Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Ἐπιστολὴ πρὸς τὸν αὐτὸν Θωμᾶν βʹ

Μάξιμος ὁ Ὁμολογητής

Η σημασία της νοερής ψυχής και η ανασκευή των αιρετικών αντιλήψεων

Αναλύεται η μεσιτεία της νοερής ψυχής στη σωτηριώδη οικονομία και καταδικάζονται όσοι πρεσβεύουν μία φύση και κίνηση, προβάλλοντας την απόλυτη αξία της ορθόδοξης ομολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 5

Ἄγαμαί σε τῆς σοφίας, ὄντως ἠγαπημένε, καὶ οὔποτε παύσομαι τὸ στερρὸν ταύτης καταπληττόμενος.

Ἐρωτῶν γὰρ διδάσκεις, καὶ μαθητιῶν σοφίζεις, καὶ χθαμαλούμενος ἀνάγεις, καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατορθοῖς, τὴν σωτήριον τοῦ κυρίου καὶ φιλάνθρωπον ἐν πᾶσιν τὲ καὶ πρὸς πάντας ἐκμιμούμενος κένωσιν· παρ’ οὗ τὸ πνεῦμα λαβὼν τῆς πραότητος, ἄπταιστον διδασκαλίαν, καὶ ταύτην πεποίηκας τὴν ἐρώτησιν, εἰπών· «Πότερον πᾶσαν ἁπλῶς ἐπὶ Χριστοῦ τὴν κίνησιν, μίαν εἶναι καὶ θείαν φαμὲν, ἢ κἀνταῦθα τῆς μεσιτευούσης τῷ θεῷ Λόγῳ καὶ τῇ σαρκὶ ψυχῆς ἡ κίνησις φυλάττεται, ἐφ’ ἣν καὶ τὰ πάθη τῆς σαρκὸς κατὰ τὸν τοῦ θεσπεσίου Γρηγορίου φυσικῶς ἀνάγεται ὅρον;», καὶ δι’ ὀλίγων συλλαβῶν πάντας μυήσας τῆς εὐσεβείας τὴν εἴδησιν, καὶ δείξας ὡς οὐδὲν τῆς ὄντως ἀληθείας ἀναλωτότερον, φευγούσης μὲν τὴν ἐν λόγοις τῶν φιλονείκων ὀχλαγωγίαν, ἐπιζητούσης δὲ καθάπέρ τινας ἄρτους ἀζύμους τοὺς διὰ πτωχείαν πνεύματος ἅλμης ἐλευθερῶσαι παθῶν, καὶ πειρασμῶν ὥσπερ κυμάτων ἀπαλλάξαι βιωτικῶν ἁλιευτικῶς δυναμένους, καὶ μηδὲν φαρισαϊκὸν ὑπομένοντας καὶ φυσωμένους, τῷ πυρὶ προσομιλοῦντας τῆς γνώσεως, καὶ διατοῦτο πιστευομένους τὸ εὐαγγέλιον· μεθ’ ὧν ἐπιζητηθεὶς ἡγιασμένε διὰ τὴν ὁμοίαν διάθεσιν, εὑρεθεὶς τὲ καὶ πιστευθεὶς τοῦ λόγου τὴν διακονίαν, οὐκ ἀξίαν ἐπίθετον ἀνθρωπίνῃ ψήφῳ προσγενομένην ἐπὶ τοῦτο λαχὼν, ἀλλὰ θεόκριτον καὶ τῇ καθάρσει τοῦ βίου κατάλληλον χάριν λαβὼν, ἀποστολικῶς τὸν περὶ τῆς σαρκώσεως τοῦ κυρίου λόγον ἐκδιδάσκεις, διὰ μέσης ψυχῆς νοερᾶς αὐτὸν ἑνωθῆναί τε τῇ σαρκὶ καὶ κινῆσαι ταύτην πρὸς τὰ ἑαυτῆς διατεινόμενος, καὶ τοὺς Γρηγορίου τοῦ πάνυ λόγους, ὅρον εὐσεβείας τιθέμενος, ἵνα μάθωμεν ὡς ἡ προσληφθεῖσα φύσις ἐν τῇ τηρήσει διασώζεται τῆς συστατικῆς αὐτῆς οὐσιώδους κινήσεως, ἧς χωρὶς ἀληθὴς εἶναι παντάπασιν ὁ τῆς οἰκονομίας οὐ δύναται λόγος, οὐκ ἔχων ἐν Χριστῷ τῆς καθ’ ἡμᾶς τὴν πίστωσιν φύσεως διὰ τῆς οὐσιώδους αὐτῆς βεβαιουμένην κινήσεως, ἧς ἄρνησις ἐστὶν, ἡ τῆς οὐσίας ἧς ἐστὶν, ἀναίρεσις.

