Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Βαθμίδες αποκαλύψεως του Λόγου και αλληγορική ερμηνεία της Γραφής

Εξέταση της ενέργειας του ενσαρκωμένου Λόγου και συμβολική ανάλυση βιβλικών γεγονότων, όπως το θαύμα του Ιησού του Ναυή και τα πρόσωπα της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 6 από 9

κϛ. Ὁ τὰς ἐμπαθεῖς τῆς σαρκὸς ὀρέξεις ἔτι πληρῶν ὡς εἰδωλολάτρης καὶ εἰδωλοποιὸς τὴν γῆν οἰκεῖ τῶν Χαλδαίων. ἐπὰν δὲ μικρὸν τὰ πράγματα διακρίνας αἴσθησιν λάβῃ τῶν καθηκόντων τῆς φύσεως τρόπων, τὴν γῆν τῶν Χαλδαίων ἀφεὶς ἔρχεται εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὴν μεταίχμιον ἀρετῆς καὶ κακίας λέγω κατάστασιν τὴν μήπω τῆς κατ’ αἴσθησιν πλάνης καθαρὰν γενομένην τοῦτο γὰρ ἡ Χαρράν. εἰ δὲ καὶ τὴν δι’ αἰσθήσεως γινομένην σύμμετρον τοῦ καλοῦ σύνεσιν ὑπερκύψει, πρὸς τὴν γῆν ἐπείξεται τὴν ἀγαθήν, τοῦτ’ ἔστιν, εἰς τὴν πάσης κακίας καὶ ἀγνωσίας ἐλευθέραν κατάστασιν, ἣν ὁ ἀψευδὴς Θεὸς δείκνυσι καὶ ἐπαγγέλλεται δώσειν ὥσπερ ἔπαθλον ἀρετῆς τοῖς ἀγαπῶσιν αὐτόν. κζ. Εἰ ἐσταυρώθη δι’ ἡμᾶς ἐξ ἀσθενείας ὁ τοῦ Θεοῦ Λόγος καὶ ἠγέρθη ἐκ δυνάμεως Θεοῦ, δῆλον ὅτι πνευματικῶς δι’ ἡμᾶς ἀεὶ τοῦτο καὶ ποιεῖ καὶ πάσχει ὡς πᾶσι πάντα γινόμενος, ἵνα σώσῃ τοὺς πάντας. οὐκοῦν καλῶς ὁ θεῖος Ἀπόστολος ἐν τοῖς Κορινθίοις ἀσθενοῦσιν οὐδὲν ἔκρινεν εἰδέναι, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυρωμένον.

Ἐφεσίοις δὲ γράφει τελείοις οὖσι τὸ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ὁ Θεὸς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ κατὰ τὴν ἀναλογοῦσαν ἑκάστῳ δύναμιν τὸν τοῦ Θεοῦ Λόγον γίνεσθαι φάσκων. σταυροῦται τοίνυν τοῖς ἔτι πρὸς εὐσέβειαν πρακτικῶς εἰσαγομένοις τὰς ἐμπαθεῖς αὐτῶν τῷ θείῳ φόβῳ προσηλῶν ἐνεργείας, ἀνίσταται δὲ καὶ ἄνεισιν εἰς οὐρανοὺς τοῖς ὅλον τὸν παλαιὸν ἀπεκδυσαμένοις ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ὅλον τὸν νέον ἐνδυσαμένοις, τὸν διὰ τοῦ Πνεύματος κατ’ εἰκόνα Θεοῦ κτιζόμενον, καὶ πρὸς τὸν Πατέρα τῆς ἐν αὐτοῖς χάριτος γενομένοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου εἴτε ἐν τῷ αἰῶνι τούτῳ εἴτε ἐν τῷ μέλλοντι. πάντα γὰρ τὰ μετὰ Θεὸν καὶ πράγματα καὶ ὀνόματα καὶ ἀξιώματα ὑπὸ τὸν ἐν τῷ Θεῷ διὰ τῆς χάριτος γενησόμενον ἔσται. κη. Ὥσπερ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σάρκα παρουσίας νοητῶς ὁ τοῦ Θεοῦ Λόγος τοῖς πατριάρχαις καὶ προφήταις ἐνεδήμει προτυπῶν τὰ μυστήρια τῆς αὐτοῦ παρουσίας, οὕτω καὶ μετὰ ταύτην τὴν ἐνδημίαν οὐ μόνον ἐν τοῖς ἔτι νηπίοις παραγίνεται διατρέφων πνευματικῶς καὶ ἄγων πρὸς ἡλικίαν τῆς κατὰ Θεὸν τελειότητος, ἀλλὰ καὶ ἐν τοῖς τελείοις προδιαγράφων αὐτοῖς κρυφίως τῆς μελλούσης αὐτοῦ παρουσίας ὡς ἐν εἰκόνι τοὺς χαρακτῆρας. κθ.

