δοξάζει διὰ τὴν ἕνωσιν, φρονεῖν τε καὶ λέγειν διδάσκει τοὺς πιστοὺς μετὰ τὴν ἕνωσιν; Τί δὲ μᾶλλον οὐ βεβαιοῖ τῆς πατρικῆς παραδόσεως οὕτω φρονεῖν ἐκδιδάσκουσα, καὶ ἕνα Κύριον ὁμολογοῦσα καὶ ἕνα Χριστόν, καὶ ἕνα Υἱὸν τὸν αὐτόν, καὶ μίαν αὐτοῦ τοῦ σαρκωθέντος Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν τε καὶ νοεράν, κατὰ τὴν ἑρμηνείαν τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Κυρίλλου τὴν φωνὴν ἐκλαμβάνουσα· διὰ τοῦ σεσαρκωμένην λέγειν, τῆς καθ’ ἡμᾶς οὐσίας εἰσκομίζεσθαι νοοῦσα τὴν δήλωσιν, καὶ μὴ ἀρνουμένη τῆς σαρκὸς τοῦ Λόγου τὴν φύσιν διὰ τὴν ἕνωσιν; Τὰ γὰρ σωζόμενα κατὰ φύσιν ἀσυγχύτως τε καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως καθ’ ἕνωσιν ἀδιάσπαστον ἐν Χριστῷ καὶ μετὰ τὴν ἕνωσιν χωρὶς τῆς οἱασοῦν μειώσεως, πάντως καὶ ὁμολογεῖσθαι πρεπωδέστατόν ἐστι καὶ δικαιότατον μετὰ τὴν ἕνωσιν. Ἀληθοῦς γὰρ πίστεως καθέστηκεν ἴδιον, ὁμολογεῖν ὅπερ φρονεῖν ἐδιδάχθημεν.

Εἰ τοίνυν σώζεται κατὰ φύσιν τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, καὶ φρονεῖν αὐτὰ πάντως εἶναι δίκαιόν ἐστιν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν. Εἰ δὲ φρονεῖν σώζεσθαι τὰ ἐξ ὧν ὁ Χριστὸς δίκαιόν ἐστι μετὰ τὴν ἕνωσιν, καὶ ὁμολογεῖν αὐτὰ πολλῷ μᾶλλον ἂν εἴη δικαιότατόν τε ὁμοῦ καὶ πρεπωδέστατον, καὶ πᾶσι τοῖς σωτηρίας φροντίζουσι σπουδαιότατον· εἴπερ ἔνδειξις πίστεως καθέστηκεν ἀληθοῦς, ἡ κατ’ αὐτὴν ἀνελλιπὴς ὁμολογία. Καὶ ταῦτα μὲν περὶ τούτων.

Οὔτε γὰρ πλείονα λέγειν ἀνάγκη, πρὸς ὑμᾶς γε ποιούμενον τὸν λόγον, καὶ τοὺς μηδὲν διὰ τῆς χάριτος τῶν εἰς τὴν ὀρθὴν τοῦ Χριστοῦ πίστιν ὁρώντων ἀγνοοῦντας. Περὶ δὲ ὧν γεγράφατέ μοι, πάντων μοι τιμιώτατοι, ἀνήγαγον τῷ εὐλογημένῳ δούλῳ τοῦ Θεοῦ, τῷ πανευφήμῳ ἐπάρχῳ, δοὺς αὐτῷ καὶ τὰς τιμίας ὑμῶν συλλαβάς· καὶ ὑπέσχετο προθύμως πᾶσαν ὑμῶν πληρῶσαι κέλευσιν. Καὶ οὐ παύομαι ὑπομιμνήσκων αὐτόν, ἕως ἂν πάντως εἰς πέρας ἀγάγοι τὴν ὑμετέραν κέλευσιν. Ὁ Κύριος δὲ καὶ Θεὸς τῶν ὅλων καὶ Σωτὴρ Ἰησοῦς Χριστός, ὁ τὸν ὑπὲρ ἡμῶν ἑκουσίως καταδεξάμενος θάνατον, καὶ τῷ οἰκείῳ αἵματι λυτρωσάμενος ἡμᾶς τῆς ἐξουσίας τοῦ σκότους, καὶ δοὺς ἡμῖν τὴν ἐντολὴν καινὴν ἐν τῷ τοσοῦτον ἡμᾶς ἀλλήλους ἀγαπᾷν, ὅσον καὶ ἠγαπήμεθα· αὐτὸς κρατήσαι τῆς χειρὸς ὑμῶν τῆς δεξιᾶς, καὶ ὁδηγήσαι ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθόν, καὶ κατευθύναι ὑμῶν τὰ κατ’ αὐτὸν διαβήματα· φέρων ὑμᾶς ἐν πληρώματι καρπῶν δικαιοσύνης εἰς τὸν θαυμαστὸν τόπον τῆς σκηνῆς αὐτοῦ, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία.

