Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Έναρξη της δεύτερης εκατοντάδας: Η Αγία Τριάδα και τα μυστήρια της Μεταμορφώσεως

Η αρχή της δεύτερης εκατοντάδας με επίκεντρο τη θεολογία της Τριάδος, τον κόκκο της πίστεως, τη Μεταμόρφωση και την εξύψωση του νου προς τη θεία γνώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 9

Ἑκατοντὰς β α. Εἷς Θεός, ὅτι μία θεότης, ἄναρχος καὶ ἁπλῆ καὶ ὑπερούσιος καὶ ἀμερὴς καὶ ἀδιαίρετος· ἡ αὐτὴ μονὰς καὶ Τριάς, ὅλη μονὰς ἡ αὐτὴ καὶ ὅλη Τριὰς ἡ αὐτή· μονὰς ὅλη κατὰ τὴν οὐσίαν ἡ αὐτὴ καὶ Τριὰς ὅλη κατὰ τὰς ὑποστάσεις ἡ αὐτή. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ Πνεῦμα Ἅγιον ἡ θεότης, καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι ἡ θεότης· ὅλη ἐν ὅλῳ τῷ Πατρὶ ἡ αὐτὴ καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Πατήρ, καὶ ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτὴ καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Υἱός, καὶ ὅλη ἐν ὅλῳ τῷ Πνεύματι τῷ Ἁγίῳ ἡ αὐτὴ καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ Ἅγιον· ὅλη Πατὴρ καὶ ἐν ὅλῳ τῷ Πατρὶ καὶ ὅλος ἐν ὅλῃ ὁ Πατὴρ καὶ ὅλη ὅλος ὁ Πατήρ, καὶ ὅλη ὅλος ὁ Υἱὸς ἡ αὐτὴ καὶ ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτὴ καὶ ὅλος ὅλη καὶ ἐν ὅλῃ τῇ αὐτῇ ὁ Υἱός, καὶ ὅλη Πνεῦμα Ἅγιον ἡ αὐτὴ καὶ ἐν ὅλῳ τῷ Πνεύματι τῷ Ἁγίῳ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὅλον ὅλη καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ Ἅγιον. οὐ γὰρ ἐκ μέρους ἡ θεότης ἐν τῷ Πατρὶ ἢ ἐκ μέρους Θεὸς ὁ Πατήρ, οὔτε ἐκ μέρους ἐν τῷ Υἱῷ ἡ θεότης ἢ ἐκ μέρους Θεὸς ὁ Υἱός, οὔτε ἐκ μέρους ἐν τῷ Ἁγίῳ Πνεύματι ἡ θεότης ἢ ἐκ μέρους Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. οὔτε γὰρ μεριστὴ ἡ θεότης, οὔτε ἀτελὴς Θεὸς ὁ Πατὴρ ἢ ὁ Υἱὸς ἢ τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ’ ὅλη ἐστὶν ἡ αὐτὴ τελεία τελείως ἐν τελείῳ τῷ Πατρὶ καὶ ὅλη τελεία τελείως ἐν τελείῳ τῷ Υἱῷ ἡ αὐτὴ καὶ ὅλη τελεία τελείως ἡ αὐτὴ ἐν τελείῳ τῷ Ἁγίῳ Πνεύματι.

