Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς Νίκανδρον ἐπίσκοπον

Μάξιμος ὁ Ὁμολογητής

Η φυσική κίνηση της σάρκας και η αναίρεση της δοξασίας περί μίας ενέργειας

Ανάπτυξη επιχειρημάτων για την αναγκαιότητα της φυσικής ενέργειας της σάρκας στο σωτηριώδες έργο και κατάδειξη των θεολογικών αδιεξόδων της διδασκαλίας περί μίας και μόνης ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 5

Ἵνα δὲ καὶ διὰ Κυρίλλου τοῦ σοφοῦ δειχθῇ, ὡς οὐ φύσει μίαν, ὥσπερ οὐδὲ φύσιν, ἡ σὰρξ εἶχε πρὸς τὸν Λόγον ἐνέργειαν, εἰ καὶ συγγενὴς γέγονεν πρὸς αὐτόν, τῷ θεωθῆναι διὰ τὴν ἕνωσιν, ἀκούσωμεν τί διέξεισι, τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἑρμηνεύων, ἐν τῇ δευτέρᾳ βίβλῳ τῆς ἐξομολογήσεως. Διὰ τοῦτο φησὶν ἐνεργεῖν ἐν Πνεύματι Θεοῦ. Καὶ γάρ τοι κατὰ τὸ ἀληθές, οὐ σαρκὸς ἐνέργεια φυσικὴ καὶ ἀνθρωπότητος δύναμις, παραλύει τὸν Σατανᾶν, καὶ καταισχύνει τὸν Βεελζεβούλ· ἐπεὶ διδασκέτω σέ τις παρελθών, εἰ βούλεται, τί τὸ κωλύον τοῖς ἐθέλουσι προκεῖσθαι τὴν ἐξουσίαν τὴν κατὰ πνευμάτων ἀκαθάρτων.

Ἰδού, εἰ τοῦτο ἐνεργεῖ σαρκὸς φύσει· πάντες γὰρ ἐσμὲν ἐν σαρκί, καὶ εἷς κατὰ πάντων ὁ τῆς ἀνθρωπότητος λόγος· ἀλλ’ οὔτε σαρκὸς ἔργον ἰδικῶς, οὔτε μὲν ἀνθρωπότητος, τὸ κατισχύσαι πνευμάτων, ἐπεὶ μὴ πάντες ἰσχύουσιν· ἐνεργείας δὲ μᾶλλον ὁρᾶται τὸ κατόρθωμα διὰ τοῦ Πνεύματος. Οὐκοῦν ἀληθὲς εἴρηκεν ὁ Πατήρ, καθὸ νοεῖται σὰρξ καὶ ἄνθρωπος, ὅτι Πνεύματος ἔργον ἦν, καὶ οὐχὶ τῆς σαρκός, ἤγουν ἀνθρωπότητος, ἡ κατὰ τῶν δαιμόνων ἰσχύς. Ἅγιον μὲν γὰρ ὁμολογουμένως ἐστὶ τὸ σῶμα τοῦ Κυρίου, καὶ πᾶσαν ἔχον κατὰ πάσης νόσου τὴν δύναμιν· ἀλλ’ ἦν τε, καί ἐστιν ἅγιον, οὐκ ἐπείπερ ἁπλῶς νοεῖται σάρξ, ἐν μόνοις οὖσα τοῖς ἰδίοις λόγοις, ἀλλ’ ᾗ ἐστι ναὸς τοῦ κατοικοῦντος ἐν αὐτῇ Θεοῦ Λόγου, ἁγιάζοντος τὴν ἰδίαν σάρκα διὰ τοῦ ἰδίου Πνεύματος.

