Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ τῆς διπλῆς ἐν Χριστῷ θελήσεως

Μάξιμος ὁ Ὁμολογητής

Ανάλυση του θελήματος ως φυσικού, υποστατικού ή προαιρετικού

Δογματική εξέταση των συνεπειών και των ατόπων που ανακύπτουν εάν το ένα θέλημα του Χριστού οριστεί ως φυσικό, υποστατικό ή προαιρετικό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 2 από 4

Τοῦτο τὸ ἓν θέλημα, ἢ φυσικὸν ἢ ὑποστατικὸν ἀνάγκη αὐτοὺς εὐλογημένοι λέγειν, εἴπερ ἡ τῶν ὄντων σύστασις ἐν οὐσίᾳ καὶ ὑποστάσει θεωρεῖται. Τί γὰρ ἂν καὶ εἴη παρὰ ταῦτα ἕτερον λέγειν, οἷς οὐχ ἕξει; Ἀλλ’ εἰ μὲν φυσικὸν αὐτὸ εἴπωσι, καὶ μίαν φύσιν λέξουσι τοῦ Λόγου καὶ τῆς σαρκός, καὶ μὴ θέλοντες· εἰ δὲ ὑποστατικόν, ἀναγκασθήσονται διὰ τὰς τρεῖς ὑποστάσεις καὶ τρία λέγειν θελήματα, εἴπερ ἑαυτοῖς στοιχεῖν διέγνωσαν.

Εἰ τὸ τῆς θείας φύσεως τοῦ Λόγου θέλημα, δημιουργικὸν πάντων τῶν γεγονότων, τοῦτο δὲ κατ’ αὐτοὺς εὐλογημένοι καὶ τῆς σαρκὸς τυγχάνει θέλημα, δημιουργὸς ἔσται προδήλως τῶν γεγονότων καὶ ἡ τοῦ Λόγου σάρξ, καὶ ἀνῄρηται οὕτω γε ἡ κοινὴ δόξα τῶν Χριστιανῶν, τὸ κτιστὴν αὐτὴν εἶναι— πῶς γὰρ κτίσμα, τὸ ἐκ μὴ ὄντων, κτίζον, καὶ τὸ ἐξαίρετον τῆς θείας φύσεως ἰδίωμα ἔχον; Καὶ εἰ διὰ τὸ ἓν εἶναι θέλημα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ μία φύσις αὐτῶν ἐδείχθη ὑπὸ τῶν θεολήπτων πατέρων· ἓν δὲ θέλημα κατ’ αὐτοὺς τοῦ Λόγου καὶ τῆς σαρκός, καὶ μία φύσις ἔσται οὕτω γε τοῦ Λόγου καὶ τῆς σαρκός. Εἰ δὲ μετὰ τῆς σαρκὸς καὶ τοῦ Λόγου τὸ ἓν θέλημα τὴν μίαν φύσιν οὐ συνάγει, οὐδὲ ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὸ ἓν θέλημα τὴν μίαν φύσιν συνάξει, καὶ κενὴ ἡ πίστις ἡμῶν, κενὸν δὲ καὶ τὸ τῶν πατέρων κήρυγμα.

Τοῦτο τὸ ἓν θέλημα, ἢ προαιρετικὸν τυγχάνει ἢ φυσικόν. Ἀλλ’ εἰ μὲν φυσικόν, καὶ μία φύσις ἔσται ὡς καὶ ἤδη ἐδείχθη τῆς σαρκὸς καὶ τοῦ Λόγου· εἰ δὲ προαιρετικόν, ὥσπερ τῇ ὑποστάσει, οὕτω καὶ τῇ γνώμῃ χωρισθήσεται Πατρὸς καὶ ἁγίου Πνεύματος ὁ Χριστός.