Ὥσπερ οἱ τοῦ νόμου καὶ τῶν προφητῶν λόγοι πρόδρομοι τυγχάνοντες τῆς κατὰ σάρκα τοῦ Λόγου παρουσίας τὰς ψυχὰς εἰς Χριστὸν ἐπαιδαγώγουν, οὕτω καὶ αὐτὸς ὁ δεδοξασμένος τοῦ Θεοῦ Λόγος σαρκωθεὶς πρόδρομος τῆς πνευματικῆς αὐτοῦ παρουσίας γεγένηται παιδαγωγῶν τὰς ψυχὰς διὰ τῶν οἰκείων λόγων πρὸς ὑποδοχὴν τῆς ἐμφανοῦς αὐτοῦ θεϊκῆς παρουσίας· ἣν ἀεὶ μὲν ποιεῖται μεταβάλλων ἀπὸ τῆς σαρκὸς πρὸς τὸ πνεῦμα διὰ τῶν ἀρετῶν τοὺς ἀξίους, ποιήσει δὲ καὶ ἐπὶ τέλει τοῦ αἰῶνος ἐμφανῶς ἀποκαλύπτων τὰ τέως πᾶσιν ἀπόρρητα. λ. Ὅσον ἐγώ εἰμι ἀτελὴς καὶ ἀνυπότακτος μὴ ὑπακούων τοῦ Θεοῦ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν μήτε γινόμενος κατὰ τὴν γνῶσιν τέλειος ταῖς φρεσίν, ἀτελὴς καὶ ἀνυπότακτος τὸ κατ’ ἐμὲ καὶ Χριστὸς νομίζεται δι’ ἐμέ· μειῶ γὰρ αὐτὸν καὶ κολοβῶ μὴ συναυξάνων αὐτῷ κατὰ πνεῦμα ὡς σῶμα Χριστοῦ τυγχάνων καὶ μέλη ἐκ μέρους. λα. Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος φησὶν ἡ Γραφή. οὐκοῦν καὶ ὁ Λόγος ποτὲ μὲν νομίζεται ἄνω, ποτὲ δὲ κάτω, κατὰ τὴν ἀξίαν δηλονότι καὶ αὐτὸν τὸν λόγον ἢ τὸν τρόπον τῶν μετερχομένων τὴν ἀρετὴν καὶ περὶ τὴν θείαν κινουμένων γνῶσιν.

μακάριος δὲ ὁ κρατῶν ἄδυτον ἐν ἑαυτῷ κατὰ τὸν τοῦ Ναυῆ Ἰησοῦν τὸν τῆς δικαιοσύνης ἥλιον ὅλον τὸ μέτρον τῆς κατὰ τὴν παροῦσαν ζωὴν ἡμέρας κακίας ἑσπέρᾳ καὶ ἀγνωσίας μὴ περιγραφόμενον, ἵνα δυνηθῇ νομίμως τροπώσασθαι τοὺς ἐπανισταμένους αὐτῷ πονηροὺς δαίμονας. λβ. Ὑψούμενος ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος διὰ πράξεως καὶ θεωρίας πάντας ἕλκει πρὸς ἑαυτόν, τούς τε περὶ σάρκα καὶ ψυχὴν καὶ φύσιν τῶν ὄντων ἡμετέρους λογισμούς τε καὶ λόγους καὶ αὐτὰ τὰ μέλη τοῦ σώματος καὶ τὰς αἰσθήσεις κατ’ ἀρετὴν ἁγιάζων καὶ γνῶσιν καὶ ὑπὸ τὸν ἑαυτοῦ ζυγὸν ποιούμενος. ὁ τοίνυν θεατὴς τῶν θείων ἀναβαινέτω κατὰ σπουδὴν ἀκολουθῶν τῷ Λόγῳ, μέχρις οὗ φθάσει τὸν τόπον, οὗ ἐστιν ἐκεῖ γὰρ ἕλκει, καθώς φησιν ὁ Ἐκκλησιαστής, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει, δηλονότι τοὺς ἀκολουθοῦντας αὐτῷ ὡς μεγάλῳ ἀρχιερεῖ καὶ εἰσάγοντι εἰς τὰ Ἅγια τῶν ἁγίων, ἔνθα τὸ καθ’ ἡμᾶς αὐτὸς ὑπὲρ ἡμῶν πρόδρομος εἰσῆλθεν. λγ. Ὁ τὴν κατ’ εὐσέβειαν μετιὼν φιλοσοφίαν καὶ πρὸς τὰς ἀοράτους παρατασσόμενος δυνάμεις εὐχέσθω τήν τε φυσικὴν διάκρισιν αὐτῷ παραμεῖναι φῶς ἔχουσαν σύμμετρον καὶ τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν.

