Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς τὸν αὐτὸν Θωμᾶν βʹ

Μάξιμος ὁ Ὁμολογητής

Χριστολογική προσέγγιση της ενώσεως των δύο φύσεων

Επεξήγηση της καθ' υπόστασιν ενώσεως στον Χριστό, με έμφαση στη διατήρηση των δύο τελείων φύσεων και των ουσιωδών κινήσεών τους, και παράλληλη αναίρεση των θέσεων του Απολιναρίου και του Σεβήρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 5

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ Διὰ μέσου νοὸς ὁμιλήσας σαρκὶ, καὶ γενόμενος ἄνθρωπος, ὁ κάτω θεὸς, ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος. Οὐ δὲ τοῦτο πάτερ ἡγιασμένε παρέδραμον ἀνεξέταστον, ἀλλὰ καὶ τούτου κατὰ τὴν ἐνοῦσάν μοι δύναμιν, καὶ τὸ τῆς διανοίας χωρητικὸν, ἐποιησάμην ἐν τῷ πεμφθέντι χάρτῃ τὴν δέουσαν βάσανον, εἰπών· «Αὐτὸς οὖν κυρίως δίχα τροπῆς πρὸς τὸ καθ’ ἡμᾶς φύσει παθητὸν κενωθεὶς ὁ Λόγος, καὶ ὑπὸ τὴν φυσικὴν ἀληθῶς διὰ σαρκώσεως γενόμενος αἴσθησιν, θεὸς ὁρατὸς, καὶ κάτω θεὸς προσηγορεύθη, διὰ σαρκὸς φύσει παθητῆς τὴν ὑπεράπειρον ἐμφανῆ ποιησάμενος δύναμιν, ἐπειδὴ συνανεκράθη θεῷ προδήλως ἡ σὰρξ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος, ὑποστατικῇ ταυτότητι κυρίως αὐτὴν τοῦ προσλαβόντος Λόγου θεώσαντος».

Πῶς οὖν ἦν ἐμοὶ δυνατὸν ἑτέρως, δοῦλε θεοῦ, λόγῳ τὲ καὶ διανοίᾳ πτωχεύοντι, τὸν περὶ τούτου τρανότερον ποιήσασθαι λόγον; Εἶπον γὰρ ὅτι σὰρξ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος. Καὶ τίνι λόγῳ πάλιν, πῶς τὲ καὶ πόσον ἡ ἐκνίκησις γέγονεν δεικνὺς ἐπήγαγον, «ὑποστατικῇ ταυτότητι» φάμενος «κυρίως αὐτὴν τοῦ προσλαβόντος Λόγου θεώσαντος», ἵνα παραστήσω σαφῶς ὅτι τῷ λόγῳ τῆς ὑποστατικῆς ταυτότητος πεποίηκεν σαρκωθεὶς τὴν ἐκνίκησιν ὁ Λόγος· πῶς τὲ καὶ πόσον, ὅτι «κυρίως» καὶ ὅσον θεῶσαι τὸ προσληφθὲν καθ’ ὑπόστασιν. Εἰ γὰρ σπορὰ γέγονε τῆς οἰκείας σαρκὸς, δίχα τροπῆς κενωθεὶς ἀφράστως ὁ Λόγος, αὐτὸν δηλονότι προσληφθεῖσα κυρίως ἡ σὰρξ ἔσχεν ὑπόστασιν, τῷ κατ’ αὐτὴν λόγῳ (φημὶ τὴν ὑπόστασιν) πρὸς αὐτὸν μὴ διαφέρουσα. Εἰ δὲ κατὰ τὴν ὑπόστασιν πρὸς τὸν Λόγον ... … ... τῶν ἀνθρωπίνων πεῖραν εἰληφέναι πιστεύων τὸν κύριον καθ’ ὁμοιότητα τὴν ἡμετέραν χωρὶς μόνης ἁμαρτίας.