ΙΗʹ. —Τοῦ αὐτοῦ, ἐκ προσώπου Γεωργίου τοῦ πανευφήμου ἐπάρχου Ἀφρικῆς, πρὸς ἀσκητρίας ἀποστάσας τῆς καθολικῆς Ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ.

Ἐγὼ μὲν ᾤμην ὑμᾶς ὡς ἀληθῶς ἐστηρίχθαι καλῶς, καὶ ἀμεταθέτους ἔχειν τὰς τῆς ψυχῆς βάσεις ἀπὸ τῆς κατὰ τὴν ἀμώμητον καὶ ἄπταιστον πίστιν τοῦ Χριστοῦ ὀρθῆς καὶ εὐσεβοῦς ὁμολογίας τε καὶ ἐλπίδος, τὴν καλέσασαν ὑμᾶς τοῦ Θεοῦ χάριν αἰδουμένας, καὶ τῷ ζῶντι καὶ ἀρτίῳ καὶ ἀμωμήτῳ σώματι τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἑνώσασαν· καὶ ἤδη καταῤῥυείσας φθινάδι νόσῳ πλάνης τε καὶ ἀγνοίας ῥώσασαν, καὶ μέλος εὔχρηστον τοῦ κοινοῦ τῆς Ἐκκλησίας σώματος ποιησαμένην· καθ’ ἣν ὁ εὐσεβής, καὶ ὀρθὸς καὶ ἀληθὴς καὶ σωτήριος τῆς ἀποστολικῆς πίστεως ἀκμάζων κηρύττεται λόγος, πᾶσαν ἐντὸς ἑαυτοῦ ποιούμενος τὴν ὑπ’ οὐρανόν· καὶ τὸ λεῖπον ἀεὶ τῷ ἤδη συνειλημμένῳ προσάγων καὶ προστιθέμενος· καὶ μίαν ἁπάντων τῶν ἀπὸ περάτων τῆς γῆς ἕως τῶν περάτων αὐτῆς, καὶ ψυχὴν καὶ γλῶσσαν εἶναι δεικνὺς τῷ πνεύματι κατὰ τὴν ὁμόνοιαν καὶ ὁμοφωνίαν τῆς πίστεως· ἣν ἀῤῥήτως ἐξ ἀνθρώπων, ὑπὲρ ἀνθρώπων, κατ’ ἀνθρώπους ἀληθῶς προσλήψει σαρκὸς ψυχὴν ἐχούσης λογικήν τε καὶ νοεράν, καὶ οὐ τροπῇ θεότητος ἄνθρωπος γενόμενος, δηλονότι χωρὶς ἁμαρτίας, ὁ τῶν ἀνθρώπων δημιουργὸς τοῦ Θεοῦ Λόγος, ἡμᾶς τοὺς ἀνθρώπους ἐδίδαξεν ὁμολογεῖν καὶ ἀσπάζεσθαι, μηδεμίαν αὐτοῦ καθάπαξ ἀρνουμένους φύσιν μετὰ τὴν ἕνωσιν, ἤγουν μετὰ τὴν ἐνανθρώπησιν· μήτε τὴν θείαν, καθ’ ἣν Θεὸς ἀεί τε δι’ ἑαυτὸν καὶ τῷ Πατρὶ ὁμοούσιος ἔστι τε καὶ διαμένει· μήτε τὴν ἀνθρωπίνην, καθ’ ἣν ὁ αὐτὸς ἄνθρωπος ἀληθῶς δι’ ἡμᾶς γέγονεν, ὡς φιλάνθρωπος, καὶ ἡμῖν ἐστιν ὁμοούσιος.

Οὔτε γὰρ ἐτράπη τοῦ ὅπερ ἦν τε καὶ ἔστιν, καὶ εἰς ἀεὶ ἔσται κατὰ φύσιν Θεός· οὔτε μὴν τοῦ ὅπερ γέγονεν ἄνθρωπος καθ’ ἕνωσιν ἀδιάσπαστον σαρκὸς ἐψυχωμένης τὴν φύσιν μετέβαλεν, εἷς ὢν καὶ ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος· οὐ κλήσει μόνον καὶ προσηγορίᾳ Θεὸς ὑπάρχων καὶ ἄνθρωπος, ἀλλὰ πράγματι καὶ ἀληθείᾳ Θεὸς καὶ ἄνθρωπος καὶ ὑπάρχων κυρίως, καὶ ἀληθῶς ὀνομαζόμενος. Τὸ ἐκ τῆς ἑνώσεως ἕν τε καὶ μοναδικὸν καθ’ ὑπόστασιν, ἀλλ’ οὐ κατὰ φύσιν ἔχων, ὡς οἱ Πατέρες διδάσκουσι, φάσκοντες, «Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ’ οὐ τῇ φύσει, τῇ συνόδῳ·» καθ’ ἣν οἰκονομικῶς δι’ ἡμᾶς ὡς ἀγαθός, σύνθετος γενέσθαι καταδεξάμενος, τὸ κατὰ φύσιν ἁπλοῦν, καθ’ ἣν ὁμοφυής ἐστι τῷ Πατρὶ καὶ ὁμοούσιος διαμένει, φυλάττων ἀλώβητον καὶ μετὰ τὴν σάρκωσιν. Οὐ γὰρ ταυτὸν θεότης καὶ ἀνθρωπότης.

