Ἀλλὰ τοῦτο χριστομιμήτως πεποίηκας· ἵνα τὴν τούτου προδήλως εἰς ἐμέ, τὸν γνωμικῶς αὐτοῦ διεστηκότα, καὶ τὴν μακρὰν ἀπ’ αὐτοῦ τῆς κακίας ὥσπερ τινὰ χώραν ἕξιν, ἐμπροθέτως οἰκοῦντα, καὶ τὰ πάθη τῆς ἀτιμίας καθάπερ χοίρους δι’ ἐνεργείας ἐκτρέφοντα, φιλάγαθον ἐπιδειξάμενος κένωσιν, καὶ τῶν ἐνόντων σοι θείων κατορθωμάτων τῷ μεγέθει τῆς συγκαταβάσεως ὑποδείξας τὴν δύναμιν, εἰς ἔφεσιν ταύτης ἐγείρῃς, καὶ πρὸς ἱερόν τινα καὶ μακάριον ζῆλον, ἀτρέπτως στομώσῃς, τῆς πάμπολύ με παρὰ πάντας βαρούσης νωθείας τε καὶ ἀμελείας τὸν φόρτον εἰς δύναμιν ἀποῤῥιψάμενον· καί σε τῆς περὶ ἐμὲ τὸν πτωχὸν σοφῆς οἰκονομίας καὶ προμηθείας χάριν ἀποθαυμάσας, μακάριε, τὴν ἐν πλείοσιν ἔτεσι καὶ ἀρεταῖς θειοτέραις διατήρησιν, σοῦ τοῦ καλοῦ καὶ ἀγαθοῦ ποιμένος τε καὶ πατρός, μετὰ δακρύων, καίτοι λίαν ὑπάρχων ἁμαρτωλός, χαρισθῆναί μοι καὶ πᾶσιν ἐντενῶς καθικέτευσα τὸν Κύριον ἡμῶν καὶ Θεόν· ἵνα ἔχοντές σε μάλιστα νῦν, ὅ τε τῆς φύσει καὶ ὄντως ἀληθείας τὴν πρόῤῥησιν, ἡ κατὰ τὴν ἔκβασιν τῶν πραγμάτων ἀλήθεια σαφῶς ἐπιστώσατο· καὶ θλίψις, οἵα καθάπαξ οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται, πάντας πανταχῆ διὰ τὰς ἁμαρτίας κατέλαβε· τῇ τε πανσθενεῖ βακτηρίᾳ τῶν θεοπειθῶν προσευχῶν δυναμοῦντά τε καὶ ῥωννύοντα, καὶ τῇ πανιέρῳ σύριγγι τῆς θεοσόφου διδασκαλίας ὁδηγοῦντα καλῶς καὶ φωτίζοντα, καὶ εἰς τόπον χλόης τῆς ἀειζώου τῶν ἀρετῶν ἕξεως κατασκηνοῦντα διὰ τῆς πράξεως· καὶ ἐπὶ ὕδατος ἀναπαύσεως τῆς ἀειβλύστου τῶν ἱερῶν ἐν τοῖς δόγμασι χορηγίας ναμάτων ἐκτρέφοντα διὰ τῆς γνώσεως· καὶ εἰς τόπον ὀχυρὸν καὶ μάνδραν ὑψηλὴν τὴν καθολικὴν Ἐκκλησίαν, καὶ τὸν ταύτην δι’ αἵματος οἰκείου καὶ ζωοποιοῦ κατὰ θέλησιν ἁρμοσάμενον Κύριον ἀσφαλῶς διασώζοντα, τῆς τῶν ἐναντίων ἐλευθερωθῶμεν καταδρομῆς· οἱ προσφόρου καιροῦ τῆς τοῦ παντὸς δραξάμενοι ταραχῆς καὶ συγχύσεως, τὸ μέγα τῆς τῶν ἁπάντων σωστικῆς οἰκονομίας Χριστοῦ τοῦ Θεοῦ καὶ ἀπόῤῥητον, ὡς πάντας αἰῶνας καὶ χρόνους, καὶ τοὺς ἐν αἰῶσι καὶ χρόνῳ φυσικῶς περιγράφον, συγχεῖν μηχανῶνται μυστήριον· οἷα τῆς ἐξ ἡμῶν νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης, ὑπ’ αὐτοῦ κατ’ εὐδοκίαν Πατρὸς καὶ συνέργειαν ἁγίου Πνεύματος προσληφθείσης, καὶ αὐτῷ κατὰ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἑνωθείσης ἁγίας σαρκός, οὐκ ἐχούσης μετὰ τὴν ἕνωσιν τὰ προσόντα κατὰ φύσιν αὐτῇ, δίχα μόνης τῆς ἁμαρτίας· ὅτι μηδὲ τῆς φύσεως ἦν· μᾶλλον δέ, αὐτοῦ τοῦ σαρκωθέντος Λόγου, καὶ δι’ ἡμᾶς ἐνανθρωπήσαντος, τὰ τὴν ἡμετέραν φύσιν οὐσιωδῶς χαρακτηρίζοντα καθ’ ἡ μᾶς τελείως οὐ σώζοντα· ἀλλ’ ἢ ταῦτα πρὸς τὴν ἑαυτοῦ θείαν μετασκευάσαντος φύσιν· καὶ ταύτῃ, τὸ ἐλλιπὲς τῆς οἰκείας θεότητος δείξαντος, δεομένης παρενθήκης τινὸς πρὸς τὴν κατ’ οὐσίαν ἐντέλειαν· ἢ πάμπαν εἰς ἀνυπαρξίαν μεταχωρῆσαι ποιήσαντος, ὡς οὐ λίαν καλά, καὶ τῆς αὐτοῦ δημιουργίας τὸ ἔργον ἐξαφανίσαντος τῷ μὴ κατὰ λόγον τινὰ καὶ σοφίαν αὐτὰ ποιῆσαι, καὶ ἑνῶσαι πρὸς ἑαυτὸν καθ’ ὑπόστασιν· ἐπεὶ πῶς, τὸ λόγῳ καὶ σοφίᾳ γενόμενον, ἐν αὐτῷ τῷ λόγῳ καὶ τῇ σοφίᾳ καθ’ ἕνωσιν ἀδιασπάστως οὐ σώζεται;