Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Το μυστήριο του Σταυρού, της ταφής και της ανάστασης του Λόγου

Αλληγορική και θεολογική θεώρηση των προσώπων του Πάθους, του Δεσποτικού μνημείου και του πνευματικού σταυρού, καθώς και η μυστική ερμηνεία των αριθμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 3 από 9

νϛ. Ἡ ἕκτη ἡμέρα τὸν τοῦ εἶναι τῶν ὄντων λόγον ὑποδηλοῖ, ἡ δὲ ἑβδόμη τὸν τοῦ εὖ εἶναι τῶν ὄντων τρόπον ὑποσημαίνει, ἡ δὲ ὀγδόη τὸ τοῦ ἀεὶ εὖ εἶναι τῶν ὄντων ἀρρήτως μυστήριον ὑπαγορεύει. νζ. Πρακτικῆς ἐνεργείας σύμβολον ὑπάρχουσαν τὴν ἕκτην ἡμέραν γινώσκοντες πᾶσαν ἐν αὐτῇ τῶν ἔργων τῆς ἀρετῆς τὴν ὀφειλὴν ἀποπληρώσωμεν, ὅπως καὶ ἐφ’ ἡμῶν ῥηθείη τὸ καὶ εἶδεν ὁ Θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. νη. Ἀποπληροῖ τὴν ὀφειλὴν τῆς ἐπαινουμένης τῷ Θεῷ καλῆς ἐργασίας ὁ διὰ σώματος τῇ ψυχῇ φιλοπονῶν τὴν εὔκοσμον ποικιλίαν τῶν ἀρετῶν. νθ. Ὁ τὴν παρασκευὴν τῶν ἔργων τῆς δικαιοσύνης πληρώσας διέβη πρὸς τὴν ἀνάπαυσιν τῆς γνωστικῆς θεωρίας, καθ’ ἣν τοὺς λόγους τῶν ὄντων περιλαβὼν θεοπρεπῶς τῆς κατὰ νοῦν περὶ αὐτοὺς κινήσεως ἀναπαύεται. ξ. Ὁ τῆς δι’ ἡμᾶς ἑβδοματικῆς τοῦ Θεοῦ μετεσχηκὼς ἀναπαύσεως καὶ τῆς αὐτοῦ δι’ ἡμᾶς μεθέξει κατὰ τὴν θέωσιν ὀγδοατικῆς ἐνεργείας, εἴτουν μυστικῆς ἀναστάσεως, ἀφεὶς καὶ αὐτὸς ἐν τῷ τάφῳ κείμενα τὰ ὀθόνια καὶ τὸ ἐπὶ τῆς κεφαλῆς σουδάριον· ἅπερ θεωροῦντες εἴ τις Πέτρος καὶ Ἰωάννης, πιστεύουσιν ἐγηγέρθαι τὸν Κύριον. ξα.

