Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Μυστική θεολογία, ερμηνεία του Νόμου και το τέλος της πρώτης εκατοντάδας

Η υπέρβαση των νοητών, η είσοδος στον θείο γνόφο και η μετάβαση από τον Νόμο στο πνεύμα του Ευαγγελίου, με τα καταληκτήρια κεφάλαια της πρώτης εκατοντάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 4 από 9

ὁ γὰρ τριάκοντα φυσικῶς λαμβανόμενος ἀριθμὸς τὴν αἰσθητὴν σημαίνει φύσιν, ὥσπερ καὶ πρακτικῶς σκοπούμενος τὴν πρακτικὴν ἀρετήν, ὁ δὲ ὀκτὼ μυστικῶς κατανοούμενος τὴν νοητὴν τῶν ἀσωμάτων παραδηλοῖ φύσιν, ὥσπερ καὶ γνωστικῶς θεωρούμενος τὴν πάνσοφον θεολογίαν· αἷς ὁ μὴ κινούμενος πρὸς Θεὸν πάρετος μένει, μέχρις ἂν ἐλθὼν ὁ Λόγος διδάξῃ αὐτὸν τὸν σύντομον τῆς ἰάσεως τρόπον, φάσκων· ἔγειραι· ἆρον τὸν κράββατόν σου καὶ περιπάτει, διαναστῆναι τὸν νοῦν τῆς κατεχούσης φιληδονίας καὶ ἆραι τὸ σῶμα τοῖς ὤμοις τῶν ἀρετῶν καὶ ἀπελθεῖν εἰς τὸν οἶκον, δηλαδὴ τὸν οὐρανόν, ἐγκελευόμενος. καλὸν γὰρ ὑπὸ τοῦ κρείττονος τοῖς ὤμοις τῆς πράξεως τὸ χεῖρον αἴρεσθαι πρὸς ἀρετὴν ἢ τὸ κρεῖττον διὰ θρύψεως πρὸς φιληδονίαν ὑπὸ τοῦ χείρονος φέρεσθαι. πα. Ἕως τὴν ἡμῶν τε καὶ πάντων τῶν μετὰ Θεὸν οὐσίαν κατὰ διάνοιαν καθαρῶς οὐκ ἐκβεβήκαμεν, τὴν ἕξιν οὔπω τῆς κατ’ ἀρετὴν ἀτρεψίας ἐλάβομεν. ὁπηνίκα δὲ τοῦτο δι’ ἀγάπης ἡμῖν κατορθωθῇ τὸ ἀξίωμα, τότε γνωσόμεθα τῆς θείας ἐπαγγελίας τὴν δύναμιν. ἐκεῖ γὰρ εἶναι χρὴ πιστεύειν καθ’ ἵδρυσιν ἀμετάθετον τοὺς ἀξίους, ἔνθα προλαβὼν ὁ νοῦς δι’ ἀγάπης τὴν σφετέραν ἐνερρίζωσε δύναμιν. ὁ γὰρ μὴ ἐκβὰς ἑαυτοῦ καὶ πάντων τῶν ὁπωσοῦν νοεῖσθαι δυναμένων καὶ εἰς τὴν ὑπὲρ νόησιν σιγὴν καταστὰς οὐ δύναται τροπῆς εἶναι πάμπαν ἐλεύθερος. πβ.