Κατ’ ἄλλον γὰρ λόγον, οὐσιωδῶς χαρακτηρίζοντα τὴν προσληφθεῖσαν φύσιν, τὴν ἐκνίκησιν γεγενῆσθαι, λέγειν οὐκ ἀσφαλὲς, ἵνα μὴ τὴν ἐν ποιότητι φυσικῇ διαφορὰν τῆς νοερῶς ἐψυχωμένης σαρκὸς ἀγνοήσωμεν μετὰ τὴν ἕνωσιν, ἐκνικηθεῖσαν ὑπὸ τοῦ κρείττονος, καὶ μηδὲν τῆς οἰκείας τεκμήριον παρεχομένην ὑπάρξεως. Ὅπερ Σευῆρος οἰηθεὶς ὁ τοῦ δυσσεβοῦς Ἀπολιναρίου μαθητὴς δυσσεβέστερος, μίαν φύσιν τὸν Χριστὸν ἐδογμάτισεν σύνθετον, καὶ μίαν αὐτοῦ τὴν ἐνέργειαν, Πατρὸς τὲ καὶ μητρὸς ἐν τούτοις αὐτὸν φανερῶς ἀλλοτριώσας κατά τε τὴν φύσιν καὶ τὴν ἐνέργειαν. Εἰ γὰρ σύνθετος φύσις κατὰ Σευῆρον ἐστὶν ὁ Χριστὸς, καὶ φύσει πάντως σύνθετος ἐστὶν ὁ Χριστός. Εἰ δὲ φύσει σύνθετος ὁ Χριστὸς, ἄρα καὶ φύσει Χριστὸς ἐστὶν ὁ Χριστός. Εἰ δὲ φύσει κατὰ Σευῆρον Χριστὸς ἐστὶν ὁ Χριστὸς, οὔτε τῷ Πατρὶ οὔτε τῇ μητρὶ ἐστὶν ὁμοούσιος, εἴπερ μὴ φύσει Χριστὸς ὁ Πατὴρ, ἢ φύσει Χριστὸς ἡ μήτηρ, καὶ φύσις ἔσται μεταίχμιος ὁ Χριστὸς, κατάλληλον ἔχουσα τὴν ἐνέργειαν, οὐσιωδῶς αὐτὴν χαρακτηρίζουσαν, ὅπερ ἀμήχανον.

Μέσην γὰρ τινὰ τούτων φύσιν, θεοῦ δηλαδὴ καὶ ποιήματος, ἤτοι μηδετέρου μετέχουσαν, ἢ ἐξ ἀμφοῖν σύνθετον, οὐ δ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. Διατοῦτο μήτε τὴν ἕνωσιν ἀγνοήσωμεν, ἵνα μὴ λάβῃ χώραν ἡ Νεστορίου διαίρεσις, ξένης εἰδωλολατρείας ἡμῖν γινομένη δημιουργὸς, μήτε τὴν διαφορὰν ἀθετήσωμεν, ἵνα μὴ σχοίη παρείσδυσιν ἡ προπετὴς Ἀπολιναρίου συναίρεσις, προσφάτου φύσεως ἡμῖν ἐπεισάγουσα γένεσιν, ἀλλὰ τὴν μὲν, εὐσεβῶς ἐν τῇ ταυτότητι τῆς τῶν οὐσιωδῶς διαφερόντων γνωρίσωμεν μιᾶς ὑποστάσεως, τὴν δὲ, ἐν τῇ ἑτερότητι τῆς τῶν καθ’ ὑπόστασιν ἡνωμένων ὁμολογήσωμεν φυσικῆς ἰδιότητος, μηδὲν θατέρου φυσικὸν ὑποτέμνοντες ἢ παρακλέπτοντες ἢ παραφθείροντες, ἵνα μὴ τὸν τοῦ εἶναι τὲ καὶ πεφυκέναι λόγον κατά τι λωβώσαντες, τὸ πᾶν ἐλλείψωμεν (ἀτελοῦς γὰρ φύσεως λόγος οὐδείς), καὶ κατακριθῶμεν ἀτελοῦς σωτηρίας μοῖραν λαχεῖν, ἢ τῆς ὅλης τελείως ἐκπεσεῖν, δι’ ὑποστολὴν ἢ ἄγνοιαν παθόντες ἢ δράσαντες καθ’ ἑαυτῶν ταύτης τὴν ἀλλοτρίωσιν.

