Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς Νίκανδρον ἐπίσκοπον

Μάξιμος ὁ Ὁμολογητής

Επίλογος και επισυναπτόμενο σχόλιο

Κατακλείδα της επιστολής με αίτημα θεολογικού ελέγχου προς τον επίσκοπο και παράρτημα σχετικά με τη θεολογική έννοια της καθ' υπόστασιν ενώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 5

Ταῦτα μικρὰ ἐκ πολλῶν, ὑμῶν τε καὶ τῶν καθ’ ὑμᾶς θεοσόφων ἁγίων παιδευθεὶς διδαγμάτων, δ’ τὴν ἱερωτάτην ὑμῶν κέλευσιν, ἐθάῤῥησα διὰ τοῦδε τοῦ μετρίου γράμματος χαράξαι, καὶ τῶν ὑπὲρ δύναμιν κατατολμῆσαι, μικρὸς ὢν καὶ εὐτελής· καὶ μήτε νοῦν εὔστοχον εἰς ἐπιβολήν, μήτε λόγον εὔεικτον εἰς σαφήνειαν, μήτε ἦθος εὔκοσμον εἰς τὴν τῶν κρειττόνων ἐξάνεσιν ἔχων· ἀλλὰ μᾶλλον χάριτι, διὰ τῆς μεσιτείας ὑμῶν σκεπαζόμενος ὑπὸ τοῦ παναγάθου Θεοῦ, καὶ καλύπτοντος τὰ πλήθη τῶν ἐμῶν ἁμαρτημάτων. Δυσωπῶ δὲ μετὰ δακρύων, τοῖς τιμίοις ὑμῶν ὡς παρὼν προκαλινδούμενος ἴχνεσιν, ἐπειδὴ ὑμᾶς κατέστησε τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ψυχῶν καὶ σωτῆρας, μὴ κατοκνῆσαι ἐν οἷς οὐχ ἠκριβωμένως γέγραφα, φιλάγαθον ποιήσασθαι τὴν διόρθωσιν· ἵν’ ἐκ τούτου μεσίτας Θεοῦ μᾶλλον, ἢ μιμητὰς ἑαυτοὺς ἀναδείξηται· τὸν ἐπὶ πάντας αὐτοῦ φωτισμόν, καὶ τὸ ἔλεος· οὐ μόνον ἕξει λαχόντες, ἀλλὰ καὶ ἀξίᾳ παρέχοντες· ᾧ καὶ παραθέσθαι τὴν ἐμὴν τοῦ πένητος καὶ πτωχοῦ ἀσθένειαν καθικετεύω, πρὸς τὸ σκεπασθῆναι τῆς τὸ πᾶν νεμομένης διὰ τὰς ἐμὰς ἁμαρτίας, ὁρατῆς τε καὶ ἀοράτου, φλογός· καὶ εἰς τὴν δρόσον τῆς τε παναγίας αὐτοῦ καὶ ὀρθοδόξου πίστεως, καὶ τῆς ἱερᾶς ἀρετῆς διὰ παντὸς ἐπαναπαύεσθαι καὶ φρουρεῖσθαι. Ἀμήν.

ΣΧΟΛΙΟΝ. Ἴδε σοι τὸ ἄπορον λέλυται. Προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν καὶ ἓν ἐκ δύο τῶν ἐναντίων, εἰπὼν ὁ μέγας, διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν· ἀλλ’ οὐ φύσιν τὸ ἓν ἐξεδέξατο.