Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ τῆς διπλῆς ἐν Χριστῷ θελήσεως

Μάξιμος ὁ Ὁμολογητής

Προοίμιο και σχέση του θελήματος του Λόγου με τον Πατέρα

Εισαγωγή και επιχειρηματολογία που αποδεικνύει ότι η παραδοχή ενός μόνο θελήματος στον σαρκωθέντα Λόγο συνεπάγεται χωρισμό από τον Θεό Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 1 από 4

γνῶμαι ἀποδεικτικαὶ τοῦ κατὰ Χριστὸν μυστηρίου γνῶμαι ἀποδεικτικαὶ περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου ἕτερα κεφάλαια πρὸς ὀρθοδόξους περὶ τῶν δύο θελημάτων τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κεφάλαια ιʹ περὶ τῶν δύο θελημάτων τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐγράφη δὲ πρὸς ὀρθοδόξους Εἰ ὥσπερ μία ὑπόστασις ἐστὶν ὁ Λόγος μετὰ τῆς σαρκός, οὕτω καὶ ἓν θέλημα κατά τινας εὐλογημένοι, ἀνάγκη ὥσπερ τῇ ὑποστάσει, οὕτω καὶ τῷ θελήματι καὶ ἡμῶν καὶ τοῦ Πατρὸς διαφέρειν· καὶ πῶς ἡ τῆς φύσεως πρὸς τὸν Πατέρα ταυτότης τῇ διαφορᾷ τῷ θελημάτων δειχθήσεται;

Οἷς ὁ Λόγος τὸ ἓν ἔχει μετὰ τῆς σαρκός, τούτοις τοῦ Πατρὸς χωρίζεται, καὶ οἷς τὸ ἓν ἔχει μετὰ τοῦ Πατρός, τούτοις τῆς σαρκὸς διακρίνεται· ἓν δὲ θέλημα μετὰ τῆς σαρκὸς κατά τινας εὐλογημένοι, ἄρα τῷ θελήματι τοῦ Πατρὸς χωρισθήσεται.

Εἰ οἷς ἥνωται ὁ Λόγος τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τούτοις τῆς σαρκὸς διαφέρειν κρίνεται, ἥνωται δὲ κατὰ τὴν κοινὴν τῶν Χριστιανῶν δόξαν τῷ θελήματι Πατρὶ καὶ Πνεύματι, ἄρα τῷ θελήματι τῆς σαρκὸς τοῦ Πατρὸς διαφέρει, εἴπερ οὓς αὐτοὶ ἑαυτοῖς οἱ πατέρες ἡμῶν διωρίσαντο κανόνας, φυλάττειν σπουδάζομεν.