Μνημεῖόν ἐστιν ἴσως δεσποτικὸν ἢ ὁ κόσμος οὗτος ἢ ἡ ἑκάστου τῶν πιστῶν καρδία, τὰ δὲ ὀθόνια οἱ τῶν αἰσθητῶν μετὰ τῶν κατ’ ἀρετὴν τρόπων ὑπάρχουσι λόγοι, τὸ δὲ σουδάριον ἡ τῶν νοητῶν ἐστι μετὰ τῆς ἐνδεχομένης θεολογίας ἁπλῆ καὶ ἀποίκιλος γνῶσις, δι’ ὧν ἐγνωρίζετο πρότερον ὁ Λόγος ἀχώρητον ἡμῖν ἔχων παντάπασιν δίχα τούτων τὴν ὑπὲρ ταῦτα κατάληψιν. ξβ. Οἱ θάπτοντες ἐντίμως τὸν Κύριον καὶ ἐνδόξως ἀναστάντα θεάσονται πᾶσιν ὄντα τοῖς μὴ τοιούτοις ἀθέατον. οὐκ ἔτι γὰρ τοῖς ἐπιβουλεύουσίν ἐστιν ἁλωτὸς οὐκ ἔχων τῶν ἐκτὸς τὰ προκαλύμματα, δι’ ὧν ἐδόκει θέλων ἁλίσκεσθαι παρὰ τῶν βουλομένων καὶ πάσχειν ὑπὲρ τῆς πάντων σωτηρίας ἠνείχετο. ξγ. Ὁ θάπτων ἐντίμως τὸν Κύριον πᾶσίν ἐστι τοῖς φιλοθέοις αἰδέσιμος· θριάμβου γὰρ αὐτὸν καὶ ὀνείδους καθηκόντως ἐρρύσατο βλασφημίας ὑπόθεσιν οὐκ ἀφεὶς τοῖς ἀπίστοις τὴν ἐν τῷ ξύλῳ αὐτοῦ προσήλωσιν. οἱ δὲ σφραγῖδας ἐπιτιθέντες τῷ τάφῳ καὶ στρατιώτας προσκαθιστῶντες μισητοὶ τῆς ἐγχειρήσεως, οἳ καὶ ἀναστάντα τὸν Λόγον ὡς κλαπέντα διαβάλλουσιν ἀργυρίῳ ὥσπερ τὸν νόθον μαθητὴν εἰς προδοσίαν λέγω δὲ τὸν ἐπιδεικτικὸν τρόπον τῆς ἀρετῆς, οὕτω καὶ τοὺς στρατιώτας πρὸς συκοφαντίαν τοῦ ἀναστάντος Σωτῆρος ὠνούμενοι.

γινώσκει τῶν λεγομένων τὴν ἔμφασιν ὁ γνωστικὸς οὐκ ἀγνοῶν, πῶς τε καὶ ποσαχῶς σταυροῦται καὶ θάπτεται ὁ Κύριος καὶ ἀνίσταται, ὡσεὶ νεκροὺς μὲν ποιῶν τοὺς ὑπὸ δαιμόνων τῇ καρδίᾳ παρακαθημένους ἐμπαθεῖς λογισμοὺς τοὺς διαμεριζομένους ἐν τοῖς πειρασμοῖς ὥσπερ ἱμάτια τοὺς τρόπους τῆς ἠθικῆς εὐπρεπείας καὶ ὑπερβαίνων ὥσπερ σφραγῖδας τοὺς ἐπικειμένους τῇ ψυχῇ τύπους τῶν κατὰ πρόληψιν ἁμαρτημάτων. ξδ. Πᾶς φιλάργυρος δι’ εὐλαβείας τὴν ἀρετὴν ὑποκρινόμενος, ἐπειδὰν εὕρῃ τὴν ποθουμένην ὕλην πορίσασθαι, τὸν τρόπον ἐξόμνυται, καθ’ ὃν μαθητὴς εἶναι τοῦ Λόγου τὸ πρὶν ἐνομίζετο. ξε. Ὅταν ἴδῃς τινὰς ὑπερηφάνους μὴ φέροντας ἐπαινεῖσθαι τοὺς κρείττονας ἀκήρυκτόν τε μηχανωμένους ποιεῖν τὴν λαλουμένην ἀλήθειαν μυρίοις αὐτὴν ἀπείργοντας πειρασμοῖς καὶ ἀθεμίτοις διαβολαῖς, νόει μοι πάλιν ὑπὸ τούτων σταυροῦσθαι τὸν Κύριον καὶ θάπτεσθαι καὶ στρατιώταις καὶ σφραγῖσι φυλάττεσθαι. οὓς ἑαυτοῖς περιτρέπων ὁ Λόγος ἀνίσταται πλέον τῷ πολεμεῖσθαι διαφαινόμενος ὡς πρὸς ἀπάθειαν διὰ τῶν παθημάτων στομούμενος. πάντων γάρ ἐστιν ἰσχυρότερος ὡς ἀλήθεια καὶ ὢν καὶ καλούμενος.