Πᾶσα νόησις πλήθους ἢ τοὐλάχιστον δυάδος πάντως ἔμφασιν ἔχει. μέση γὰρ τινῶν ἐστιν ἀκροτήτων σχέσις ἀλλήλοις συνάπτουσα τό τε νοοῦν καὶ τὸ νοούμενον. οὐδὲ γὰρ οὐδέτερον διόλου τὴν ἁπλότητα πέφυκε σῴζειν. τό τε γὰρ νοοῦν ὑποκείμενόν τί ἐστι—πάντως συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖν ἔχον δύναμιν—καὶ τὸ νοούμενον ὑποκείμενόν τι πάντως ἐστὶν ἢ ἐν ὑποκειμένῳ συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν ἔχον ἢ προϋποκειμένην τὴν οὗ ἐστι δύναμις οὐσίαν. οὐ γάρ τι τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ’ αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησίς ἐστιν, ἵνα καὶ μονὰς ἀδιαίρετος. τὸν δὲ Θεόν, εἴτε οὐσίαν εἴπωμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ σύνθετος, εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν, ἀλλ’ αὐτὸ κατ’ οὐσίαν νόησίς ἐστιν ὁ Θεὸς καὶ ὅλος νόησις καὶ μόνον, καὶ αὐτὸ κατὰ τὴν νόησιν οὐσία καὶ ὅλος οὐσία καὶ μόνον, καὶ ὑπὲρ οὐσίαν ὅλος καὶ ὑπὲρ νόησιν ὅλος, διότι μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ. ὁ τοίνυν καθ’ ὁτιοῦν νόησιν ἔχων οὔπω τῆς δυάδος ἐξῆλθεν, ὁ δὲ ταύτην πάμπαν ἀπολιπὼν γέγονε ποσῶς ἐν τῇ μονάδι τὴν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν. πγ. Ἐν μὲν τοῖς πολλοῖς ἑτερότης καὶ ἀνομοιότης ἐστὶ καὶ διαφορά, ἐν δὲ τῷ Θεῷ κυρίως ἑνὶ καὶ μόνῳ τυγχάνοντι ταυτότης καὶ ἁπλότης μόνον ἐστὶ καὶ ὁμοιότης.

οὐκ ἀσφαλὲς οὖν πρὶν ἔξω γενέσθαι τῶν πολλῶν ἐπιβάλλειν ταῖς περὶ Θεοῦ θεωρίαις· καὶ δηλοῖ τοῦτο Μωϋσῆς ἔξω τῆς παρεμβολῆς πηγνύμενος τὴν σκηνὴν τῆς διανοίας καὶ τότε προσομιλῶν τῷ Θεῷ. τὸ γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν πειρᾶσθαι φάναι τὸν ἄρρητον ἐπικίνδυνον, ὅτι δυὰς καὶ πλέον ἐστὶν ὁ κατὰ προφορὰν λόγος. τὸ δὲ ἄνευ φωνῆς μόνῃ τῇ ψυχῇ τὸ ὂν θεωρεῖν ἰσχυρότατον, ὅτι κατὰ τὴν ἀδιαίρετον ἵσταται μονάδα καὶ οὐκ ἐν τοῖς πολλοῖς. ὁ γὰρ ἀρχιερεὺς ἅπαξ τοῦ ἔτους εἰς τὰ Ἅγια τῶν ἁγίων ἔσω τοῦ καταπετάσματος εἰσιέναι μόλις προστεταγμένος διδάσκει μόνον δεῖν ἐκεῖνον τὸν τὴν αὐλὴν καὶ τὰ ἅγια διαβάντα καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων ἔσω γενόμενον, τουτέστι τὴν ἅπασαν τῶν αἰσθητῶν τε καὶ νοητῶν παρελθόντα φύσιν, καὶ πάσης τῆς κατὰ τὴν γένεσιν ἰδιότητος γενόμενον καθαρὸν ἀνείμονι καὶ γυμνῇ τῇ διανοίᾳ προσβάλλειν ταῖς περὶ Θεοῦ φαντασίαις. πδ. Μωϋσῆς ὁ μέγας ἔξω τῆς παρεμβολῆς πηξάμενος ἑαυτοῦ τὴν σκηνήν, τουτέστι τὴν γνώμην καὶ τὴν διάνοιαν ἱδρυσάμενος ἔξω τῶν ὁρωμένων, προσκυνεῖν τὸν Θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον εἰσελθών, τὸν ἀειδῆ καὶ ἄϋλον τῆς γνώσεως τόπον, ἐκεῖ μένει τελούμενος τὰς ἱερωτάτας τελετάς. πε.

Ὁ γνόφος ἐστὶν ἡ ἀειδὴς καὶ ἄϋλος καὶ ἀσώματος κατάστασις ἡ τὴν παραδειγματικὴν τῶν ὄντων ἔχουσα γνῶσιν, ἐν ᾗ ὁ γενόμενος ἐντὸς καθάπερ τις ἄλλος Μωϋσῆς φύσει θνητῇ κατανοεῖ τὰ ἀθέατα, δι’ ἧς τῶν θείων ἀρετῶν ἐν ἑαυτῷ ζωγραφήσας τὸ κάλλος ὥσπερ γραφὴν εὐμιμήτως ἔχουσαν τοῦ ἀρχετύπου κάλλους τὸ ἀπεικόνισμα κάτεισιν ἑαυτὸν προβαλλόμενος τοῖς βουλομένοις μιμεῖσθαι τὴν ἀρετὴν καὶ ἐν τούτῳ δεικνύς, ἧς μετειλήφει χάριτος τὸ φιλάνθρωπόν τε καὶ ἄφθονον.

