Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς Νίκανδρον ἐπίσκοπον

Μάξιμος ὁ Ὁμολογητής

Ορθόδοξη ομολογία των δύο φυσικών θελημάτων και ενεργειών

Δογματική τεκμηρίωση της διατήρησης των φυσικών ιδιωμάτων στο πρόσωπο του Χριστού μετά την υποστατική ένωση και ανασκευή των απόψεων που υποστηρίζουν αθέλητη και ανενέργητη σάρκα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 5

Ταῦτα γάρ, καὶ τούτων πλείω δοξάζουσιν, ὅσοι μὴ παντελείως ἐν Χριστῷ τῷ Θεῷ τὰ φυσικά, καὶ δίχα τῆς ἁμαρτίας, ὥσπερ καὶ τὰς φύσεις αὐτὰς σώζεσθαι κατὰ τοὺς ἁγίους Πατέρας ὀρθοδόξως ὁμολογοῦσι καὶ μετὰ τὴν ἕνωσιν. Οὐδὲ γὰρ τὴν θείαν φύσιν καὶ ἄκτιστον ἀνύπαρκτόν τε καὶ ἀθέλητον ἢ ἀνενέργητον καθορῶμεν· οὔτε μὴν τὴν κτιστὴν καθ’ ἡμᾶς καὶ ἀνθρωπίνην οὐσίαν ἀνύπαρκτόν τε καὶ ἀθέλητον ἢ ἀνενέργητον ἐπιγινώσκομεν. Καὶ εἰ μηδεμίαν τούτων ἔρημον ἐπιστάμεθα φυσικῆς ὑπάρξεως, θελήσεώς τε καὶ ἐνεργείας, ἐκ τούτων δέ, θείας φύσεως καὶ ἀνθρωπίνης φύσεως λέγω, καὶ ἐν ταύταις, καὶ τούτων ὑπόστασίς ἐστι κατ’ ἀλήθειαν ὁ εἷς καὶ μόνος Χριστὸς καὶ Υἱός, πῶς, εἴπερ φύσει κυρίως Θεός, καὶ φύσει κυρίως ἄνθρωπος ὁ αὐτός, οὐχὶ καὶ θεῖον θέλημα καὶ ἐνέργειαν φύσει κυρίως, καὶ ἀνθρώπινον θέλημα, καὶ ἐνέργειαν φύσει κυρίως εἶχε, μηδετέρου τούτων κατὰ φύσιν ὢν ἐλλιπής, δι’ ὧν ἐπαληθεύων τοῖς πράγμασι τὰ ὀνόματα, καὶ τούτοις αὖθις ἐπικυρῶν τὰ πράγματα, προδήλως ὁ αὐτὸς ἐγνωρίζετο, τά τε θεῖα καὶ ἀνθρώπινα φυσικῶς ἔχων καὶ θέλων καὶ ἐνεργῶν, κἀκ τούτου τὰ ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἅπερ ὑπῆρχε, πιστευόμενος; Ἐπεί, τοῦ φυσικοῦ θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας ἀναιρουμένων, τῆς τε θείας καὶ ἀνθρωπίνης οὐσίας, τοῦ ἐκ τούτων καὶ ταύτας ὄντος καὶ σώζοντος κατὰ μίαν ὑπόστασιν, πῶς Θεὸς ἢ ἄνθρωπος ἔσται;

καὶ πῶς τοῦτο, ἢ ἐκεῖνο κατ’ οὐσίαν ὑπάρχων δειχθήσεται, μὴ σώζων ἑκατέρας φύσεως ἀνελλιπῶς τὴν ἰδιότητα, πάσης ἁμαρτίας χωρίς; Τὸ γὰρ τῶν κατὰ φύσιν ἐκστᾷν, κἂν τῆς ἔξω τῆς οὐσίας γεγένηται, μηδεμίαν ὕπαρξιν ἔχον· ὅτι μηδὲ κίνησιν φυσικήν. Τὸ γὰρ μηδεμίαν κίνησιν ἔχον, ᾗ φησιν ὁ θεοφάντωρ καὶ μέγας ἅγιος Διονύσιος, οὔτε ἔστιν οὔτε τί ἐστιν· οὔτε ἔστι τις αὐτοῦ παντελῶς θέσις.