ξϛ. Τὸ τῆς ἐνσωματώσεως τοῦ Λόγου μυστήριον πάντων ἔχει τῶν τε κατὰ τὴν Γραφὴν αἰνιγμάτων καὶ τύπων τὴν δύναμιν καὶ τῶν φαινομένων καὶ νοουμένων κτισμάτων τὴν ἐπιστήμην. καὶ ὁ μὲν γνοὺς σταυροῦ καὶ ταφῆς τὸ μυστήριον ἔγνω τῶν προειρημένων τοὺς λόγους, ὁ δὲ καὶ τῆς ἀναστάσεως μυηθεὶς τὴν ἀπόρρητον δύναμιν ἔγνω τὸν ἐφ’ ᾧ τὰ πάντα προηγουμένως ὁ Θεὸς ὑπεστήσατο σκοπόν. ξζ. Τὰ φαινόμενα πάντα δεῖται σταυροῦ τῆς τῶν ἐπ’ αὐτοῖς κατ’ αἴσθησιν ἐνεργουμένων ἐπεχούσης τὴν σχέσιν ἕξεως, τὰ δὲ νοούμενα πάντα χρῄζει ταφῆς τῆς τῶν ἐπ’ αὐτοῖς κατὰ νοῦν ἐνεργουμένων ὁλικῆς ἀκινησίας. τῇ γὰρ σχέσει συναναιρουμένης τῆς περὶ πάντα φυσικῆς ἐνεργείας τε καὶ κινήσεως ὁ Λόγος μόνος ἐφ’ ἑαυτὸν ὑπάρχων ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος ἀναφαίνεται πάντα κατὰ περιγραφὴν ἔχων τὰ ἐξ αὐτοῦ μηδενὸς φυσικῇ σχέσει τὴν πρὸς αὐτὸν οἰκειότητα τὸ σύνολον ἔχοντος. κατὰ χάριν γὰρ ἀλλ’ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν σῳζομένων σωτηρία. ξη. Τῶν πρός τι καὶ οἱ αἰῶνές εἰσι καὶ οἱ χρόνοι καὶ οἱ τόποι· ὧν ἄνευ οὐδὲν τῶν συνεπινοουμένων τούτοις ἐστίν. ὁ δὲ Θεὸς οὐ τῶν πρός τι ἐστίν· οὐ γὰρ ἔχει τι καθόλου συνεπινοούμενον.

εἴπερ οὖν ἄρα κληρονομία τῶν ἀξίων αὐτός ἐστιν ὁ Θεός, ὑπὲρ πάντας αἰῶνας καὶ χρόνους καὶ τόπους ὁ ταύτης ἀξιούμενος τῆς χάριτος ἔσται τόπον ἔχων αὐτὸν τὸν Θεὸν κατὰ τὸ γεγραμμένον· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με. ξθ. Τὸ τέλος οὐδὲν τὸ παράπαν ἐμφερὲς ἔχει μεσότητι, ἐπεὶ οὐδὲ τέλος. μεσότης δέ ἐστι πάντα τὰ μετὰ τὴν ἀρχὴν κατόπιν ὄντα τοῦ τέλους. εἰ τοίνυν πάντες οἱ αἰῶνες καὶ οἱ χρόνοι καὶ οἱ τόποι μετὰ τῶν συνεπινοουμένων αὐτοῖς ἁπάντων μετὰ τὸν Θεόν εἰσιν ἀρχὴν ἄναρχον ὄντα καὶ ὡς ἀπείρου τέλους αὐτοῦ πολὺ κατόπιν ὑπάρχουσι, μεσότητος οὐδὲν διαφέρουσι. τέλος δὲ τῶν σῳζομένων ἐστὶν ὁ Θεός· οὐδὲν ἔσται μεσότητος κατὰ τὸ ἀκρότατον τέλος γενομένοις τοῖς σῳζομένοις συνθεωρούμενον. ο. Ὁ πᾶς κόσμος ἰδίοις περιοριζόμενος λόγοις καὶ τόπος λέγεται καὶ αἰὼν τῶν ἐν αὐτῷ διαιτωμένων τρόπους θεωρημάτων ἔχων κατὰ φύσιν τοὺς ἐν αὐτῷ προσφυεῖς μερικὴν κατανόησιν αὐτοῖς ἐμποιῆσαι τῆς ἐπὶ πάντα σοφίας τοῦ Θεοῦ δυναμένους· οἷς ἕως χρῶνται πρὸς κατανόησιν, οὐ δύνανται δίχα μεσότητος εἶναι καὶ μερικῆς καταλήψεως.