Ὁ γὰρ φύσει θεὸς, γενόμενος φύσει κατ’ ἀλήθειαν ἄνθρωπος, ὅλως ἐστὶ θεὸς ἀληθῶς, καὶ ὅλως ἐστὶν ἄνθρωπος ἀληθῶς, πάντα δι’ ὅσων καταλαμβάνεται φυσικῶς, τούτων ἑκάτερον ἔχων ἀνελλιπῶς, πλὴν τῆς ἁμαρτίας, ἣν νοῦς παρὰ φύσιν ἐφεῦρεν κινούμενος, ἐπεὶ οὐδέτερον τούτων ἐστὶν ἀληθῶς, εἴπερ ἐλλιπῶς καθ’ ἑκάτερον ἔχων πιστεύεται. Εἰ δὲ ἄμφω κυρίως ἐστὶν, ὡς πάντα δι’ ὅσων θεωρεῖται φυσικῶς, τούτων ἑκάτερον ἔχων ἀνελλιπῶς, ὡς ἀπεδόθη γεγενῆσθαι νοήσωμεν τὴν ἐκνίκησιν, πιστεύοντες ὅτι κατ’ ἀλήθειαν ὁ τοῦ παντὸς ποιητὴς, ἀτρέπτου μεινάσης αὐτοῦ τῆς θεότητος, ἐν μήτρᾳ παρθενικῇ συλληφθεὶς ὡς ἠθέλησεν, οἰκείαν τὴν προσληφθεῖσαν ἐποιήσατο φύσιν, ὑπόστασις αὐτῆς ἀφράστως ἐξ αὐτῆς γενόμενος τῆς συλλήψεως· καθ’ ἣν (φημὶ δὲ τὴν φύσιν) ἐκ μητρὸς γεννηθεὶς αὐτὸς ὁ πρὸ παντὸς αἰῶνος ἐκ Πατρὸς γεγεννημένος, ἄνθρωπος ἦν ἀνελλιπῶς ἔχων κατὰ τὴν φύσιν, ὥσπερ καὶ θεός.

Εἰ δὲ φύσει καθ’ ἑκάτερον τούτων ὁ αὐτὸς εἶχεν ἀνελλιπῶς (κατ’ ἄμφω γὰρ τέλειος), δῆλον ὅτι μετὰ τῶν φύσεων ὧν αὐτὸς ὑπόστασις ἦν, καὶ τὰς αὐτῶν οὐσιώδεις εἶχεν κινήσεις ὧν αὐτὸς ἕνωσις ἦν, ὡς αὐτοῦ φυσικὰς, τρόπῳ τῷ καθ’ ἕνωσιν ἀσυγχύτως ἀλλήλαις συμφυείσας, ὧν χωρὶς οὐ δὲ τί, τίς τὲ καὶ πῶς ὢν ἐγνωρίζετο, κἂν Ἀπολινάριος καὶ Σευῆρος ἐξέλειπον, ἐλλείψεις ποιούμενοι τῶν φυσικῶν τῆς νοερῶς ἐψυχωμένης αὐτοῦ σαρκὸς ἰδιωμάτων, ἵνα μόνην τὴν ἐν σχήματι σαρκὸς ψιλὴν διαμόρφωσιν, ἢ κλῆσιν εἰπεῖν οἰκειότερον, μανιχαϊκῶς τῷ θεῷ περιθέντες, τῆς ἀληθείας αὐτὸν δείξωσιν ἐστερημένον τοῦ πράγματος.

Ἐκ τῆς εἰς τὴν πρὸς Γάϊον ἐπιστολὴν τοῦ ἁγίου Διονυσίου ἐξηγήσεως, εἰς τὸ «καὶ τὰ λοιπὰ πάντα, οἷς, αὐτουργικῶς ψυχῆς δίκην φυσικῶς τὸ συμφυὲς σῶμα κινούσης, τὴν προσληφθεῖσαν φύσιν κινῶν, ὡς αὐτοῦ καὶ γενομένην ἀληθῶς καὶ λεγομένην, ἢ κυρίως εἰπεῖν, αὐτὸς δίχα τροπῆς τοῦθ’ ὅπέρ ἐστιν πραγματικῶς ἡ φύσις γενόμενος, ἀφαντασιάστως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πεπλήρωκεν».