Διά τοι τοῦτο τὰς Χριστοῦ τοῦ Θεοῦ φύσεις ὁμολογοῦντας ἡμᾶς, τὴν θείαν φημὶ καὶ τὴν καθ’ ἡμᾶς ἀνθρωπίνην, πρὸς βεβαίαν τῆς τε τούτων ὑπάρξεως πίστωσιν, καὶ τῆς ἡμῶν περὶ αὐτῶν ὁμολογίας ἀλήθειαν, καὶ τὰ φυσικὰ τούτων ἰσαρίθμως δεῖ πάντως πρεσβεύειν θελήματα, καὶ τὰς οὐσιώδεις τοσαύτας ἐνεργείας ὁμολογεῖν· καὶ μηδὲν αὐτῶν προφάσει δῆθεν τῆς καθ’ ὑπόστασιν θείας ἑνώσεως ἀπομειοῦν ἢ ἐξαρνεῖσθαι τὸ σύνολον· γινώσκοντας, ὡς ἡ καθ’ ὑπόστασιν ἕνωσις οὐδὲν παραβλάπτει τῶν φυσικῶν, καθάπερ οὐδὲ τὰς φύσεις αὐτάς· εἰ καὶ ταύτας εἰς ἓν ἄγει δι’ ἑαυτῆς κατὰ τὴν μίαν ὑπόστασιν· τοῦ δύο, τῷ φυσικῷ λόγῳ ὑπάρχειν οὐδαμῶς ἐξιστῶσα· ὥσπερ οὖν καὐτὰ δὴ λέγω τὰ φυσικὰ ἰδιώματα, τῇ πρὸς ἄλληλα συμφυΐᾳ διόλου πάλιν ἑνίζουσα, καὶ μηδέτερον τοῦ ἑτέρου χωρίς, ἢ τῆς θατέρου πρὸς θάτερον κοινωνίας ἐκτός, κατὰ τὸν τῶν Ῥωμαίων πάπαν ἀοίδιμον Λέοντα θεωρεῖσθαι καθοτιοῦν συγχωροῦσα, τὴν τούτων οὐσιώδη καὶ φυσικὴν οὐκ ἀμαυροῖ παντελῶς, ἀλλὰ τελείως φυλάττει διαφοράν· τῷ γὰρ φυλάττειν φυλάττεται, καὶ τῷ συντηρεῖν συντηρεῖται. Μέχρι γὰρ τότε σαφῶς ἕνωσις πραγμάτων ἐστίν, ἕως ἂν ἡ τούτων σώζηται φυσικὴ διαφορά· ἐπεὶ ταύτης παυσαμένης, παύεται πάντως κἀκείνη, τῇ συγχύσει τελείως ἀφανισθεῖσα.

Ταύτης τοιγαροῦν, λέγω δὲ τῆς ἑνώσεως, οὐ λυμαινομένης τοῖς πράγμασιν, οὐδὲ τῇ τούτων διαφορᾷ, ἀλλὰ μόνον τῇ κλήσει προσφυῶς ἑνοποιούσης τὰ κατ’ αὐτήν, εἰσὶ πάντοτε καὶ πάντως ἀμειώτως ἐν αὐτῇ καὶ τελείως σωζόμενα, τὰ κατὰ φύσιν διάφορα, τὴν οἱανοῦν παρατροπὴν οὐ παθόντα καὶ σύγχυσιν· οὐκ ἐν οὐσίαις αὐταῖς, οὐ θελήμασιν, οὐκ ἐνεργείαις, οὐκ ἄλλῳ τινὶ φυσικῷ. Πῶς οὖν ἐπικάλυμμα τῆς ἰδίας, οὐκ οἶδ’ ὅπως εὐφήμως εἰπεῖν, καλοφροσύνης, ταύτην τινὲς προφασίζονται· καὶ τὸν σαρκωθέντα Λόγον ἀθέλητον φύσει, καὶ ἀνενέργητον τῷ καθ’ ἡμᾶς, ἤγουν τῷ ἀνθρωπίνῳ, φασί· ἅτε κυρίως ἀψύχου καὶ ἀλόγου τῆς ἐξ ἡμῶν προσληφθείσης οὐσίας ἐν αὐτῷ τυγχανούσης. Τὸ γὰρ ἀνενέργητον, ἀκίνητόν τε καὶ ἄψυχον προδήλως ἐστί· καὶ τὸ μηδεμίαν λογικὴν θέλησιν ἔχον, ἄλογον σαφῶς καὶ ἀνόητον. Καὶ εἰ τούτων χωρὶς κατὰ φύσιν ὑπῆρχεν ὁ σαρκωθεὶς Λόγος τὸ καθ’ ἡμᾶς, πῶς ὅτι καὶ ἄνθρωπος γέγονε πιστευθήσεται; πῶς δὲ μᾶλλον οὐχὶ τραπεὶς τὴν θείαν φύσιν, καὶ σαρκὸς πάθεσιν ἀκουσίως ὑποπεσὼν δειχθήσεται κατ’ αὐτήν; Τῇ γὰρ τῶν φυσικῶν ἀναιρέσει, τὴν τῶν τοιούτων καταδρομήν, Ἄρειός τε καὶ Ἀπολινάριος κατ’ αὐτοῦ πεποιήκασιν.