Ὥστε, ᾗ φησιν ὁ θεῖος οὗτος ἀνήρ, κατὰ τὸ ἀληθές, οὐ σαρκὸς ἐνέργεια φυσική, καὶ ἀνθρωπότητος δύναμις παραλύει τὸν Σατανᾶν· οὐδὲ τοῦτο ἐνεργεῖ σαρκὸς ἡ φύσις· ἐπεὶ καὶ πάντες ἄνθρωποι ἐν σαρκὶ ὄντες, καὶ εἷς κατὰ τὸν τῆς ἀνθρωπότητος λόγον, ἑλόμενοι ἂν ἐνεργεῖν, καὶ τὴν κατὰ πνευμάτων εἶχον ἰσχύν. Ταῦτα γοῦν διδάξας σαφῶς παρέστηκε, καὶ τῶν ἰδίων ἑρμηνευτὴς γέγονε λόγων, ὡς τῷ ἐνοικεῖν, ὅπερ ἐστὶν ἡνῶσθαι καθ’ ὑπόστασιν μίαν, ἀλλ’ οὐ τῷ σὰρξ ὑπάρχειν, ἐν μόνοις οὖσα τοῖς ἰδίοις λόγοις, ἁγία ἐστὶ καὶ ζωοποιός, κατὰ πάσης νόσου τὴν δύναμιν ἔχουσα. Φυλάξωμεν τοιγαροῦν καὶ ἡμεῖς κατὰ τὴν τῶν ἁγίων ὑφήγησιν, τόν τε τῆς διαφορᾶς λόγον ἀλώβητον, τὰς φύσεις αὐτάς, καὶ τὰ προσόντα κατ’ οὐσίαν αὐταῖς διασώζοντα καὶ μετὰ τὴν ἕνωσιν· καὶ τὸν τῆς οἰκονομίας τρόπον παντελῶς ἀδιάσπαστον, τὴν ἄκραν τῶν ἡνωμένων συμφυΐαν ἑνοειδῶς συντηροῦντα· καὶ τὴν πᾶσαν ἡμῶν ἐξελάσωμεν διαίρεσίν τε καὶ σύγχυσιν.

Εἰ δὲ μὴ οὕτως τὰς μοναδικῶς εἰρημένας τοῖς ἁγίοις φωνάς, τήν τε Θεανδρικὴν καὶ τὴν Μίαν τε καὶ συγγενῆ, κατὰ τὸν τῆς ἑνώσεως λόγον εὐσεβῶς ἐκδεξώμεθα καὶ νοήσωμεν, ἀλλ’ ἢ ταύτην ὡς φυσικήν, ἢ πάλιν ὑποστατικὴν ὑπολάβωμεν, φύσιν μίαν ἐξ ἀνάγκης τὸν Χριστὸν δογματίσομεν· μηδετέρας τῶν ἐξ ὧν συνέστηκε τὸ παράπαν μετέχουσαν, ὅτι μηδεμία κατὰ φύσιν ὑπάρχει Χριστός. Φύσις γὰρ πρὸς φύσιν οὐκ ἂν κοινωνήσῃ κατὰ φύσιν ποτ’ ἄν· ἀλλ’ ἀμέτοχος, πάντη κατ’ οὐσίαν πρὸς πᾶσάν ἐστι διάφορος· τοῦτο μὲν ἡμῖν συναχθήσεται, φυσικὴν τὴν ἐνέργειαν λέγουσι· εἰ δὲ πάλιν ὑποστατικήν, ἀλλοτριώσομεν αὐτὸν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος κατὰ τὴν ἐνέργειαν. Οὐδενὶ γὰρ χαρακτηριστικῷ τῆς ἰδίας ὑποστάσεως, κοινωνήσοι ποτ’ ἂν Πατρὶ καὶ Πνεύματι ὁ Υἱός.

Μηδαμῶς τοιγαροῦν βουληθῶμεν φυσικὴν ἢ ὑποστατικὴν ἐπ’ αὐτοῦ τοῦ σαρκωθέντος Λόγου, καὶ τελείως ἐνανθρωπήσαντος ὁμολογεῖν τὴν ἐνέργειαν. Οὐδεὶς γὰρ τῶν ἀπὸ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς καταβάσεως μέχρι νῦν ἁγίων Πατέρων, φυσικὴν ἢ ὑποστατικὴν ὁμολογεῖν ἐνέργειαν ἐπ’ αὐτοῦ παραδέδωκεν· ἀλλ’ οὐδὲ μίαν ῥητῶς, ὡς ἐμὲ γινώσκειν, ἢ μόνον Κύριλλος ὁ θεσπέσιος· ἣν ὥσπερ ὁλοψύχως δεχόμεθα, καίπερ αὐτοῦ μόνου τυγχάνουσαν, τῆς ἑνώσεως χάριν· πῶς οὐχὶ καὶ τὰς τῶν ὅλων σχεδὸν ἁγίων Πατέρων, καὐτοῦ δὲ πάλιν δέχεσθαι περιχαρῶς προσήκει δυϊκὰς φωνάς, τῆς φυσικῆς ἕνεκεν διαφορᾶς· ἵνα μὴ τῆς περὶ τὴν μίαν καὶ μόνον αὐτοῦ λέξιν προσκλήσει καὶ παραδοχῇ, τούτου τε καὶ ἄλλων ἁγίων τὴν ἐκβολὴν καὶ τὴν ἀκυρωσίαν τῶν λόγων ποιήσωμεν· ὡς μὴ ἄλλου τινὸς αὐτῶν, ἢ μόνου Κυρίλλου τὴν εὐσεβῆ τοῦ κηρύγματος πιστευθέντος ἀκρίβειαν· καὶ ταύτην οὐκ ἐν τοῖς ἄλλοις λόγοις αὐτοῦ, τοῖς τὴν διαφορὰν δηλοῦσιν, ἀλλ’ ἢ μόνον ἐν τῇ μίᾳ καὶ συγγενεῖ ἐνεργείᾳ.