πϛ. Οἱ ἀσπίλως τὴν κατὰ Θεὸν μετερχόμενοι φιλοσοφίαν μέγιστον ἐκ τῆς κατ’ αὐτὴν ἐπιστήμης κέρδος εὑρίσκουσι τὸ μηκέτι τὴν γνώμην τοῖς πράγμασι συμμεταβάλλεσθαι, ἀλλὰ μετ’ εὐσταθοῦς βεβαιότητος πᾶσιν ἐγχειρεῖν προθύμως τοῖς ἁρμόζουσι τῷ λόγῳ τῆς ἀρετῆς. πζ. Τὴν κατὰ σάρκα πρώτην ἐν Χριστῷ διὰ Πνεύματος βαπτισθέντες ἀφθαρσίαν τὴν ἐσχάτην κατ’ αὐτὸν ἐν Πνεύματι, δι’ ἐπιδόσεως ἔργων ἀγαθῶν δηλονότι καὶ τοῦ κατὰ πρόθεσιν θανάτου, τὴν προτέραν φυλάξαντες ἀκηλίδωτον ἐκδεχόμεθα, καθ’ ἣν τῶν ἐχόντων οὐδεὶς ἀποβολὴν δέδοικε τῶν κτηθέντων ἀγαθῶν. πη. Τοῖς ἐπὶ γῆς τῆς θείας ἀρετῆς ἀπ’ οὐρανοῦ δι’ ἔλεον τὸν πρὸς ἡμᾶς τὴν χάριν καταπέμψαι βουληθεὶς ὁ Θεὸς συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ πάντα κατεσκεύασε σοφίας οὖσαν ἀπεικόνισμα καὶ τύπον καὶ μίμημα. πθ. Ἡ χάρις τῆς Νέας Διαθήκης μυστικῶς τῷ τῆς Παλαιᾶς κέκρυπται γράμματι· διό φησιν ὁ Ἀπόστολος, ὅτι ὁ νόμος πνευματικός ἐστιν. ὁ οὖν νόμος τῷ μὲν γράμματι παλαιοῦται καὶ γηράσκει καταργούμενος, τῷ δὲ πνεύματι νεάζει διαπαντὸς ἐνεργούμενος. ἡ γὰρ χάρις παντελῶς ἀπαλαίωτος. ϙ. Ὁ μὲν νόμος σκιὰν ἔχει τοῦ Εὐαγγελίου, τὸ δὲ Εὐαγγέλιον εἰκών ἐστι τῶν μελλόντων ἀγαθῶν. ὁ μὲν γὰρ κωλύει τὰς τῶν κακῶν ἐνεργείας, τὸ δὲ τὰς πράξεις τῶν ἀγαθῶν παρατίθεται. ϙα.