ἡ μὲν γὰρ παιδαγωγεῖ τὴν σάρκα πρὸς ἀρετὴν διὰ πράξεως, ἡ δὲ φωταγωγεῖ τὸν νοῦν τὴν τῆς σοφίας πάντων προκρῖναι συμβίωσιν, καθ’ ἣν τῶν τε τῆς κακίας ὀχυρωμάτων καὶ παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ποιεῖται τὴν καθαίρεσιν. καὶ δηλοῖ δι’ εὐχῆς αἰτῶν ὁ τοῦ Ναυῆ Ἰησοῦς στῆναι τὸν ἥλιον κατὰ Γαβαώ, τουτέστιν ἄδυτον αὐτῷ τὸ φῶς τῆς γνώσεως τοῦ Θεοῦ κατὰ τὸ ὄρος τῆς κατὰ νοῦν θεωρίας φυλαχθῆναι, καὶ τὴν σελήνην κατὰ φάραγγα, τουτέστι τὴν φυσικὴν διάκρισιν ἐπὶ τῆς σαρκικῆς ἀσθενείας κειμένην ἀπὸ τῆς ἀρετῆς ἀναλλοίωτον διαμεῖναι. λδ. Ἡ Γαβαώ ἐστιν ὁ ὑψηλὸς νοῦς, ἡ δὲ φάραγξ ἐστὶν ἡ τῷ θανάτῳ ταπεινωθεῖσα σάρξ. καὶ ὁ μὲν ἥλιός ἐστιν ὁ φωτίζων τὸν νοῦν Λόγος καὶ χορηγῶν αὐτῷ θεωρημάτων δύναμιν καὶ πάσης αὐτὸν ἀγνοίας ἀπαλλάσσων, ἡ δὲ σελήνη ὁ κατὰ φύσιν νόμος ἐστὶν ὁ πείθων τὴν σάρκα νομίμως ὑποταγῆναι τῷ Πνεύματι πρὸς τὸ δέξασθαι τῶν ἐντολῶν τὸν ζυγόν. φύσεως δὲ σύμβολον ἡ σελήνη διὰ τὸ τρεπτόν, ἀλλ’ ἐν τοῖς ἁγίοις ἄτρεπτος διαμένει διὰ τὴν ἀναλλοίωτον ἕξιν τῆς ἀρετῆς. λε. Οὐκ ἔξω τῶν ζητούντων χρὴ ζητεῖσθαι τὸν Κύριον, ἀλλ’ ἐν ἑαυτοῖς διὰ τῆς ἐν ἔργοις πίστεως αὐτὸν χρὴ ζητεῖν τοὺς ζητοῦντας. ἐγγύς σου γάρ φησι τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου.