Ἄλλως τε, πῶς μίαν ἁπλῶς ἐπὶ Χριστοῦ τοῦ Θεοῦ τινές φασι τὴν ἐνέργειαν; Ἀνάγκη γὰρ ἢ τῶν αὐτοῦ ταύτην ὑπάρχειν μερῶν, ἢ αὐτοῦ πάντως ὡς ὅλου. Ἀλλ’ εἰ μὲν τῶν μερῶν, μερισθήσεται πρὸς ἄμφω δηλαδὴ τεμνομένη· τοῦτο δὲ πάσχουσα, λυθήσεται πάντως, καὶ συνδιαλύσει τὰ κατ’ αὐτὴν ἡνωμένα. Εἰ δὲ τοῦ ὅλου, τῶν ἐναντίων ἔσται δεκτική, θνητὴ καὶ ἀθάνατος οὖσα, κτιστὴ καὶ ἄκτιστος, περιγραπτὴ καὶ ἀπερίγραφος. Καὶ εἰ τοῦτο, καθ’ ἕξιν καὶ στέρησιν οὖσαν καὶ μὴ οὖσαν τὴν οἰκείαν ὁ Χριστὸς εἶχεν ἐνέργειαν· δι’ ἥν, ὡς κατ’ αὐτὴν προσφυῶς ἐνεργῶν, τῶν ἐναντίων κατὰ τὸ αὐτὸ δεκτικός· ἀλλ’ οὐ κατ’ ἄλλο καὶ ἄλλο· οὗ τί δυσσεβέστερον;

Τὸ αὐτὸ δὲ καὶ περὶ θελήματος ἔστιν εἰπεῖν. Πῶς δὲ ἄρα συνεργάτιν τὴν οἰκείαν ὁ Λόγος παρελάμβανε σάρκα, κατὰ Κύριλλον τὸν σοφόν, οὐκ ἔχουσαν τὴν κατὰ φύσιν ἐνέργειαν; Τὸ γὰρ μὴ ἔχον ἐνέργειαν μήτε κίνησιν φυσικήν, νεκρὸν πάντως καὶ ἄψυχον· καὶ τίνι λόγῳ προσίετο τὸ νεκρὸν εἰς συνέργειαν;

Τὸ γὰρ ἀνενέργητον, τῇ παντελεῖ ἀκινησίᾳ καταργεῖ. Πῶς δὲ ταύτην ἐδείκνυε ζωοποιεῖν δυναμένην, ὡς αὐτὸς πάλιν Κύριλλος ἐξεπαίδευσε, διὰ τῶν κατὰ φύσιν αὐτῆς κινημάτων· οἷον τῆς ἁφῆς, τῆς φωνῆς, τοῦ περιπάτου, τούτων οὐκ ὄντων αὐτῆς, ἢ ἐν αὐτῇ κατ’ οὐσίαν. Εἰ γὰρ αὐτῆς κατ’ οὐσίαν, φυσικὴν πάντως ἡ σὰρξ εἶχεν ἐνέργειαν· ἐνεργείας γὰρ αὐτῆς οὐσιώδους ἐστίν, ἥ τε κίνησις τῶν χειρῶν καὶ τῶν ποδῶν, καὶ ἡ κατὰ τὴν προφορὰν φωνή. Εἰ δὲ οὐκ αὐτῆς κατὰ φύσιν ταῦτα, ζωοποιεῖν δυναμένην ταύτην ὁ Σωτὴρ οὐκ ἀπέδειξε.