Κἂν γὰρ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ κατὰ πρόσληψιν σαρκὸς νοερῶς καθ’ ὑπόστασιν ἀδιασπάστως ἑνωθείσης αὐτῷ γέγονεν ἄνθρωπος. Διὸ καὶ Θεός ἐστιν ὁ αὐτὸς κυρίως καὶ ἄνθρωπος, ὡς ἐκεῖνο ὢν καὶ τοῦτο γενόμενος· καὶ τοῦτο κἀκεῖνο ὑπάρχων ἀνελλιπῶς· μήτε τῷ ἄκρως μοναδικῷ τῆς ὑποστάσεως συγχεόμενος, καθ’ ἣν ὁ τῆς διαφορᾶς παντελῶς ἄπεστι λόγος· μήτε τῷ ἀκραιφνεῖ τῆς ἑτερότητος τῶν ἐξ ὧν συνέστηκε φύσεων διαιρούμενος· καθ’ ἣν ὁ τῆς διαφορᾶς διὰ τὴν ἕνωσιν οὐδαμῶς ἀνῄρηται λόγος.

Τῆς οὖν διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς ἀσυγχύτως σωζομένης καὶ μετὰ τὴν ἕνωσιν, οὐκ ἔστιν, ὡς οἶμαι, παντελῶς ὁ δεῖξαι δυνάμενος λόγος, δίκαιον εἶναι τὸ ποσὸν τῶν φυσικῶς διαφερόντων καὶ ἐν Χριστῷ σωζομένων καθ’ ἕνωσιν ἀδιάσπαστον μὴ ὁμολογεῖσθαι· διότι πᾶσα διαφορὰ ποσὸν ἑαυτῇ συνεισάγει πάντως τινῶν, ἀλλήλων κατά τι διαφερόντων. Οὐ γὰρ ποσοῦ χωρὶς πώποτέ τις, κἂν εὐμήχανος ᾖ καὶ ποριμώτατος, διαφορὰν εἶναι φάναι δυνήσηται, καλῶς φρονῶν, καὶ ἀληθείας κἂν μικρὸν γοῦν λόγον ποιούμενος· σαφῶς γινώσκων, ἢ τῆς κατ’ οὐσίαν τινῶν ἑτερότητος, ἢ τῆς κατὰ ποιότητα καὶ ἰδιότητά τινων ἀνομοιότητος πᾶσαν εἶναι διαφοράν· ἣν ἡ ποσότης τῶν ὑποκειμένων πραγμάτων, εἴτε καθ’ ἕνωσίν εἰσιν, ἢ καὶ ταύτης χωρὶς πάντως ἐργάζεται, Ἐφ’ ὧν γὰρ μὴ κατὰ πάντα τρόπον ὁ εἷς καὶ ὁ αὐτὸς θεωρεῖται λόγος, ποσότητος ἔνεστιν ἔμφασις, ἧς ἐστιν ἴδιον ἡ διαφορά.

Εἰ τοίνυν ἐπὶ Χριστοῦ τῇ μὲν ἑνώσει κατὰ λόγον τὸ πάντη μοναδικὸν καθ’ ὑπόστασιν, ὡς οἱ Πατέρες διδάσκουσιν, ἕπεται λέγειν· τῇ δὲ τῶν ἐξ ὧν ἐστιν ὁ Χριστὸς φύσεων καὶ μετὰ τὴν ἕνωσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἐν Χριστῷ σωζομένων διαφορᾷ τὸ ποσὸν λέγειν ἐστὶν ἀκόλουθόν τε καὶ πρόσφορον· δῆλον ὅτι, ὥσπερ ὁ μὴ λέγων τὸν Χριστὸν διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν μίαν εἶναι τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, κατὰ τὴν ἑρμηνείαν τοῦ ἁγιωτάτου Πατρὸς ἡμῶν καὶ διδασκάλου Κυρίλλου νοουμένην ὀρθῶς, οὐ πιστεύει γεγενῆσθαι τὴν ἕνωσιν· οὕτω καὶ ὁ μὴ τὰς δύο μετὰ τὴν ἕνωσιν φύσεις ὁμολογῶν, ἐξ ὧν ἐστιν ὁ Χριστός, τὴν διαφορὰν σώζεσθαι λέγειν οὐ δύναται.