ἐπειδὴ δὲ τὸ ἐκ μέρους τοῦ τελείου φανέντος καταργεῖται, καὶ τὰ ἔσοπτρα πάντα καὶ τὰ αἰνίγματα παρέρχονται τῆς πρόσωπον πρὸς πρόσωπον παραγινομένης ἀληθείας, ὑπὲρ πάντας ἔσται κόσμους καὶ αἰῶνας καὶ τόπους, οἷς τέως ὡς νήπιος ἐπαιδαγωγεῖτο, τελειωθεὶς κατὰ Θεὸν ὁ σῳζόμενος. οα. Ὁ Πιλάτος τοῦ κατὰ φύσιν νόμου τύπος ἐστί, τοῦ δὲ γραπτοῦ νόμου τὸ πλῆθος τῶν Ἰουδαίων. ὁ τοίνυν κατὰ πίστιν ὑπὲρ τοὺς δύο μὴ γενόμενος νόμους οὐ δύναται δέξασθαι τὴν ὑπὲρ φύσιν καὶ λόγον ἀλήθειαν, ἀλλὰ σταυροῖ πάντως τὸν Λόγον ἢ ὡς Ἰουδαῖος σκάνδαλον ἢ ὡς Ἕλλην μωρίαν ἡγούμενος τὸ Εὐαγγέλιον. οβ. Ὅταν ἴδῃς Ἡρώδην καὶ Πιλάτον ἀλλήλοις φιλιάζοντας ἐπὶ τῇ ἀναιρέσει τοῦ Ἰησοῦ, τότε νόει τὴν εἰς τὸ αὐτὸ συνδρομὴν τοῦ τε τῆς πορνείας καὶ τῆς κενοδοξίας δαίμονος ἐπὶ τῷ θανατῶσαι τὸν Λόγον τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἀλλήλοις συμφωνούντων. ὁ μὲν γὰρ κενόδοξος δαίμων πνευματικὴν γνῶσιν ὑποκρινόμενος, παραπέμπει τῷ δαίμονι τῆς πορνείας, ὁ δὲ τῆς πορνείας καθ’ ὑποχώρησιν καθαρότητα προσποιούμενος ἀναπέμπει τῷ δαίμονι τῆς κενοδοξίας. διὸ λαμπρὰν περιθεὶς ἐσθῆτα, φησίν, ὁ Ἡρώδης ἀνέπεμψε Πιλάτῳ τὸν Ἰησοῦν. ογ. Καλὸν μὴ συγχωρεῖν σαρκὶ καὶ πάθεσι προσανέχειν τὸν νοῦν. οὐ γὰρ συλλέγουσι, φησίν, ἐξ ἀκανθῶν σῦκα, τουτέστιν ἐκ παθῶν ἀρετήν, οὔτε ἐκ βάτου σταφυλήν, τουτέστιν ἐκ τῆς σαρκὸς τὴν εὐφραίνουσαν γνῶσιν. οδ.

Διὰ τῆς ὑπομονῆς τῶν πειρασμῶν δοκιμαζόμενος ὁ ἀσκητὴς καὶ διὰ τῆς σωματικῆς παιδαγωγίας καθαιρόμενος καὶ διὰ τῆς ἐπιμελείας τῶν ὑψηλῶν θεωρημάτων τελειούμενος ἀξιοῦται τῆς θείας παρακλήσεως. Κύριος γάρ φησιν ὁ Μωϋσῆς ἐκ Σινᾶ ἥκει, τουτέστιν ἐκ τῶν πειρασμῶν, καὶ ἐπεφάνη ἡμῖν ἐκ Σηείρ, τουτέστιν ἐκ τῶν σωματικῶν πόνων, καὶ κατέπαυσεν ἐξ ὄρους Φαρὰν σὺν μυριάσι Κάδης, τουτέστιν ἐξ ὄρους τῆς πίστεως σὺν μυριάσιν ἁγίων γνώσεων. οε. Ὁ Ἡρώδης φρονήματος λόγον ἐπέχει σαρκός, ὁ δὲ Πιλάτος αἰσθήσεως, ὁ δὲ Καῖσαρ τῶν αἰσθητῶν, οἱ δὲ Ἰουδαῖοι τῶν ψυχικῶν λογισμῶν. ἐπειδὰν οὖν ἐξ ἀγνοίας ἡ ψυχὴ τοῖς αἰσθητοῖς προστεθῇ, προδίδωσι τῇ αἰσθήσει τὸν Λόγον εἰς θάνατον καθ’ ἑαυτῆς κυροῦσα δι’ ὁμολογίας τὴν τῶν φθαρτῶν βασιλείαν. φασὶ γὰρ οἱ Ἰουδαῖοι· οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.