Τὴν ἁγίαν ὅλην Γραφὴν σαρκὶ διαιρεῖσθαι λέγομεν καὶ πνεύματι καθάπερ τινὰ πνευματικὸν ἄνθρωπον οὖσαν. ὁ γὰρ τὸ ῥητὸν τῆς Γραφῆς εἰπὼν εἶναι σάρκα, τὸν δὲ ταύτης νοῦν πνεῦμα, ἤγουν ψυχήν, τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. σοφὸς δὲ προδήλως ὁ τὸ μὲν φθειρόμενον ἀφείς, ὅλος δὲ τοῦ ἀφθάρτου γενόμενος. ϙβ. Ὁ μὲν νόμος σάρξ ἐστι τοῦ κατὰ τὴν ἁγίαν Γραφὴν πνευματικοῦ ἀνθρώπου, αἴσθησις δὲ οἱ προφῆται, τὸ δὲ Εὐαγγέλιον ψυχὴ νοερὰ διὰ σαρκὸς τοῦ νόμου καὶ δι’ αἰσθήσεως τῶν προφητῶν ἐνεργοῦσα καὶ τὴν ἑαυτῆς δύναμιν ταῖς ἐνεργείαις ἐκφαίνουσα. ϙγ. Σκιὰν μὲν εἶχεν ὁ νόμος, εἰκόνα δὲ οἱ προφῆται τῶν ἐν τῷ Εὐαγγελίῳ θείων καὶ πνευματικῶν ἀγαθῶν, αὐτὸ δὲ τὸ Εὐαγγέλιον αὐτὴν παροῦσαν ἡμῖν διὰ τῶν γραμμάτων ἔδειξε τὴν ἀλήθειαν τὴν τῷ νόμῳ προσκιασθεῖσαν καὶ τοῖς προφήταις προεικονισθεῖσαν. ϙδ. Ὁ τὸν νόμον διὰ βίου καὶ πολιτείας ἐπιτελῶν μόνων τῶν τῆς κακίας ἀργεῖ συμπερασμάτων καταθύων τῷ Θεῷ τῶν ἀλόγων παθῶν τὴν ἐνέργειαν· καὶ τούτῳ πρὸς σωτηρίαν ἀρκεῖται τῷ τρόπῳ διὰ τὴν ἐν αὐτῷ πνευματικὴν νηπιότητα. ϙε. Ὁ τῷ προφητικῷ λόγῳ παιδαγωγούμενος πρὸς τῇ ἀποβολῇ τῆς τῶν παθῶν ἐνεργείας καὶ τὰς κατὰ ψυχὴν συνισταμένας αὐτῶν ἐκτίθεται συγκαταθέσεις, ἵνα μὴ τῷ χείρονι, φημὶ δὴ τῇ σαρκί, δοκῶν κακίας ἀπέχεσθαι τῷ κρείττονι, λέγω δὲ τῇ ψυχῇ, λάθῃ ταύτην δαψιλῶς ἐνεργούμενος. ϙϛ.

Ὁ τὴν εὐαγγελικὴν ζωὴν γνησίως ἀσπαζόμενος καὶ ἀρχὴν καὶ τέλος ἑαυτοῦ τῆς κακίας ἐξέτεμε καὶ πᾶσαν ἀρετὴν ἔργῳ τε καὶ λόγῳ μετέρχεται θύων θυσίαν αἰνέσεως καὶ ἐξομολογήσεως πάσης τῆς κατ’ ἐνέργειαν τῶν παθῶν ἀπηλλαγμένος ὀχλήσεως καὶ τῆς κατὰ νοῦν πρὸς αὐτὰ μάχης ὑπάρχων ἐλεύθερος καὶ μόνην ἔχων τὴν ἐπ’ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ψυχὴν διατρέφουσαν ἀκόρεστον ἡδονήν. ϙζ. Τοῖς σπουδαιοτέροις τῶν θείων Γραφῶν ἐπιμεληταῖς δύο ἔχων ἀναφαίνεται μορφὰς ὁ κατὰ τὸν Κύριον Λόγος, τὴν μὲν κοινὴν καὶ δημωδεστέραν καὶ οὐκ ὀλίγοις θεατήν, καθ’ ἣν λέγεται τὸ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, τὴν δὲ κρυφιωτέραν καὶ ὀλίγοις ἐφικτὴν τοῖς ἤδη κατὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τοὺς ἁγίους ἀποστόλους γεγονόσιν, ἐφ’ ὧν ὁ Κύριος μετεμορφώθη πρὸς δόξαν νικῶσαν τὴν αἴσθησιν, καθ’ ἥν ἐστιν ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. τούτων δὲ τῶν δύο μορφῶν ἡ μὲν προτέρα τοῖς εἰσαγομένοις ἁρμόδιος, ἡ δευτέρα δὲ τοῖς κατὰ τὴν γνῶσιν ὡς ἐφικτὸν τελειωθεῖσιν ἀνάλογος.