Φυσικῆς γὰρ τῶν ἐξ ὧν ἐστιν ὁ Χριστὸς ἑτερότητός ἐστι μετὰ τὴν ἕνωσιν ἡ διαφορά, ἀλλ’ οὐ τῆς κατὰ ποιότητα μόνην ἀνομοιότητος, χωρὶς τῶν ὑποκειμένων ταῖς ποιότησι φύσεων· ὧν ἄνευ ποιότητα καθ’ ἑαυτὴν εἶναι τῶν ἀδυνάτων ἐστίν· ἵνα μὴ ψιλήν, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ψευδῆ τὴν διαφορὰν εἰσάγωμεν καὶ ἀνύπαρκτον.

Ταύτην ἀκριβῶς κατέχειν ὑμᾶς κατὰ τοὺς Πατέρας τῆς πίστεως τὴν ὁμολογίαν πεπεισμένος, πᾶσι πανταχοῦ ποτε γράφειν οὐκ ὤκνουν πατριάρχαις καὶ ἐπισκόποις καὶ ἄρχουσι, καὶ αὐτοῖς τοῖς εὐσεβεστάτοις καὶ πανημέροις ἡμῶν βασιλεῦσιν, ὑπὲρ εὐχαριστίας Θεοῦ, κατάδηλον πᾶσι ποιῶν τὴν ὑμῶν εἰς Χριστὸν γνησίαν μετάθεσίν τε καὶ πίστιν. Καὶ οὐκ ᾤμην ποτέ, καθάπερ ἔφην, ὑμᾶς οὕτω ταχέως μετατίθεσθαι τῆς σωτηρίου κλήσεως ὑμῶν. Ἐπειδὴ δὲ διὰ τὰς ἐμὰς ἁμαρτίας, ὁ ἐξ ἀρχῆς δι’ ἀπάτης εἰς ὄλεθρον καὶ ἀπώλειαν τὸ γένος τῶν ἀνθρώπων ὑποσυρόμενος πονηρός, καὶ ὑμᾶς ἴσχυσε παραπεῖσαι, τῆς ἀληθείας προτιμῆσαι τὸ ψεῦδος· καὶ πλέον Θεοῦ, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἁγίοις, συνηθείας ἕνεκεν πονηρᾶς, ἀπαταίωσιν ἀνθρώποις χαρίσασθαι πρὸς θάνατον δελεάζειν μόνον δεδιδαγμένοις· καὶ πρὸς τὸν ἴδιον ἔμετον ὑμᾶς καθάπερ κύνας προφητικῶς εἰπεῖν ἐπιστρέψαι δεδύνηται, παρεγγυῶ, εἴπερ οὕτως ἀνιάτως ἔχετε, καὶ εἰς τέλος προέθεσθε τὴν τοῦ Χριστοῦ χάριν ἀποστραφῆναι· τέως τὰς γενομένας εἰς ὑμᾶς παρ’ ἐμοῦ δωρεὰς δοῦναι Θεοπέμπτῳ τῷ ἐμῷ ἀνθρώπῳ, ἐπὶ τούτῳ καὶ μόνον παρ’ ἐμοῦ σταλέντι μετ’ ἐγγράφου ἐντάλματος, πρὸς τὸ μηδεμίαν ἀμφιβολίαν ἔχειν ὑμᾶς περὶ τούτου.

Καὶ πάλιν, εἴ τι παρίσταται τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις καὶ πανημέροις ἡμῶν βασιλεῦσι, καὶ τοῖς ἁγιωτάτοις πατριάρχαις, τὰ καθ’ ὑμᾶς πάντα δι’ ἐμοῦ σὺν Θεῷ παρὰ τὴν αὐτῶν γαληνότητα γινομένου μανθάνουσι περὶ τῆς ἀποστασίας ὑμῶν, καὶ τῆς τοσαύτης κακουργίας καὶ ἀγνωμοσύνης, γενέσθαι καλῶς ἔχειν κρινῶ. Οὔτε γὰρ παρασιωπήσομαι τοσοῦτον κακόν. Εἰ δὲ τὸ φρικτὸν τοῦ Χριστοῦ κατὰ νοῦν λαμβάνουσαι δικαστήριον, ἐφ’ οὗ παρουσίᾳ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ παντὸς δήμου τῶν κατ’ οὐρανὸν στρατιῶν, καὶ πάσης τῆς ἀνθρωπίνης φύσεως, ἡ παρ’ ἐμοῦ πρὸς ὑμᾶς περὶ τούτου συγκροτηθήσεται δίκη, μεταμελήθητε, καὶ πρὸς τὸν καλέσαντα πάλιν ὑμᾶς ἐν χάριτι Θεὸν ἐπανέλθετε· καὶ αὐτὴν ἤδη τὴν ἐμοῦ δωρηθεῖσαν ὑμῖν κτίσιν ἔχειν ὑμᾶς βούλομαι· καὶ οὐ παύσομαι ἕως τὴν παροῦσαν καὶ πρόσκαιρον ταύτην ζωὴν οἰκονομοῦμαι ζῇν, τρόπους ἐπινοῶν εἰς σύστασιν ὑμῶν περισσοτέραν· καὶ ἐμαυτὸν ἀντίλυτρον τῶν ὑμετέρων ψυχῶν οὐκ ἂν παραιτήσομαι δοῦναι, εἴπερ ἀναγκαίως τοῦτο γενέσθαι καλέσοι καιρός.