ὅλος γὰρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Πατὴρ καὶ ὅλος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Υἱὸς καὶ ὅλον ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ τελείως ἐστὶ τὸ Πνεῦμα τὸ Ἅγιον. διὸ καὶ εἷς Θεὸς ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. μία γὰρ καὶ ἡ αὐτὴ οὐσία καὶ δύναμις καὶ ἐνέργεια Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος οὐκ ὄντος οὐδενὸς τοῦ ἑτέρου χωρὶς ἢ νοουμένου. β. Πᾶσα νόησις τῶν νοούντων καὶ νοουμένων ἐστίν, ὁ δὲ Θεὸς οὔτε τῶν νοούντων ἐστὶν οὔτε τῶν νοουμένων ὑπὲρ ταῦτα γάρ, ἐπεὶ περιγράφεται τῆς τοῦ νοουμένου σχέσεως ὡς νοῶν προσδεόμενος ἢ τῷ νοοῦντι φυσικῶς ὑποπίπτων διὰ τὴν σχέσιν νοούμενος. λείπεται γοῦν μήτε νοεῖν μήτε νοεῖσθαι τὸν Θεὸν ὑπολαμβάνειν, ἀλλ’ ὑπὲρ τὸ νοεῖν εἶναι καὶ νοεῖσθαι. τῶν γὰρ μετ’ αὐτὸν φυσικῶς ἐστι τὸ νοεῖν καὶ τὸ νοεῖσθαι. γ. Πᾶσα νόησις ὥσπερ ἐν οὐσίᾳ πάντως ἔχει τὴν θέσιν ὡς ποιότης, οὕτω καὶ περὶ οὐσίαν πεποιωμένην ἔχει τὴν κίνησιν. οὐ γὰρ ἄφετόν τι καθόλου καὶ ἁπλοῦν καθ’ ἑαυτὸ ὑφεστὼς δυνατόν ἐστιν αὐτὴν ὑποδέξασθαι, ὅτι μὴ ἄφετός ἐστι καὶ ἁπλῆ. ὁ δὲ Θεὸς κατ’ ἄμφω πάμπαν ὑπάρχων ἁπλοῦς καὶ οὐσία τοῦ ἐν ὑποκειμένῳ χωρὶς καὶ νόησις μὴ ἔχουσά τι καθάπαξ ὑποκείμενον οὐκ ἔστι τῶν νοούντων καὶ νοουμένων ὡς ὑπὲρ οὐσίαν ὑπάρχων δηλονότι καὶ νόησιν. δ.

Ὥσπερ ἐν τῷ κέντρῳ τῶν ἐξ αὐτοῦ κατ’ εὐθεῖαν ἐκτεταμένων γραμμῶν ἀδιαίρετος θεωρεῖται παντελῶς ἡ θέσις, οὕτως ὁ ἀξιωθεὶς ἐν τῷ Θεῷ γενέσθαι πάντας εἴσεται τοὺς ἐν αὐτῷ τῶν γεγονότων προϋφεστῶτας λόγους καθ’ ἁπλῆν τινα καὶ ἀδιαίρετον γνῶσιν. ε. Μορφουμένη τοῖς νοουμένοις ἡ νόησις πολλαὶ νοήσεις ἡ μία καθίσταται νόησις κατ’ εἶδος ἕκαστον μορφουμένη τῶν νοουμένων. ὁπηνίκα δὲ τῶν μορφούντων αὐτὴν αἰσθητῶν τε καὶ νοητῶν τὸ πλῆθος περάσασα γένηται πάμπαν ἀνείδεος, τηνικαῦτα προσφυῶς αὐτὴν ὁ ὑπὲρ νόησιν οἰκειοῦται Λόγος καταπαύων αὐτὴν τῶν ἀλλοιοῦν αὐτὴν ταῖς τῶν νοημάτων μορφαῖς πεφυκότων· ὅπερ ὁ παθὼν καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

