Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς Νίκανδρον ἐπίσκοπον

Μάξιμος ὁ Ὁμολογητής

Εισαγωγή και έκθεση των αιρετικών αντιλήψεων

Προσφώνηση προς τον επίσκοπο Νίκανδρο και παρουσίαση των κακοδοξιών που αλλοιώνουν το μυστήριο της θείας Οικονομίας αρνούμενες τα φυσικά ιδιώματα της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 5

ΙΣΟΝ Ἐπιστολῆς γενομένης πρὸς τὸν ἁγιώτατον ἐπίσκοπον κύριον Νίκανδρον, παρὰ τοῦ ἐν ἁγίοις Μαξίμου, περὶ τῶν δύο ἐν Χριστῷ ἐνεργειῶν. Αὐτός, θεοτίμητε καὶ παμμακάριε Πάτερ, φερωνύμως ἔχων μετὰ τῆς ἀνδρείας, τὴν κατὰ πάντων ἀφανῶς, ἢ φανερῶς τὴν ἁγίαν τοῦ Θεοῦ καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν πολεμούντων ἐχθρῶν ἱερωτάτην νίκην· καὶ τὸν ὑπὲρ αὐτοῦ ἀειθαλῆ τοῖς χαρίσμασι, καὶ ταῖς ἐνεργείαις τοῦ Πνεύματος ἀμαράντινον στέφανον, ἤδη κατ’ ἐλπίδας λαβὼν παρ’ αὐτοῦ, καὶ ὡς ἐν χερσὶ κτησάμενος τοῦ κατὰ φύσιν ἐφετοῦ, διὰ τῆς πρὸς αὐτὸ τελείας συννεύσεως τὴν μακαρίαν ἀπόλαυσιν· κἀκ τούτου σαφῶς, εἰ καί τις ἄλλος, αὐτοῦ τοῦ Κυρίου κατατρυφῶν, πῶς ποτε, καὶ τίνι τρόπῳ ταύτην προσάπτειν, κἂν λόγῳ ψιλῷ, μή τί γε διὰ τιμίων σου καὶ μακαρίων προσάγειν καταδέχῃ γραμμάτων τῷ ἀδρανεῖ καὶ δειλῷ, καὶ μηδόλως εἰς παράταξιν Θεοῦ, καὶ τὸν αὐτοῦ καὶ ὑπὲρ αὐτοῦ, ἅγιον πόλεμον, τὰς τοῦ νοῦ πρακτικὰς δυνάμεις, ἢ τοὺς κατὰ ψυχὴν ὡσεί τινας δακτύλους χειρῶν, λογισμούς, μέχρι καὶ νῦν δεδιδαγμένῳ κινεῖν, καὶ ταύτῃ τροποῦσθαι γενναίως τοὺς κατέναντι Κυρίου παντοκράτορος ῥήμασί τε καὶ δόγμασιν ἐπαιρομένους· καὶ τῆς ἀγαθῆς γῆς ἐξελαύνειν, ἥτις ἐστὶν αὐτὸς ὁ Κύριος ἡμῶν καὶ Θεός, καὶ ἡ ταυτὸν ὀρθόδοξος πίστις· ἡ ὄντως παγία τῶν εὐσεβῶν δογμάτων ἕδρα καὶ σύστασις· καὶ τῶν ἀρετῶν ἡ ἀένναος καρπογονία καὶ φύσις.