Ὁ μὲν γάρ, ἄψυχον, ὁ δέ, ἄλογον, ὅπερ ἀνενέργητόν ἐστι καὶ ἀθέλητον, αὐτὸν δογματίσαντες, κτίσμα τοῦτον καὶ ποίημα καθ’ ἑαυτὸν ἐβλασφήμησαν. Ἑκάτερος γὰρ παθητὸν φύσει θεότητος, ἀλλ’ οὐ φύσει σαρκὸς εἶπον τὸν Μονογενῆ· κἂν Ἀπολινάριος ἔτι κατ’ ἀσέβειαν δαψιλευόμενος, καὶ τελείαν τὴν εἰς σάρκα μεταβολὴν κατ’ ἔκπτωσιν καὶ τροπὴν τῆς αὐτοῦ θεότητος ἀπεφήνατο.

Χρὴ τοιγαροῦν εὐσεβοῦντας ἡμᾶς, τὴν τοιαύτην ὁμολογίαν διώσασθαι, καὶ τὴν τῶν ἁγίων Πατέρων κρατύνειν διδασκαλίαν· καὶ δύο φυσικὰ θελήματα κατ’ αὐτούς, καὶ οὐσιώδεις ἐνεργείας, ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὁμολογεῖν. Εἰ γὰρ ἓν ἐπ’ αὐτοῦ θέλημα καὶ μίαν ἐνέργειαν εἴποιμεν, ἢ τοῦτον οὐκ ὄντα φύσει καὶ ἄνθρωπον, ἀλλὰ μόνον Θεόν· ἢ φύσει μόνον ἄνθρωπον, καὶ οὐ Θεόν· ἢ οὔτε ἄνθρωπον οὔτε Θεὸν σαφῶς δογματίσομεν. Οἷον, εἰ μὲν φυσικὸν τὸ θέλημα τυχὸν εἴποιμεν, ἢ θεῖον πάντως, ἢ ἀνθρώπινον τοῦτό ἐστι· καὶ εἰ θεῖον, τὰ θεῖα κατ’ αὐτὸ θελήσει φυσικῶς ὁ Λόγος· Θεὸν φύσει μόνον καὶ συνθελητὴν τῷ ἰδίῳ γεννήτορι δεικνὺς ἑαυτόν, καὶ οὐκ ἄνθρωπον· οὐ γὰρ πέφυκε διὰ τοῦ φύσει θείου, τὸ ἀνθρώπινον φύσει χαρακτηρίζεσθαι· ὥσπερ οὐδὲ διὰ τοῦ κατ’ οὐσίαν ἀνθρωπίνου, τὸ κατ’ οὐσίαν θεῖον γνωρίζεσθαι. Τοῦτο δέ, καὶ εἰ ἀνθρώπινον φῶμεν τὸ θέλημα φύσει, κατὰ τὸ ἀκόλουθον συναχθήσεται.

Εἰ δὲ ὑποστατικόν, τῆς αὐτοῦ μόνης ὑποστάσεως ἔσται χαρακτηριστικόν· καὶ οὔποτ’ ἂν κατ’ αὐτὸ κοινωνήσῃ Πατρὶ καὶ ἡμῖν· τῶν γὰρ ἄκρων ὑποστάσει διαστέλλεται καὶ χωρίζεται. Τὰ αὐτὰ δὲ πάλιν καὶ περὶ ἐνεργειῶν ἔστιν εἰπεῖν.