ϛ. Ὁ τὴν ἐφικτὴν ἀνθρώποις ἐνταῦθα τελειότητα φθάσας καρποφορεῖ τῷ Θεῷ ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, πρὸς δὲ τὸ μέλλον ἀφθαρσίαν καὶ ἀϊδιότητα καὶ τὰ τούτοις ὅμοια· καὶ μήποτε τὰ μὲν πρῶτα προσήκει τῷ τὴν πρακτικὴν τελειώσαντι, τὰ δεύτερα δὲ τῷ διὰ γνώσεως ἀληθοῦς ἐκστάντι τῶν πεποιημένων. ζ. Ὥσπερ ἴδιον παρακοῆς ἔργον ἐστὶν ἡ ἁμαρτία, οὕτως ἴδιον ὑπακοῆς ἔργον ἐστὶν ἡ ἀρετή, καὶ ὥσπερ τῇ μὲν παρακοῇ παρακολουθεῖ παράβασις ἐντολῶν καὶ τοῦ ἐντειλαμένου διαίρεσις, οὕτω τῇ ὑπακοῇ ἐφέπεται συντήρησις ἐντολῶν καὶ ἡ πρὸς τὸν ἐντειλάμενον ἕνωσις. ὁ γοῦν συντηρήσας δι’ ὑπακοῆς ἐντολὴν καὶ δικαιοσύνην εἰργάσατο καὶ τὴν πρὸς τὸν ἐντειλάμενον ἕνωσιν διὰ τῆς ἀγάπης ἐτήρησεν ἀδιαίρετον, ὁ δὲ παραβὰς διὰ παρακοῆς ἐντολὴν καὶ τὴν ἁμαρτίαν εἰργάσατο, καὶ τῆς κατ’ ἀγάπην ἑαυτὸν πρὸς τὸν ἐντειλάμενον διεῖλεν ἑνώσεως. η.

Ὁ ἐκ τῆς κατὰ τὴν παράβασιν διαιρέσεως συναγόμενος πρῶτον χωρίζεται τῶν παθῶν, ἔπειτα τῶν ἐμπαθῶν λογισμῶν, εἶτα φύσεως καὶ τῶν περὶ φύσιν λόγων, εἶτα νοημάτων καὶ τῶν περὶ αὐτὰ γνώσεων, καὶ τελευταῖον τῶν περὶ Προνοίας λόγων διαδρὰς τὸ ποικίλον εἰς αὐτὸν ἀγνώστως καταντᾷ τὸν περὶ μονάδος λόγον, καθ’ ὃν μόνην θεωρήσας ἑαυτοῦ τὴν ἀτρεψίαν ὁ νοῦς χαίρει τὴν ἀνεκλάλητον χαρὰν ὡς τὴν εἰρήνην εἰληφὼς τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν καὶ φρουροῦσαν διηνεκῶς ἄπτωτον τὸν αὐτῆς ἀξιούμενον. θ. Ὁ τῆς Γεέννης φόβος κακίαν φεύγειν παρασκευάζει τοὺς εἰσαγομένους, ὁ δὲ πόθος τῆς τῶν ἀγαθῶν ἀντιδόσεως τοῖς προκόπτουσι τὴν ἐπ’ ἐνεργείᾳ τῶν ἀρετῶν χαρίζεται προθυμίαν, τὸ δὲ τῆς ἀγάπης μυστήριον πάντων ὑπεραίρει τῶν γεγονότων τὸν νοῦν πρὸς πάντα τὰ μετὰ Θεὸν τυφλὸν ἀπεργαζόμενον. μόνους γὰρ τοὺς τυφλοὺς πρὸς πάντα τὰ μετὰ Θεὸν γεγενημένους ὁ Κύριος σοφίζει δεικνὺς τὰ θειότερα. ι. Ὁ τοῦ Θεοῦ Λόγος κόκκῳ σινάπεως ἐοικὼς πρὸ τῆς γεωργίας εἶναι δοκεῖ πάνυ μικρός· ἐπειδὰν δὲ γεωργηθῇ δεόντως, τοσοῦτον διαδείκνυται μέγας, ὥστε τοὺς τῶν αἰσθητῶν καὶ τῶν νοητῶν κτισμάτων μεγαλοφυεῖς λόγους πτηνῶν δίκην αὐτῷ ἐπαναπαύεσθαι. πάντων γὰρ οἱ λόγοι καθεστήκασιν αὐτῷ χωρητοί, αὐτὸς δὲ τῶν ὄντων ἐστὶν οὐδενὶ χωρητός.