οϛ. Ὁ Ἡρώδης ἐνεργείας τόπον ἐπέχει παθῶν, ὁ δὲ Πιλάτος τῆς ἐπ’ αὐτοῖς ἠπατημένης ἕξεως, ὁ δὲ Καῖσαρ τοῦ σκοτεινοῦ κοσμοκράτορος, οἱ δὲ Ἰουδαῖοι ψυχῆς. ὁπηνίκα γοῦν ὑποκλιθεῖσα ψυχὴ τοῖς πάθεσι τὴν ἀρετὴν παραδῷ τῇ ἕξει τῆς κακίας ὑποχείριον, τὴν μὲν τοῦ Θεοῦ προδήλως ἀρνεῖται βασιλείαν, πρὸς δὲ τὴν τοῦ διαβόλου μετέρχεται φθοροποιὸν τυραννίδα. οζ. Οὐκ ἀρκεῖ τῇ ψυχῇ πρὸς εὐφροσύνην πνευματικὴν ἡ ὑποταγὴ τῶν παθῶν, εἰ μὴ καὶ τὰς ἀρετὰς κτήσηται τῇ πληρώσει τῶν ἐντολῶν. μὴ χαίρετε γάρ φησιν, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, τουτέστι τὰ ἐνεργήματα τῶν παθῶν, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν οὐρανῷ τῇ δι’ ἀρετῶν τῆς υἱοθεσίας χάριτι πρὸς τὸν τόπον τῆς ἀπαθείας μεταγραφέντα. οη. Ἀναγκαῖος τῷ γνωστικῷ πάντως ἐστὶν ὁ διὰ πράξεως πλοῦτος τῶν ἀρετῶν. ὁ ἔχων γάρ φησι βαλάντιον, τουτέστι γνῶσιν πνευματικήν, ἀράτω ὁμοίως καὶ πήραν, τουτέστι τὴν δαψιλῶς τὴν ψυχὴν διατρέφουσαν τῶν ἀρετῶν ἀφθονίαν, ὁ δὲ μὴ ἔχων, βαλάντιον δηλονότι καὶ πήραν, τουτέστι γνῶσιν καὶ ἀρετήν, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν, ἐκδότω, φησί, προθύμως τὴν ἑαυτοῦ σάρκα τοῖς πόνοις τῶν ἀρετῶν καὶ μεταχειρισάσθω σοφῶς ὑπὲρ τῆς εἰρήνης τοῦ Θεοῦ τὸν πρὸς τὰ πάθη καὶ τοὺς δαίμονας πόλεμον, ἤγουν τὴν ἐν ῥήματι Θεοῦ διακρίνουσαν ἕξιν τὸ χεῖρον τοῦ κρείττονος. οθ.