Καὶ δώσω γε προθύμως πρὸς τοῦτό με καλοῦντος τοῦ Θεοῦ διὰ τῆς χάριτος· εἰ μόνον ὑμεῖς ἑαυτὰς Χριστῷ τῷ Θεῷ πάλιν ἀποκαταστήσητε· καὶ τὴν γενομένην ὑμῖν ἀπὸ τοῦ σώματος αὐτοῦ διὰ τῆς ἐπανόδου, καλῶς ἐξιάσησθε τομὴν καὶ διάστασιν.

ΙΘʹ. —Τοῦ αὐτοῦ πρὸς Πύῤῥον τὸν ὁσιώτατον πρεσβύτερον καὶ ἡγούμενον. Τὴν ἁγίαν σου, θεοτίμητε Πάτερ, ἐπιστολὴν ἀναγνούς, ὅλον ὅλῳ τῷ Πνεύματι τὸν σὸν νοῦν ἐπέγνων πεποιωμένον· καὶ τοσοῦτον τῆς φυσικῆς ἐξεστηκότα διέγνων συνέσεως, ὅσον τῆς θείας καὶ ὑπὲρ φύσιν κατέλαβον σοφίας ἐπειλημμένον. Αὐτὸν γάρ σου παρόντα διὰ τῶν γραμμάτων οἷον ὁρᾷν ἐδόκουν τὸν θεόσοφον νοῦν, μόναις ἀστράπτοντα ταῖς ἀκηράτοις ἀκτῖσι τοῦ Πνεύματος· αἷς μεταμορφοῦσθαι πρὸς τὸ θειότερον πέφυκεν, ὁ τῷ Πατρὶ τῶν ὅλων υἱοθετεῖσθαι καταξιούμενος· καὶ τοσοῦτόν με τῆς ἐπὶ τοῖς θείοις δόγμασιν ἀγνοίας λυτρούμενον, ὅσον τὸ πρὶν τῆς ἐπ’ αὐτοῖς ἐδόκουν ἀντέχεσθαι γνώσεως.

Διὸ θαυμάσας σου τὴν ἐν ὅλοις ἀγχίνοιαν, μόνην ἐκείνην ἀναβοήσας τὴν φωνὴν ἀπεφθεγξάμην, ἣν πάλαι γυνή τις πρὸς τὸν Κύριον κέκραγε, τῶν αὐτοῦ ῥημάτων καταπλαγεῖσα τὴν δύναμιν· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.