διὸ τὸν ἔχοντα πίστιν ὡς κόκκον σινάπεως δύνασθαι μεταθεῖναι λόγῳ τὸ ὄρος, ὃ ὁ Κύριος ἔφη, τουτέστι τὸ καθ’ ἡμῶν τοῦ διαβόλου κράτος ἀποδιώκειν καὶ μετατιθέναι τῆς βάσεως. ια. Κόκκος σινάπεώς ἐστιν ὁ Κύριος κατὰ πίστιν ἐν Πνεύματι σπειρόμενος ἐν ταῖς καρδίαις τῶν δεχομένων, ὃν ὁ ἐπιμελῶς διὰ τῶν ἀρετῶν γεωργήσας τὸ μὲν ὄρος τοῦ χοϊκοῦ φρονήματος μετατίθησι τὴν δυσκίνητον ἕξιν ἑαυτοῦ τῆς κακίας κατ’ ἐξουσίαν ἀπωθούμενος, τοὺς δὲ λόγους ἑαυτῷ τῶν ἐντολῶν καὶ τοὺς τρόπους ἢ καὶ τὰς θείας δυνάμεις ὥσπερ πετεινὰ οὐρανοῦ ἐπαναπαύει. ιβ. Τῷ Κυρίῳ καθάπερ τινὶ θεμελίῳ πίστεως τὸ ὕψος ἐποικοδομοῦντες τῶν ἀγαθῶν χρυσίον, ἀργύριον, λίθους τιμίους ἐπιθώμεθα, τουτέστι θεολογίαν καθαρὰν καὶ ἀκίβδηλον καὶ βίον διαφανῆ καὶ λαμπρὸν καὶ θείους λογισμοὺς καὶ μαργαρώδη νοήματα, ἀλλὰ μὴ ξύλα, μὴ χόρτον μήτε καλάμην, τουτέστι μήτε εἰδωλολατρείαν, ἤγουν τὴν περὶ τὰ αἰσθητὰ πτόησιν, μήτε βίον ἀλόγιστον μήτε λογισμοὺς ἐμπαθεῖς καὶ τῆς κατὰ σοφίαν συνέσεως ὥσπερ ἀσταχύων ἐστερημένους. ιγ. Ὁ γνώσεως ἐφιέμενος ἀμετακινήτους τὰς βάσεις τῆς ψυχῆς ἐρεισάτω παρὰ τῷ Κυρίῳ, καθά φησιν ὁ Θεὸς τῷ Μωϋσῇ· σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ.

ἰστέον δέ, ὅτι καὶ ἐν αὐτοῖς τοῖς ἱσταμένοις παρὰ τῷ Κυρίῳ ἐστὶ διαφορά, εἴπερ ἐκεῖνο μὴ παρέργως ἀναγινώσκεται τοῖς φιλομαθέσι τό εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. οὐ γὰρ πᾶσιν ἀεὶ μετὰ δόξης ὁ Κύριος ἐπιφαίνεται τοῖς παρ’ αὐτῷ ἱσταμένοις, ἀλλὰ τοῖς μὲν εἰσαγομένοις ἐν δούλου μορφῇ παραγίνεται, τοῖς δὲ δυναμένοις ἀκολουθῆσαι αὐτῷ ἐπὶ τὸ ὑψηλὸν ἀναβαίνοντι τῆς αὐτοῦ μεταμορφώσεως ὄρος ἐν μορφῇ Θεοῦ ἐπιφαίνεται, ἐν ᾗ ὑπῆρχε πρὸ τοῦ τὸν κόσμον εἶναι. δυνατὸν οὖν ἐστι μὴ κατὰ τὸ αὐτὸ τὸν αὐτὸν πᾶσι τοῖς παρ’ αὐτῷ τυγχάνουσιν ἐπιφαίνεσθαι Κύριον, ἀλλὰ τοῖς μὲν οὕτως, τοῖς δὲ ἑτέρως, κατὰ τὸ μέτρον τῆς ἐν ἑκάστῳ πίστεως δηλονότι ποικίλλων τὴν θεωρίαν. ιδ. Ὅταν περιφανὴς καὶ λαμπρὸς ἐν ἡμῖν ὁ τοῦ Θεοῦ γένηται Λόγος καὶ τὸ πρόσωπον αὐτοῦ λάμψῃ καθάπερ ἥλιος, τότε καὶ τὰ ἱμάτια αὐτοῦ φαίνεται λευκά, τουτέστι τὰ ῥήματα τῆς ἁγίας τῶν Εὐαγγελίων Γραφῆς τρανὰ καὶ σαφῆ καὶ μηδὲν ἔχοντα κεκαλυμμένον, ἀλλὰ καὶ Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ παραγίνονται, τουτέστιν οἱ τοῦ νόμου καὶ τῶν προφητῶν πνευματικώτεροι λόγοι. ιε.