Ἀλλὰ τοῦτο χριστομιμήτως πεποίηκας· ἵνα τὴν τούτου προδήλως εἰς ἐμέ, τὸν γνωμικῶς αὐτοῦ διεστηκότα, καὶ τὴν μακρὰν ἀπ’ αὐτοῦ τῆς κακίας ὥσπερ τινὰ χώραν ἕξιν, ἐμπροθέτως οἰκοῦντα, καὶ τὰ πάθη τῆς ἀτιμίας καθάπερ χοίρους δι’ ἐνεργείας ἐκτρέφοντα, φιλάγαθον ἐπιδειξάμενος κένωσιν, καὶ τῶν ἐνόντων σοι θείων κατορθωμάτων τῷ μεγέθει τῆς συγκαταβάσεως ὑποδείξας τὴν δύναμιν, εἰς ἔφεσιν ταύτης ἐγείρῃς, καὶ πρὸς ἱερόν τινα καὶ μακάριον ζῆλον, ἀτρέπτως στομώσῃς, τῆς πάμπολύ με παρὰ πάντας βαρούσης νωθείας τε καὶ ἀμελείας τὸν φόρτον εἰς δύναμιν ἀποῤῥιψάμενον· καί σε τῆς περὶ ἐμὲ τὸν πτωχὸν σοφῆς οἰκονομίας καὶ προμηθείας χάριν ἀποθαυμάσας, μακάριε, τὴν ἐν πλείοσιν ἔτεσι καὶ ἀρεταῖς θειοτέραις διατήρησιν, σοῦ τοῦ καλοῦ καὶ ἀγαθοῦ ποιμένος τε καὶ πατρός, μετὰ δακρύων, καίτοι λίαν ὑπάρχων ἁμαρτωλός, χαρισθῆναί μοι καὶ πᾶσιν ἐντενῶς καθικέτευσα τὸν Κύριον ἡμῶν καὶ Θεόν· ἵνα ἔχοντές σε μάλιστα νῦν, ὅ τε τῆς φύσει καὶ ὄντως ἀληθείας τὴν πρόῤῥησιν, ἡ κατὰ τὴν ἔκβασιν τῶν πραγμάτων ἀλήθεια σαφῶς ἐπιστώσατο· καὶ θλίψις, οἵα καθάπαξ οὐ γέγονεν ἀπὸ καταβολῆς κόσμου, οὐδ’ οὐ μὴ γένηται, πάντας πανταχῆ διὰ τὰς ἁμαρτίας κατέλαβε· τῇ τε πανσθενεῖ βακτηρίᾳ τῶν θεοπειθῶν προσευχῶν δυναμοῦντά τε καὶ ῥωννύοντα, καὶ τῇ πανιέρῳ σύριγγι τῆς θεοσόφου διδασκαλίας ὁδηγοῦντα καλῶς καὶ φωτίζοντα, καὶ εἰς τόπον χλόης τῆς ἀειζώου τῶν ἀρετῶν ἕξεως κατασκηνοῦντα διὰ τῆς πράξεως· καὶ ἐπὶ ὕδατος ἀναπαύσεως τῆς ἀειβλύστου τῶν ἱερῶν ἐν τοῖς δόγμασι χορηγίας ναμάτων ἐκτρέφοντα διὰ τῆς γνώσεως· καὶ εἰς τόπον ὀχυρὸν καὶ μάνδραν ὑψηλὴν τὴν καθολικὴν Ἐκκλησίαν, καὶ τὸν ταύτην δι’ αἵματος οἰκείου καὶ ζωοποιοῦ κατὰ θέλησιν ἁρμοσάμενον Κύριον ἀσφαλῶς διασώζοντα, τῆς τῶν ἐναντίων ἐλευθερωθῶμεν καταδρομῆς· οἱ προσφόρου καιροῦ τῆς τοῦ παντὸς δραξάμενοι ταραχῆς καὶ συγχύσεως, τὸ μέγα τῆς τῶν ἁπάντων σωστικῆς οἰκονομίας Χριστοῦ τοῦ Θεοῦ καὶ ἀπόῤῥητον, ὡς πάντας αἰῶνας καὶ χρόνους, καὶ τοὺς ἐν αἰῶσι καὶ χρόνῳ φυσικῶς περιγράφον, συγχεῖν μηχανῶνται μυστήριον· οἷα τῆς ἐξ ἡμῶν νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης, ὑπ’ αὐτοῦ κατ’ εὐδοκίαν Πατρὸς καὶ συνέργειαν ἁγίου Πνεύματος προσληφθείσης, καὶ αὐτῷ κατὰ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἑνωθείσης ἁγίας σαρκός, οὐκ ἐχούσης μετὰ τὴν ἕνωσιν τὰ προσόντα κατὰ φύσιν αὐτῇ, δίχα μόνης τῆς ἁμαρτίας· ὅτι μηδὲ τῆς φύσεως ἦν· μᾶλλον δέ, αὐτοῦ τοῦ σαρκωθέντος Λόγου, καὶ δι’ ἡμᾶς ἐνανθρωπήσαντος, τὰ τὴν ἡμετέραν φύσιν οὐσιωδῶς χαρακτηρίζοντα καθ’ ἡ μᾶς τελείως οὐ σώζοντα· ἀλλ’ ἢ ταῦτα πρὸς τὴν ἑαυτοῦ θείαν μετασκευάσαντος φύσιν· καὶ ταύτῃ, τὸ ἐλλιπὲς τῆς οἰκείας θεότητος δείξαντος, δεομένης παρενθήκης τινὸς πρὸς τὴν κατ’ οὐσίαν ἐντέλειαν· ἢ πάμπαν εἰς ἀνυπαρξίαν μεταχωρῆσαι ποιήσαντος, ὡς οὐ λίαν καλά, καὶ τῆς αὐτοῦ δημιουργίας τὸ ἔργον ἐξαφανίσαντος τῷ μὴ κατὰ λόγον τινὰ καὶ σοφίαν αὐτὰ ποιῆσαι, καὶ ἑνῶσαι πρὸς ἑαυτὸν καθ’ ὑπόστασιν· ἐπεὶ πῶς, τὸ λόγῳ καὶ σοφίᾳ γενόμενον, ἐν αὐτῷ τῷ λόγῳ καὶ τῇ σοφίᾳ καθ’ ἕνωσιν ἀδιασπάστως οὐ σώζεται;

ἢ πῶς σωζόμενον καὶ μετὰ τὴν ἕνωσιν, οὐχ ὁμολογεῖται; καὶ δι’ ἥντινα αἰτίαν, ἵνα διὰ τῆς ὁμολογίας ὅτι γέγονεν ἄνθρωπος ὁ φύσει Θεὸς πιστευθῇ κατ’ ἀλήθειαν; Ἢ τυχὸν οὐδὲ τὴν ἀρχὴν αὐτὰ τὰ φύσει προσόντα τῇ φύσει προσλαβὼν μετὰ τῆς φύσεως;

Ἀλλὰ ἄψυχόν τινα καὶ ἄλογον, καὶ οὐδαμῶς ἐξ ἡμῶν, ἢ ἡμῖν ὑπάρχουσαν ὁμοούσιον σάρκα λαβών· ἢ οὐδὲ λαβών, ἀλλ’ ἄνωθεν καὶ ἀπ’ ἀρχῆς συνουσιωμένην αὐτῷ κατενέγκας, ἥνωσεν ἑαυτῷ· καὶ τὴν δι’ ἡμᾶς καὶ πρὸς ἡμᾶς οἰκονομίαν ἐφάντασεν, ἀνθρωπίνῳ σχήματι προσπελάσας ἡμῖν, ἀλλ’ οὐκ ἀνθρωπίνῃ φύσει προσομιλήσας, ἵνα τὸ γένος ἅπαν τοῦ παλαιοῦ παραπτώματος ἀνασώσηται, καὶ τοῦ δι’ αὐτὸ κατακρίματος ἐλευθερώσῃ.