Οὐ μόνον δὲ τὴν τεκοῦσάν σε μακαρίζω, τίμιε Πάτερ, ὡς τοιούτου μητέρα γενέσθαι καταξιωθεῖσαν· ἀλλὰ καὶ τὴν συλλαμβάνουσαν, καὶ κύουσαν ἀεὶ τὸν εὐσεβῆ λόγον καὶ τίκτουσάν σου διάνοιαν· ὡς τοῦ ὑπὲρ φύσιν Λόγου κατὰ χάριν κοιλίαν ἀποφανθεῖσαν χωρητικήν, διὰ τὴν πρὸς αὐτὸν τὸν Λόγον τῆς γνώμης οἰκείωσιν. Καὶ μὴν κατὰ τὰς σὰς παγίας ἕξεις τὰς ἐκ τῆς σῆς καρδίας ἐκδιδομένας, αἷς μαστῶν δίκην κατά τε τὴν πρᾶξιν καὶ τὴν θεωρίαν διατρέφεις τὸν Λόγον, τῇ χορηγίᾳ τῶν εὐσεβῶν νοημάτων τε καὶ τρόπων συναυξανόμενον· καὶ παραδόξως εἰπεῖν, τὴν οἰκείαν αὔξησιν τοῦ διατρέφοντος νοῦ ποιούμενον θέωσιν. Τί γὰρ ἕτερον εἶχον φθέγξασθαι πρὸς σέ, τίμιε Πάτερ, τοιούτων γεννήτορα Λόγων γεγενημένον θεώμενος· δι’ ὧν, ὡς ἐξ ὄρους τινὸς τοῦ ὕψους τῆς γνώσεως τὴν ἐπὶ τοῖς θείοις δόγμασι, καθάπερ πλάκας θεοχαράκτους διὰ τοῦ νέου Μεσίτου καὶ ἐφ’ ἡμῖν μεγάλου Μωϋσέως καὶ ἱερέων ἱερέως, καὶ τῆς καθ’ ὅλην τὴν οἰκουμένην ἐξάρχου θείας ἱεροσύνης, κομισθεῖσάν τε καὶ ἐκδοθεῖσαν κατεμήνυσας ψῆφον· ἣν ἡ ἁγία καὶ μόνη προσκυνουμένη Τριάς, ὡς δι’ ὀργάνου τοῦ ῥηθέντος ὑπηγόρευσεν ἀρχιερέως, καὶ πρὸς ὁμόνοιαν πλέον ἐπέδησε τὰς Ἐκκλησίας, εἰς οὐδὲν θεμένας τὴν δόξασαν τοῖς πολλοῖς γεγενῆσθαι κατὰ τὴν Ἀλεξάνδρου πόλιν περὶ τὴν πίστιν καινοτομίαν.

Ταύτην γὰρ ὁλοσχερῶς ἡ δοθεῖσα διεσώσατο ψῆφος τὴν ἔννοιαν, καθ’ ἣν πιστεύειν οἱ θεοφόροι Πατέρες ἡμῶν ταῖς ἁγίαις Ἐκκλησίαις παρέδοσαν· ἕνα καὶ τὸν αὐτὸν φάμενοι Θεὸν Λόγον καὶ πρὸ σαρκός, καὶ μετὰ σαρκός· ἣν αὐτὸς ἑαυτῷ δι’ ἡμᾶς ἐψυχωμένην νοερῶς καθ’ ὑπόστασιν ἥνωσεν, ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου προσληφθεῖσαν Μαρίας· σπορὰ δηλαδὴ τῆς οἰκείας αὐτὸς γενέσθαι καταξιώσας σαρκώσεως· ἵνα καὶ ἄνθρωπος ἀληθῶς γένηται· καὶ δείξῃ κατὰ τὴν ἄσπορον σύλληψιν, καὶ τὴν ἄφθορον γέννησιν τὴν φύσιν καινοτομουμένην· καὶ μηδεμίαν τῇ καινοτομίᾳ πάσχουσαν μείωσιν.

Θεοῦ γὰρ δι’ ἀγαθότητα πρὸς ἀνθρώπους ὑπῆρχεν αὐθαίρετος κένωσις τὸ μυστήριον, ἀλλ’ οὐ θεότητος ἔκπτωσις, ἡ διὰ σαρκὸς ἑκούσιος συγκατάβασις· μεμένηκε γὰρ ὅπερ ἦν, καὶ γενόμενος ὅπερ οὐκ ἦν· ἄτρεπτος γάρ. Καὶ ὅπερ γέγονε διετήρησε, διαμείνας ὅπερ ὑπῆρχε φιλάνθρωπος γάρ. Δι’ ὧν ἐνήργει θεοπρεπῶς, δεικνὺς ὅπερ γέγονεν ἀναλλοίωτον· καὶ δι’ ὧν ἔπασχεν ἀνθρωποπρεπῶς, πιστούμενος ὅπερ ἦν μὴ τρεπόμενον. Ἐνήργει γάρ, τὰ μὲν θεῖα σαρκικῶς, ὅτι διὰ σαρκὸς φυσικῆς ἐνεργείας οὐκ ἀμοιρούσης· τὰ δ’ ἀνθρώπινα θεϊκῶς, ὅτι κατὰ θέλησιν ἐξουσιαστικῶς, ἀλλ’ οὐ κατὰ περίστασιν τὴν τῶν ἀνθρωπίνων παθημάτων προσίετο πεῖραν. Οὔτε γὰρ τὰ θεῖα θεϊκῶς, ὅτι μὴ γυμνὸς ὑπῆρχε Θεός· οὔτε τὰ ἀνθρώπινα σαρκικῶς, ὅτι μὴ ψιλὸς ἄνθρωπος ἦν. Διὰ τοῦτο τὰ θαύματα δίχα πάθους οὐκ ἦν· καὶ τὰ παθήματα χωρὶς οὐχ ὑπῆρχε θαύματος· ἀλλὰ τὰ μέν, ἵν’ εἴπω τολμήσας, οὐκ ἀπαθῆ· τὰ δὲ προδήλως θαυμάσια· καὶ ἄμφω παράδοξα, ὅτι καὶ θεῖα [καὶ ἀνθρώπινα] ὡς ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προερχόμενα Θεοῦ Λόγου σεσαρκωμένου, δι’ ἀμφοτέρων πιστουμένου πραγματικῶς, τὴν τῶν ἐξ ὧν, καὶ ἅπερ ὑπῆρχεν ἀλήθειαν.