Ὥσπερ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου, ὡς γέγραπται, μετὰ τῶν Ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός, οὕτως καθ’ ἑκάστην προκοπὴν ἀρετῆς μεταμορφοῦται τοῖς ἀξίοις ὁ τοῦ Θεοῦ Λόγος ἐρχόμενος μετὰ τῶν Ἀγγέλων αὐτοῦ ἐν τῇ δόξῃ τοῦ Πατρός. οἱ γὰρ ἐν νόμῳ καὶ προφήταις πνευματικώτεροι λόγοι, οὓς Μωϋσῆς καὶ Ἠλίας δι’ ἑαυτῶν προτυποῦσι μετὰ τοῦ Κυρίου φαινόμενοι κατὰ τὴν μεταμόρφωσιν τοῦ Θεοῦ, τὴν ἀναλογίαν σῴζουσι τῆς ἐν αὐτοῖς δόξης τὴν τέως χωρητὴν τοῖς ἀξίοις ἀποκαλύπτοντες δύναμιν.

ιϛ. Ὁ τὸν περὶ μονάδος ποσῶς μυηθεὶς λόγον πάντως καὶ τοὺς περὶ προνοίας καὶ κρίσεως ἐπέγνω λόγους συνόντας αὐτῷ. διὸ καὶ τρεῖς γενέσθαι σκηνὰς παρ’ ἑαυτῷ κατὰ τὸν ἅγιον Πέτρον τοῖς ὁραθεῖσι καλὸν εἶναι ψηφίζεται, τουτέστι τὰς τρεῖς ἕξεις τῆς σωτηρίας, τὴν τῆς ἀρετῆς λέγω καὶ τὴν τῆς γνώσεως καὶ τὴν τῆς θεολογίας. ἡ μὲν γὰρ δεῖται τῆς κατὰ πρᾶξιν ἀνδρείας καὶ σωφροσύνης, ἧς ὁ μακάριος τύπος ὑπῆρχεν Ἠλίας, ἡ δὲ τῆς κατὰ τὴν φυσικὴν θεωρίαν δικαιοσύνης, ἣν ὁ μέγας ἐμήνυε δι’ ἑαυτοῦ Μωϋσῆς, ἡ δὲ τῆς κατὰ τὴν φρόνησιν ἀκραιφνοῦς τελειότητος, ἣν ὁ Κύριος ἐδήλου. σκηναὶ δὲ προσηγορεύθησαν διὰ τὸ ἄλλας εἶναι τούτων κρείττους καὶ περιφανεστέρας τὰς τοὺς ἀξίους κατὰ τὸ μέλλον διαδεξομένας λήξεις. ιζ. Ὁ μὲν πρακτικὸς ἐν σαρκὶ λέγεται παροικεῖν ὡς τῆς ψυχῆς τὴν πρὸς τὴν σάρκα σχέσιν διὰ τῶν ἀρετῶν ἐκτέμνων καὶ τῶν ὑλικῶν ἑαυτοῦ περιελόμενος τὴν ἀπάτην, ὁ δὲ γνωστικὸς καὶ ἐν αὐτῇ τῇ ἀρετῇ λέγεται παροικεῖν ὡς ἐν ἐσόπτροις ἔτι καὶ αἰνίγμασι θεωρῶν τὴν ἀλήθειαν. οὔπω γὰρ αὐτῷ τὰ τῶν ἀγαθῶν αὐθυπόστατα εἴδη καθώς εἰσιν ἐθεάθησαν διὰ τῆς πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως. ἐν εἰκόνι γὰρ τῶν ἀγαθῶν ὡς πρὸς τὸ μέλλον πᾶς ἅγιος διαπορεύεται βοῶν· πάροικός εἰμι καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ιη. Τὸν εὐχόμενον οὐ δεῖ στῆναί ποτε τῆς ἐπὶ Θεὸν ἀγούσης ὑψηλῆς ἀναβάσεως.