καὶ ἡ μὲν τῆς πρώτης παρουσίας τοῦ Κυρίου ἐστὶν εἰκών, ἐφ’ ἧς τὸ ῥητὸν τοῦ Εὐαγγελίου θετέον τῆς διὰ παθημάτων καθαιρούσης τοὺς πρακτικούς, ἡ δὲ τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας ἐστὶ προδιατύπωσις, ἐφ’ ἧς τὸ Πνεῦμα νοεῖται, τῆς διὰ σοφίας τοὺς γνωστικοὺς μεταμορφούσης πρὸς θέωσιν ἐκ τῆς ἐν αὐτοῖς τοῦ Λόγου μεταμορφώσεως ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζομένους. ϙη. Ὁ μὲν ἀκατασείστως ὑπὲρ ἀρετῆς ἐγκαρτερῶν τοῖς δεινοῖς ἐνεργουμένην ἐφ’ ἑαυτὸν ἔχει τὴν πρώτην τοῦ Λόγου παρουσίαν πάσης αὐτὸν κηλίδος καθαίρουσαν, ὁ δὲ τὸν νοῦν πρὸς τὴν τῶν Ἀγγέλων διὰ θεωρίας μεταβιβάσας κατάστασιν τῆς δευτέρας ἔχει παρουσίας τὴν δύναμιν ἐνεργοῦσαν αὐτῷ τὸ ἀπαθὲς καὶ ἀνάλωτον. ϙθ. Αἴσθησις μὲν ἕπεται τῷ πρακτικῷ διὰ πόνου κατορθοῦντι τὰς ἀρετάς, ἀναισθησία δὲ τῷ γνωστικῷ τὸν νοῦν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ κόσμου συστείλαντι πρὸς Θεόν. ὁ μὲν γὰρ λῦσαι τὴν ψυχὴν τῶν κατὰ φύσιν τῆς σχέσεως πρὸς τὴν σάρκα δεσμῶν διὰ τῆς πρακτικῆς ἀγωνιζόμενος ἔχει τὴν γνώμην τοῖς πόνοις συχνῶς ἐποκλάζουσαν, ὁ δὲ ταύτης τῆς σχέσεως ἀνασπάσας διὰ τῆς θεωρίας τοὺς ἥλους οὐδενὶ τὸ σύνολόν ἐστι καθεκτός, καθαρὸς ἤδη γενόμενος τοῦ πάσχειν τε καὶ κρατεῖσθαι πεφυκότος παρὰ τῶν ἑλεῖν βουλομένων. ρ.

Τὸ μάννα τὸ δοθὲν τῷ Ἰσραὴλ κατὰ τὴν ἔρημον ὁ τοῦ Θεοῦ Λόγος ἐστὶ πρὸς πᾶσαν ἡδονὴν πνευματικὴν ἀρκῶν τοῖς ἐσθίουσιν αὐτὸν καὶ πρὸς πᾶσαν γεῦσιν κατὰ τὴν διαφορὰν τῆς τῶν ἐσθιόντων ἐπιθυμίας μετακιρνώμενος. πάσης γὰρ ἔχει πνευματικῆς βρώσεως ποιότητα. διὸ τοῖς μὲν ἄνωθεν ἐκ σπορᾶς ἀφθάρτου διὰ Πνεύματος γεννηθεῖσι λογικὸν ἄδολον γίνεται γάλα, τοῖς δὲ ἀσθενοῦσι λάχανον τὴν παθοῦσαν τῆς ψυχῆς παραμυθούμενος δύναμιν, τοῖς δὲ διὰ τὴν ἕξιν τὰ αἰσθητήρια τῆς ψυχῆς γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ στερεὰν ἑαυτὸν δίδωσι τροφήν. ἔχει δὲ καὶ ἄλλας ἀπείρους δυνάμεις ὁ τοῦ Θεοῦ Λόγος ἐνταῦθα μὴ χωρουμένας, ἀναλύσας δέ τις καὶ ἄξιος γενόμενος ἐπὶ πολλῶν ἢ ἐπὶ πάντων κατασταθῆναι λήψεται κἀκείνας ὅλας ἤ τινας τοῦ Λόγου τὰς δυνάμεις διὰ τὸ ἐν ἐλαχίστῳ αὐτὸν ἐνταῦθα πιστὸν γεγονέναι. πᾶσα γὰρ τῶν ἐνταῦθα διδομένων θείων χαρισμάτων ἀκρότης συγκρίσει τῶν μελλόντων ἐλάχιστόν τι καὶ μέτριόν ἐστιν.