Τὸ γὰρ ἔκ τινων ἀσυγχύτως ἑνώσει τῇ κατὰ σύνοδον φυσικὴν ἀποτελούμενον, καὶ τὰς φύσεις ἐξ ὧν συνέστηκεν ἀτρέπτους διατηρεῖ, καὶ τὰς αὐτῶν συστατικὰς ἀμειώτως διασώζει δυνάμεις, εἰς ἑνὸς ἔργου συμπλήρωσιν· εἴτε πάθος, εἴτε θαῦμα τὸ γινόμενον ἦν, κατὰ τὴν εἰκόνα τοῦ θαυμαστοῦ σου, Πάτερ, καὶ τῷ μυστηρίῳ τῆς θείας σαρκώσεως προσφυοῦς παραδείγματος, τῆς ἐκπυρωθείσης μαχαίρας, ἧς τὴν τομὴν ἐπιστάμεθα καυστικήν, καὶ τὴν καῦσιν οἴδαμεν τμητικήν. Πυρὸς γὰρ καὶ σιδήρου καθ’ ὑπόστασιν γέγονε σύνοδος, μηδετέρου τῆς κατὰ φύσιν διὰ τὴν πρὸς θάτερον ἕνωσιν ἐκστάντος δυνάμεως· μήτε μὴν ἄφετον ταύτην κεκτημένον μετὰ τὴν ἕνωσιν, καὶ τῆς τοῦ συγκειμένου καὶ συνυφεστῶτος κεχωρισμένην.

Ταύτην μὲν οὖν εὗρον ἐγὼ τοῖς ὑμετέροις γράμμασι σοφῶς ἐνυφανθεῖσαν τὴν τῶν θείων δογμάτων ἀκρίβειαν, ἧς κατὰ τὴν ἐνοῦσάν μοι περὶ τὸ νοεῖν μετρίαν δύναμιν ἐπιστήσας τὸν νοῦν, ηὐξάμην ἱκανωθῆναι ταύτην φυλάξαι, καὶ τῇ διανοίᾳ κατασχεῖν, ὑπὸ λήθης τινὸς μὴ δεχομένην περιγραφήν. Σὺ δέ, θεοτίμητε Πάτερ, συμπάθησόν μοι τῷ σῷ δούλῳ, καὶ τὴν δέουσαν ὡς φιλάνθρωπος παράσχου συγγνώμην, ἀδυνατοῦντι πρὸς τὴν τῶν κεκελευσμένων ἐγχείρησιν. Καὶ μή μου καταγνῷς ἀπείθειαν· ἀλλὰ μᾶλλον ἀπόδεξαί με τῆς οἰκείας ἀμαθίας ἐπιγνώμονα γενέσθαι σπουδάζοντα. Μισητὸν γὰρ τὸ προπετές, καὶ πρῶτον τῆς ἐσχάτης ἀγνοίας γέννημα· καθ’ ὃ πέφυκεν ἡ τῆς ὑπερηφανίας διαφαίνεσθαι νόσος, ἕξιν δημιουργοῦσα τοῖς αὐτῇ κατειλημμένοις ἀντίθεον· καὶ δέξαι μου παντὸς πάθους καθαρὰν τὴν ἐπὶ τοῦτο παραίτησιν· καὶ μὴ ἀπώσῃ με τοὺς αὐτούς σοι προβαλλόμενον λόγους, οὓς ἐπὶ τοῖς τοιούτοις πρὸς τὸν Θεὸν Μωϋσῆς πρότερον καὶ Ἱερεμίας ὕστερον προὐβάλλοντο· ὁ μέν, Δέομαι, Κύριε, λέγων, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν πρός με· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Ὁ δέ, Ὁ ὤν, Δέσποτα Κύριε, φάσκων, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι. Ἐπ’ ἀληθείας γὰρ ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος, καὶ τῆς ἐπὶ τῷ λαλεῖν τὰ καλὰ συνέσεως ἐστερημένος· μήτε νοῦν ἔχων ἐπιβάλλοντα τοῖς θείοις.