ὡς γὰρ ἀναβάσεις χρὴ νοεῖσθαι κατὰ τὴν ἐκ δυνάμεως εἰς δύναμιν ἐν τῇ πρακτικῇ τῶν ἀρετῶν προκοπὴν καὶ τὴν ἀπὸ δόξης εἰς δόξαν τῶν πνευματικῶν τῆς θεωρίας γνώσεων ἐπανάβασιν καὶ τὴν ἀπὸ τοῦ ῥητοῦ τῆς ἁγίας Γραφῆς ἐπὶ τὸ πνεῦμα μετάβασιν, οὕτω καὶ ἐν τῷ περὶ εὐχῶν τόπῳ γινόμενον χρὴ ποιεῖν, ἐπαίρειν τὸν νοῦν ἀπὸ τῶν ἀνθρωπίνων καὶ τὸ φρόνημα τῆς ψυχῆς ἐπὶ τὰ θειότερα, ἵνα δυνηθῇ ὁ νοῦς ἀκολουθῆσαι τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ τῷ Υἱῷ τοῦ Θεοῦ πανταχοῦ ὄντι καὶ πάντα διερχομένῳ δι’ ἡμᾶς οἰκονομικῶς, ἵνα καὶ ἡμεῖς ἀκολουθοῦντες αὐτῷ πάντα διέλθωμεν τὰ μετ’ αὐτὸν καὶ γενώμεθα πρὸς αὐτόν, ἐάν γε νοῶμεν αὐτὸν οὐ κατὰ τὴν σμικρότητα τῆς οἰκονομικῆς συγκαταβάσεως, ἀλλὰ κατὰ τὴν μεγαλειότητα τῆς φυσικῆς ἀοριστίας. ιθ. Καλὸν ἀεὶ σχολάζειν καὶ ζητεῖν τὸν Θεόν, ὡς προσετάγημεν. κἂν γὰρ κατὰ τὴν παροῦσαν ζωὴν ζητοῦντες ἐπὶ τὸ πέρας ἐλθεῖν τοῦ βάθους τοῦ Θεοῦ οὐ δυνώμεθα, ἀλλ’ ἴσως καὶ ἐπ’ ὀλίγον τοῦ βάθους αὐτοῦ φθάνοντες θεωροῦμεν ἁγίων ἁγιώτερα καὶ πνευματικῶν πνευματικώτερα· καὶ δηλοῖ τυπικῶς ὁ ἀρχιερεὺς ἀπὸ τῶν ἁγίων τῶν τῆς αὐλῆς ἁγιωτέρων ἐπὶ τὰ Ἅγια τῶν ἁγίων τῶν τῶν ἁγίων ἁγιωτέρων εἰσιών. κ.

