Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς τὸν αὐτὸν Θωμᾶν βʹ

Μάξιμος ὁ Ὁμολογητής

Ερμηνεία της τριαδολογικής διδασκαλίας του αγίου Γρηγορίου του Θεολόγου

Ανάλυση του θεολογικού χωρίου σχετικά με την κίνηση της Μονάδος, την υπέρβαση της Δυάδος και την τελική κατάληξη στην Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 5

Τοῦ ἁγίου Γρηγορίου ἐκ τοῦ περὶ Υἱοῦ πρώτου λόγου, εἰς τὸ Διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς <εἰς δυάδα> κινηθεῖσα, μέχρι τριάδος ἔστη. Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου Εἰρηνικοῦ, εἰς τὸ Μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης (ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος, ἐξ ὧν τὰ σώματα), τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον.

Ἐπειδὴ συναρμοσθῆναί σοι τὰς ἐν τούτοις διαφόρους τοῖς λόγοις αἰτίας τῆς κινήσεως τῆς ὑπερανάρχου μονάδος ἐκέλευσας, καὶ τὸν νοῦν κάμνοντα παῦσαι τῆς ἐπ’ αὐταῖς ἀπορίας, ἐγὼ δέσποτα θεοτίμητε, μίαν ὁρῶ, καίτοι τὴν ψυχῆς ὄψιν ἀφῃρημένος διὰ τὸ πάχος τῆς διανοίας, καὶ τὴν αὐτὴν αἰτίαν δι’ ἀμφοῖν νοουμένην, ἣν αὐτὸς σαφῆ τε καὶ τρανὴν καὶ μηδὲν ἔχουσαν γριφῶδες καθίστησιν ὁ διδάσκαλος, ἐν μὲν τῷ περὶ Υἱοῦ λόγῳ φάσκων· Ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον, μοναρχία δὲ, οὐχ’ ἣν ἓν περιγράφει πρόσωπον (ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι), ἀλλ’ ἣν φύσεως ὁμοτιμία συνίστησι, καὶ γνώμης σύμπνοια, καὶ ταυτότης κινήσεως, καὶ πρὸς τὸ ἓν, <τῶν ἐξ αὐτοῦ σύννευσις> ... … [...]π’ ἀμφοῖν ταύτην εἶναι φημὶ τῆς κινήσεως, τὴν ἀνθρωπίνην περὶ τοῦ πῶς ἡ μονὰς τριάς ἐστι γνῶσιν, ἀδυνατοῦσαν συνημμένως ἰδεῖν τόν τε τοῦ εἶναι λόγον, καὶ τὸν τοῦ πῶς ὑφεστάναι τῆς θεότητος τρόπον κατὰ τὴν ἅμα συνέκφανσιν.

Μονὰς οὖν κινεῖται διὰ τὸ πλούσιον, ἵνα μὴ πένης εἴη θεότης, ἰουδαϊκῶς συστελλομένη τῇ τοῦ ἑνὸς προσώπου περιγραφῇ, ὑπερβαίνεται δὲ δυὰς, ἵνα μὴ σῶμα τὸ θεῖον ὑποληφθῇ, ἐν ὄγκῳ καὶ εἴδει καὶ ἐπιφανείᾳ καὶ σχήματι θεωρούμενον, ὁρίζεται δὲ τριὰς διὰ τὸ τέλειον, ἵνα μὴ στασιαστικὸν εἴη τὸ θεῖον, ἑλληνικῶς ἐν πλήθει μυθολογούμενον.

Ἐκεῖνο γὰρ φύσει μονώτατον τέλειον, τὸ ἀσύνθετον καὶ ἀσκέδαστον, καὶ φεῦγον ἐφίσης τό τε καθ’ ὑπόστασιν μοναδικὸν, καὶ τὸ καθ’ ὕλην δυϊκὸν, καὶ τὸ κατ’ οὐσίαν πληθυντικόν· ὅπερ καὶ διὰ τοῦ πεμφθέντος τόμου συνοπτικῶς ἐμφήνας εἶπον· «Ταυτὸν γάρ ἐστιν ὑπερβαθῆναι δυάδα, καὶ μὴ στῆναι μέχρι δυάδος, καὶ πάλιν ὁρισθῆναι τριάδα, καὶ μέχρι τριάδος στῆναι τῆς μονάδος τὴν κίνησιν, εἴπερ μοναρχίαν πρεσβεύομεν, οὐκ ἀφιλότιμον, ὡς ἑνὶ προσώπῳ περιγεγραμμένην, ἢ πάλιν ἄτακτον, ὡς εἰς ἄπειρον χεομένην, ἀλλ’ ἣν ὁμότιμος φύσει τριὰς, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα συνίστησιν ἅγιον». Καὶ πάλιν· «Εἴπερ μονὰς, ἀλλ’ οὐ δυὰς, καὶ τριὰς, ἀλλ’ οὐ πλῆθος ἡ θεότης, ὡς ἄναρχος, ἀσώματός τε καὶ ἀστασίαστος».

Οὐδὲν οὖν οἰκονομήσας ἀπέκρυψα τῶν ἀπορηθέντων πάτερ ἡγιασμένε, λόγῳ τινὶ μυστικωτέρῳ κρείττοσιν ἀκοαῖς ταμιευσάμενος (τίς γὰρ σοῦ τῶν θείων ἢ χωρητικώτερος ἢ ἐξαγγελτικώτερος;), ἀλλὰ πάντα κατὰ τὴν ἐμὴν ἐξεῖπον δύναμιν, κἂν ὁ παρ’ ἐμοὶ λόγος διὰ πενίαν ὡς ἔδει τὸ προταθὲν οὐκ ἐπλάτυνεν.