Καὶ δηλοῖ τοῦτο σαφῶς ὁ τῶν μαινομένων χορὸς, Σίμωνος λέγω καὶ Βαλεντίνου καὶ Μάνεντος, Ἀρείου τὲ καὶ Ἀπολιναρίου, καὶ Εὐτυχοῦ καὶ Διοσκόρου καὶ Τιμοθέου καὶ Σευήρου τοῦ κακῶς τὴν Χριστιανῶν ἐπ’ ὀλέθρῳ πολλῶν χρωσθέντος προσηγορίαν, τῇ ἀναιρέσει τῆς προσληφθείσης φύσεως τὴν τῆς κινήσεως αὐτῆς συνεπαγόμενος ἄρνησιν, καὶ διὰ τοῦτο μόνην διάκενον σαρκὸς εἰκόνα φασματωθέντα μᾶλλον ἢ τὴν σαρκὸς νοερῶς ἐψυχωμένης ἀληθῶς δίχα τροπῆς οὐσιωθέντα φύσιν λέγων τὸν κύριον, ἵνα μίαν τήν τε φύσιν τοῦ Χριστοῦ καὶ τὴν ἐνέργειαν καὶ ταύτην θεϊκὴν δογματίσας, δείξῃ τὴν θείαν οὐσίαν, ἢ δοκήσει παίζουσαν, ἀπατηλῶς προσποιουμένην τὰ καθ’ ἡμᾶς, ἢ τραπεῖσαν καὶ παρὰ φύσιν τοῖς ἡμῶν ὑποπίπτουσαν.

Τούτων ἐστὶν ἀληθῶς ἡ μία Χριστοῦ φύσις καὶ κίνησις, τούτων ἐστὶν ἡ δοκήσει παίζουσα θεότης τὰ σαρκικὰ, καὶ παρὰ φύσιν τοῖς σαρκὸς ὑποπίπτουσα, τούτων ἐστὶν ἡ κατὰ μίαν τοῦ Χριστοῦ καὶ τὴν αὐτὴν ἐνέργειαν τῶν ἐναντίων ἐπίδειξις, ἕξει μὲν δυνάμεως φυσικῶς προβαλλομένου τὰ θαύματα, στερήσει δὲ παρὰ φύσιν ταύτης ὑποπίπτοντος τοῖς παθήμασιν, τούτων ἐστὶ τὸ τὸν αὐτὸν Χριστὸν κατὰ μίαν καὶ τὴν αὐτὴν φύσιν καὶ δύναμιν, ἀπαθῆ τὲ καὶ παθητὸν διορίζεσθαι, καὶ μηδὲν ἡγεῖσθαι πίστεως συγκεχυμένης ἐπιδοξότερον· ὧν τὸ ἀπερρῖφθαι Χριστοῦ ... [Καὶ μετ’ ὀλίγα] ... Ἀρχὴν εἶναι τῶν τοῦ θεοῦ λόγων τὴν ἀλήθειαν τοῦ μεγάλου Δαυῒδ ἀκηκόαμεν λέγοντος, καὶ πάντων αὐτὴν νικητικὴν ὡς μόνην ἰσχυρὰν παρὰ τοῦ Ἔσδρα σαφῶς μεμαθήκαμεν.

Οὐσίωσις γὰρ τῶν ὄντων ἐστὶ, καὶ τῶν ἐπ’ αὐτοῖς θειοτέρων τοῦ εἶναι λόγων ἀρραγὴς βάσις καθέστηκεν, παντὸς καὶ λόγου καὶ πράγματος τοῖς χωροῦσιν ὡς ἔστιν ἀπλανῶς ποιουμένη τὴν δήλωσιν. Εἰ δὲ τὴν ἀλήθειαν ὡς ἐμοὶ δυνατὸν ὑπέγραψεν ὁ λόγος, οὐδὲν ἀληθείας ἀναγκαιότερον. Πᾶν οὖν εἴ τι κυρίως ἀληθὲς, πάντως καὶ ἀναγκαῖον. Οὐκοῦν εἴπερ τὸν Χριστὸν οὐσίᾳ τε καὶ φύσει κυρίως ἀληθινὸν θεὸν, καὶ τὸν αὐτὸν οὐσίᾳ τε καὶ φύσει κυρίως ἀληθινὸν ἄνθρωπον εἶναι πιστεύομεν, οὐδὲν τοῦ τὸν αὐτὸν ἄμφω νοεῖν τε καὶ λέγειν ἀναγκαιότερον, καὶ διὰ τοῦ δηλοῦντος τὸ ποσὸν ἀριθμοῦ, μόνης τῆς οὐσιώδους διαφορᾶς τῶν ἐξ ὧν, ἐν οἷς τε καὶ ἅπέρ ἐστιν ἀεὶ μὲν ποιεῖσθαι τὴν πίστωσιν, μάλιστα δὲ λόγου καὶ καιροῦ τὸν ὀρθὸν παραγράφοντος λόγον, ἡνίκα χρὴ τῇ ἀληθείᾳ συνίστασθαι καὶ τὴν περὶ αὐτὴν ἐμφανῆ ποιεῖσθαι διάθεσιν, ἵνα μὴ μόνον· δικαιωθῶμεν εὐσεβῶς καρδίᾳ πιστεύοντες, ἀλλὰ καὶ σωθῶμεν στόματι πανταχοῦ πᾶσιν ὀρθῶς ὁμολογοῦντες. ... [Εἰς τὸ τέλος] ...