Πᾶς τοῦ Θεοῦ Λόγος οὔτε πολύλογος οὔτε πολυλογία ἐστίν, ἀλλ’ εἷς συνεστὼς ἐκ διαφόρων θεωρημάτων, ὧν ἕκαστον μέρος ἐστὶ τοῦ Λόγου, ὥστε ὁ λέγων ὑπὲρ ἀληθείας, κἂν οὕτως εἰπεῖν δυνηθῇ ὡς μηδὲν εἰς τὸ ζητούμενον παραλιπεῖν, ἕνα Λόγον εἴρηκε τοῦ Θεοῦ. κα. Ἐν μὲν τῷ Χριστῷ Θεῷ ὄντι καὶ Λόγῳ τοῦ Πατρὸς ὅλον κατ’ οὐσίαν οἰκεῖ τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἐν ἡμῖν δὲ κατὰ χάριν οἰκεῖ τὸ πλήρωμα τῆς θεότητος, ἡνίκα πᾶσαν ἐν ἑαυτοῖς ἀθροίσωμεν ἀρετὴν καὶ σοφίαν μηδενὶ τρόπῳ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ λειπομένην τῆς πρὸς τὸ ἀρχέτυπον ἀληθοῦς ἐκμιμήσεως. οὐ γὰρ ἀπεικὸς κατὰ τὸν θέσει λόγον καὶ ἐν ἡμῖν οἰκῆσαι τὸ πλήρωμα τῆς θεότητος τὸ ἐκ διαφόρων συνεστηκὸς πνευματικῶν θεωρημάτων. κβ. Ὥσπερ ὁ παρ’ ἡμῖν λόγος ἐκ τοῦ νοῦ κατὰ φύσιν προερχόμενος ἄγγελος τῶν κρυπτομένων τοῦ νοῦ κινημάτων ἐστίν, οὕτως ὁ τοῦ Θεοῦ Λόγος κατ’ οὐσίαν ἐγνωκὼς τὸν Πατέρα καθάπερ Λόγος τὸν γεννήσαντα Νοῦν οὐδενὸς τῶν γεννητῶν προσβάλλειν αὐτῷ χωρὶς αὐτοῦ δυναμένου ἀποκαλύπτει ὃν ἔγνω Πατέρα ὡς κατὰ φύσιν Λόγος, καθὸ καὶ Μεγάλης βουλῆς Ἄγγελος λέγεται. κγ. Μεγάλη βουλὴ τοῦ Θεοῦ καὶ Πατρός ἐστι τὸ σεσιγημένον καὶ ἄγνωστον τῆς οἰκονομίας μυστήριον, ὅπερ πληρώσας διὰ τῆς σαρκώσεως ὁ μονογενὴς Υἱὸς ἀπεκάλυψεν Ἄγγελος γενόμενος τῆς Μεγάλης τοῦ Θεοῦ καὶ Πατρὸς προαιωνίου βουλῆς.

γίνεται δὲ τῆς Μεγάλης τοῦ Θεοῦ βουλῆς Ἄγγελος ὁ γνοὺς τοῦ μυστηρίου τὸν λόγον καὶ τοσοῦτον ἔργῳ τε καὶ λόγῳ διὰ πάντων ἀκαταλήκτως ὑψούμενος, μέχρις ἂν φθάσῃ τὸν πρὸς αὐτὸν τοσοῦτον κατελθόντα. κδ. Εἰ δι’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος οἰκονομικῶς κατῆλθεν εἰς τὰ κατώτερα μέρη τῆς γῆς, καὶ ἀνῆλθεν ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁ πάντῃ κατὰ φύσιν ἀκίνητος ἐν ἑαυτῷ κατ’ οἰκονομίαν ὡς ἀνθρώπῳ προενεργῶν τὰ ἐσόμενα, σκοπείτω χαίρων μυστικῶς ὁ τὴν φιλίαν στέργων τῆς γνώσεως, ὁποῖόν ἐστι τὸ κατ’ ἐπαγγελίαν τέλος τῶν ἀγαπώντων τὸν Κύριον. κε. εἰ διὰ τοῦτο γέγονεν υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος, ἵνα ποιήσῃ θεοὺς καὶ υἱοὺς Θεοῦ τοὺς ἀνθρώπους, ἐκεῖ γενήσεσθαι πιστεύσωμεν, ἔνθα νῦν αὐτός ἐστιν ὁ Χριστὸς ὡς κεφαλὴ τοῦ ὅλου σώματος καὶ ὑπὲρ ἡμῶν γενόμενος πρόδρομος πρὸς τὸν Πατέρα τὸ καθ’ ἡμᾶς. ἐν γὰρ συναγωγῇ θεῶν τῶν σῳζομένων ἔσται Θεὸς μέσος ἱστάμενος διανέμων τὰς ἀξίας τῆς ἐκεῖθεν μακαριότητος τοπικὴν οὐκ ἔχων ἀπὸ τῶν ἀξίων διάστασιν.