Τριακοντούτης ὢν ὁ Κύριος ἀναφαίνεται τοὺς διορατικοὺς τῷ ἀριθμῷ τούτῳ τὰ περὶ ἑαυτοῦ κρυφίως μυστήρια διδάσκων. ὁ γὰρ τριάκοντα ἀριθμὸς μυστικῶς κατανοούμενος χρόνου τε καὶ φύσεως καὶ τῶν ὑπὲρ τὴν ὁρατὴν φύσιν νοητῶν δημιουργὸν καὶ προνοητὴν εἰσάγει τὸν Κύριον· χρόνου μὲν διὰ τοῦ ἑπτὰ ἑβδοματικὸς γὰρ ὁ χρόνος, φύσεως δὲ διὰ τοῦ πέντε πενταδικὴ γὰρ ἡ φύσις διὰ τὴν αἴσθησιν πενταχῶς διαιρουμένην, νοητῶν δὲ διὰ τοῦ ὀκτὼ ὑπὲρ γὰρ τὴν μετρουμένην τοῦ χρόνου περίοδον ἡ τῶν νοητῶν ἐστι γένεσις, προνοητὴν δὲ διὰ τοῦ δέκα διά τε τὴν τῶν ἐντολῶν ἁγίαν δεκάδα τὴν πρὸς τὸ εὖ τοὺς ἀνθρώπους ἐνάγουσαν καὶ διὰ τὸ τούτου τοῦ γράμματος μυστικῶς ἀπῆρχθαι τῆς προσηγορίας τὸν Κύριον, ἡνίκα γέγονεν ἄνθρωπος. συνάψας οὖν τὸν πέντε καὶ τὸν ἑπτὰ καὶ τὸν ὀκτὼ καὶ τὸν δέκα τὸν τριάκοντα πληροῖς ἀριθμόν. ὁ τοίνυν ὡς ἀρχηγῷ τῷ Κυρίῳ καλῶς ἕπεσθαι γινώσκων οὐκ ἀγνοήσει τὸν λόγον, καθ’ ὃν καὶ αὐτὸς τριακοντούτης ἀναφανήσεται κηρύττειν δυνάμενος τὸ Εὐαγγέλιον τῆς βασιλείας.

ὅτε γὰρ ἀμέμπτως ὥσπερ τινὰ φύσιν ὁρατὴν τὸν κατὰ πρᾶξιν τῶν ἀρετῶν δημιουργήσει κόσμον τὴν ἐπ’ αὐτῆς τῆς ψυχῆς ὥσπερ τινὰ χρόνον διὰ τῶν ἐναντίων συμβαίνουσαν μὴ ἀλλοιώσας περίοδον, καὶ διὰ θεωρίας τὴν τῶν νοητῶν ἀπταίστως ἐδρέψατο γνῶσιν καὶ τὴν αὐτὴν καὶ ἄλλοις ἕξιν προνοητικῶς ἐνθεῖναι δεδύνηται, τότε καὶ αὐτός, ὡς δ’ ἂν ἔχῃ σωματικῆς ἡλικίας, τριακοντούτης ἐστὶ τῷ πνεύματι συνεμφαίνων τῶν οἰκείων ἀγαθῶν τὴν ἐν ἄλλοις ἐνέργειαν. π. Ὁ ταῖς ἡδοναῖς παρειμένος τοῦ σώματος οὔτε πρὸς ἀρετήν ἐστιν ἐνεργὸς οὔτε πρὸς γνῶσιν εὐκίνητος. ὅθεν οὐδὲ ἄνθρωπον ἔχει, τουτέστιν ἔμφρονα λογισμόν, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ αὐτὸν εἰς τὴν κολυμβήθραν, τουτέστιν εἰς τὴν δεκτικὴν τῆς γνώσεως ἀρετὴν τὴν ἰατρεύουσαν πᾶσαν νόσον, εἰ μή που διὰ ῥᾳθυμίαν ὁ νοσῶν ἀναβαλλόμενος ὑπ’ ἄλλου προληφθῇ τοῦ κωλύοντος αὐτῷ παραγενέσθαι τὴν ἴασιν. διὸ καὶ τριάκοντα καὶ ὀκτὼ ἔτη τῇ νόσῳ συγκατακλίνεται. ὁ γὰρ μὴ πρὸς δόξαν Θεοῦ τὴν ὁρατὴν θεώμενος κτίσιν καὶ πρὸς τὴν νοητὴν φύσιν εὐσεβῶς ἀναβιβάζων τὴν ἔννοιαν εἰκότως νοσῶν διαμένει τὸν εἰρημένον τῶν ἐτῶν ἀριθμόν.