μήτε τὸν κατὰ προφορὰν λόγον, ἐξυπηρετεῖσθαι τῷ μεγέθει τῶν ζητηθέντων δυνάμενον. Νεάζω γὰρ ἔτι τοῖς πάθεσι, καὶ πλεονεκτοῦσαν τὸν νόμον τοῦ πνεύματος κέκτημαι τῆς σαρκὸς τὴν ἐπανάστασιν. Ὁπόταν καὶ εἰ δῶμεν καθ’ ὑπόθεσιν μηδὲν λείπεσθαί με τῆς ἐν τούτοις δυνάμεως, τίς οὕτω θρασὺς ὑπάρχει καὶ τολμηρός, ὥστε τοῖς οὕτω κατὰ θείαν ψῆφον ἱεραρχικῶς θεσπισθεῖσιν, ἐπιδιατάττεσθαι; Παρακαλῶ δὲ μᾶλλον τιμίοις σου γράμμασιν ὁρισμῷ μοι διασαφῆσαι, τίς ἡ ἐνέργεια, καὶ ποσαχῶς ἡ ἐνέργεια, καὶ τί παρὰ ταύτην ἐπὶ τὸ ἐνέργημα· καὶ τίνα τούτων φαμέν, πρός τε τὸ ἔργον καὶ τὴν πρᾶξιν τὴν διαφοράν, ἵνα ἔχω τῶν γραφέντων γινώσκειν τὴν δύναμιν.

Οὔπω γὰρ ἀκριβῶς ἐπιστῆσαι δεδύνημαι, τίνα καὶ πῶς λεγομένην ἢ νοουμένην ἐκδέξασθαι χρὴ τὴν μίαν ἐνέργειαν. Οὐχ ἁπλῶς γὰρ φωνὰς ἀσήμους προφέρομεν, ἀλλ’ ἐννοίας ταῖς φωναῖς διασημαίνομεν. Δι’ ἣν αἰτίαν, φωνὰς μὲν πολλάκις παραχωροῦντας εὗρον τοὺς θεηγόρους Πατέρας, ἐννοίας δὲ οὐδαμῶς· ὅτι μὴ ἐν συλλαβαῖς, ἀλλ’ ἐν νοήμασί τε καὶ πράγμασι τὸ τῆς σωτηρίας ἡμῶν ὑπάρχει μυστήριον.

Τὸ μὲν γὰρ ἐποίουν, εἰρήνην φροντίζοντες· τὸ δέ, ψυχὰς τῇ ἀληθείᾳ στηρίζοντες. Καὶ ταῦτα μὲν περὶ τούτων. Δέομαι δέ, Πάτερ τίμιε, τῆς σῆς ἁγιότητος, εὐμενῶς τοὺς τοῦτο τὸ μέτριον ἐπιφερομένους γράμμα θείους προσδέξασθαι Πατέρας, διὰ χρείαν λυσιτελοῦσαν τῷ κοινῷ τάγματι τῶν μοναχῶν, ἑαυτοὺς εἰς τοῦτον πλοῦν ἐπιδεδωκότας· καὶ πάντα γενέσθαι αὐτοῖς καταδέξασθαι, ὅσα τῆς θείας ἐντολῆς ὁ ἀκριβὴς βούλεται λόγος, τοὺς τῶν θείων ἐφιεμένους, καὶ μονώτατον τοῦ οἰκείου βίου τὸν σαρκωθέντα Λόγον ἔχοντας ὑποτύπωσιν. Ἄξιοι γὰρ τυγχάνουσι τῆς ὑμετέρας ἐπὶ τοῦτο σπουδῆς, ὅτι τὸν θεῖον ἕλκουσιν ἀμέμπτως τῆς ἀρετῆς τε καὶ τῆς γνώσεως ζυγόν.

Δέδοικα δὲ ταῦτα γράφων μὴ παῤῥησίας ἀκαίρου καὶ ἀπειροκαλίας παρὰ τοῖς οὐκ εἰδόσι σε, Πάτερ, καὶ τῆς σῆς πεῖραν οὐκ εἰληφόσι συγκαταβάσεως, ὄνειδος ἀπενέγκωμαι· καὶ λεχθῇ καὶ περὶ ἐμοῦ δικαίως, ὅπερ τις τῶν ἔξω τοῦ καθ’ ἡμᾶς λόγου σοφῶν ἔφη, θεασάμενος ἐπί τινι φυσηθέντα τινὰ τῶν ἀπειροκάλων·

Ἐξέμηνε πρὸς ὕβριν μωρόν, σοφὸς μειδιάσας. Ἐν πᾶσιν οὖν, ἅγιε Πάτερ, συγχώρησόν μοι τῷ σῷ δούλῳ, καὶ ταῖς σαῖς πανιέροις εὐχαῖς ἐξιλέωσόν μοι Χριστὸν τὸν Θεόν, ὃν διὰ παντὸς τῇ τε τοῦ νοῦ καθαρότητι, καὶ τῇ ἀκριβείᾳ τοῦ βίου θεραπεύεις.