Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια περὶ τῆς διπλῆς ἐν Χριστῷ θελήσεως

Μάξιμος ὁ Ὁμολογητής

Ορολογική ακρίβεια και κατακλείδα

Αίτημα για τον ακριβή ορισμό εννοιών, όπως το θέλημα, η προαίρεση και η γνώμη, και αναγγελία της παράθεσης πατερικών μαρτυριών υπέρ των δύο φυσικών θελημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 4

Ἐπειδὴ δὲ ἡ ὁμωνυμία αἴτιον πολλάκις πλάνης γίνεται, τοῦ ἀκροατοῦ πρὸς ἑτέραν σημασίαν μεταβαίνοντος, παρ’ ἣν ὑπέφηνεν ὁ λόγος, παρακαλῶ τὴν ὑμετέραν ἐν Χριστῷ σύνεσιν, διὰ τὴν εὐκρινῆ καὶ ἀσύγχυτον τῶν σημαινομένων πραγμάτων δήλωσιν, σαφηνίσαι ἡμῖν πρὸ πάντων, τί ὅλως ἐστὶ θέλημα, καὶ ἐπὶ ποίων σημαινομένων πραγμάτων φέρεται τὸ τοιοῦτον ὄνομα, καὶ εἰ τὰ μὲν τῶν ὑπ’ αὐτοῦ προσαγορευομένων πραγμάτων, σύνθετά εἰσι, τὰ δὲ ἁπλᾶ, καὶ ποῖα μὲν τὰ ἁπλᾶ, ποῖα δὲ τὰ σύνθετα, καὶ εἰ ἄρα τὰ σύνθετα ὁμόχρονα ἔχουσι τὰ μέρη, ἢ οὐχ ὁμόχρονα, καὶ ποῖα ποίων προγενέστερα, ποῖα δὲ ποίων μεταγενέστερα, καὶ τίς ὁ ἀποδεικτικὸς ἑκάστου μέρους καὶ ὁριστικὸς λόγος, ἵνα εἰδέναι πῶς λεγόμενον ἢ νοούμενον, τὸ ἓν θέλημα χρὴ δέχεσθαι—οὐ γὰρ περὶ φωνῶν ὁ λόγος τοῖς πατράσιν, ἀλλὰ περὶ πραγμάτων, ὅθεν φωνὰς μὲν παραχωροῦντας τοὺς πατέρας εὕρομεν, ἐννοίας δὲ οὐδαμῶς—, πρὸς ἐπὶ τούτοις δέ, τί προαίρεσιν, καὶ τί γνώμη, τί δὲ γνωμικὸν θέλημα παρὰ τὴν προαίρεσιν καὶ τὴν γνώμην.

Ταῦτα γὰρ πάντα συνδραμεῖν θέλουσι πρὸς τὴν τῶν θελημάτων παράστασιν· καὶ ὁ μὴ ταῦτα γινώσκων μετὰ ἀκριβείας, καὶ περὶ θελημάτων διηγούμενος, τυφλός ἐστι μυωπάζων, μὴ γινώσκων μήτε τί λαλεῖ, μήτε περὶ τίνος διαβεβαιοῦται, ὅθεν καὶ τάραχον ἐμβάλλει τῇ ἁγίᾳ ἐκκλησίᾳ, δι’ ἣν νοσεῖ φιλοδοξίαν καὶ δόκησιν σοφίας. Ὅτι δὲ ὀρθοδόξων, καὶ οὐχ αἱρετικῶν τὸ λέγειν δύο θελήματα, οὐχ ἁπλῶς ἀλλὰ φυσικά, ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ, ὥσπερ καὶ δύο φύσεις, αἱ ὑποταγεῖσαι χρήσεις τῶν κεκανονισμένων καὶ θεολήπτων πατέρων δείξουσιν.