λϛ. Μήτε τὸ ὕψος τῆς θεϊκῆς ἀπειρίας ἐννοήσαντες ἀπελπίσωμεν τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὡς οὐ φθάνουσαν διὰ τὸ ὕψος μέχρις ἡμῶν, μήτε τὸ ἄπειρον βάθος τῆς ἡμῶν διὰ τὴν ἁμαρτίαν πτώσεως ἐνθυμηθέντες ἀνάστασιν γίνεσθαι τῆς ἐν ἡμῖν νεκρωθείσης ἀρετῆς ἀπιστήσωμεν. ἀμφότερα γὰρ δυνατὰ τῷ Θεῷ, καὶ τὸ κατελθεῖν καὶ φωτίσαι τὸν νοῦν ἡμῶν διὰ γνώσεως καὶ τὸ ἀναστῆσαι πάλιν τὴν ἀρετὴν ἐν ἡμῖν καὶ ἑαυτῷ συνυψῶσαι διὰ τῶν ἔργων τῆς δικαιοσύνης. μὴ γὰρ εἴπῃς, φησίν, ἐν τῇ καρδίᾳ σου· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστι Χριστὸν καταγαγεῖν· ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. τυχὸν δὲ κατ’ ἄλλην ἐκδοχὴν ἄβυσσός ἐστι πάντα τὰ μετὰ Θεόν, ἐν οἷς ὅλος ὅλοις κατὰ πρόνοιαν ὁ τοῦ Θεοῦ γίνεται Λόγος ὡς ζωὴ νεκροῖς ἐπιφοιτῶσα τοῖς οὖσι νεκρὰ γὰρ πάντα τὰ ζῶντα μεθέξει ζωῆς—οὐρανὸν δὲ τὴν φυσικὴν τοῦ Θεοῦ κρυφιότητα, καθ’ ἣν πᾶσίν ἐστιν ἀκατάληπτος. εἰ δέ τις ἐκλάβοι πάλιν οὐρανὸν μὲν εἶναι τὸν τῆς θεολογίας λόγον, ἄβυσσον δὲ τὸ τῆς οἰκονομίας μυστήριον, οὐκ ἀπεικότως ἐρεῖ κατὰ τὸν ἐμὸν λόγον. ἀμφότερα γὰρ δυσεπίβατα τοῖς ἀποδεικτικῶς ζητεῖν ἐπιχειροῦσι, μᾶλλον δὲ παντελῶς ἄβατα δίχα πίστεως ἐρευνώμενα. λζ.

Ἐν μὲν τῷ πρακτικῷ τοῖς τῶν ἀρετῶν τρόποις παχυνόμενος ὁ Λόγος γίνεται σάρξ, ἐν δὲ τῷ θεωρητικῷ τοῖς πνευματικοῖς νοήμασι λεπτυνόμενος γίνεται, ὅπερ ἦν ἐν ἀρχῇ, Θεὸς Λόγος πρὸς τὸν Πατέρα. λη. Ποιεῖ σάρκα τὸν λόγον ὁ παραδείγμασι καὶ ῥήμασι παχυτέροις διὰ τὴν ἀνάλογον τῶν ἀκουόντων δύναμιν ἠθικὴν τοῦ λόγου τὴν διδασκαλίαν ποιούμενος, καὶ πάλιν ποιεῖ πνεῦμα τὸν λόγον ὁ τοῖς ὑψηλοῖς θεωρήμασι τὴν μυστικὴν ἐκτιθέμενος θεολογίαν. λθ. Ὁ μὲν ἐκ τῶν θέσεων καταφατικῶς θεολογῶν σάρκα ποιεῖ τὸν λόγον οὐκ ἔχων ἄλλοθεν ἢ ἐκ τῶν ὁρωμένων καὶ ψηλαφωμένων τὸν Θεὸν γινώσκειν ὡς αἴτιον, ὁ δὲ ἀποφατικῶς ἐκ τῶν ἀφαιρέσεων θεολογῶν πνεῦμα ποιεῖ τὸν λόγον ὡς ἐν ἀρχῇ Θεὸν ὄντα καὶ πρὸς τὸν Θεὸν ὄντα ἐξ οὐδενὸς τὸ παράπαν τῶν γνωσθῆναι δυναμένων, καλῶς γινώσκων τὸν ὑπεράγνωστον. μ. Ὁ μαθὼν ὀρύσσειν κατὰ τοὺς πατριάρχας διὰ πράξεως καὶ θεωρίας τὰ ἐν αὐτῷ τῆς ἀρετῆς καὶ τῆς γνώσεως φρέατα τὸν Χριστὸν ἔνδον εὑρήσει τὴν πηγὴν τῆς ζωῆς, ἀφ’ ἧς πίνειν ἡμᾶς ἡ σοφία παρακελεύεται, λέγουσα· πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς ὅπερ ποιοῦντες εὑρήσομεν ἔνδον ἡμῶν ὄντας τοὺς αὐτῆς θησαυρούς. μα.

Οἱ κτηνωδῶς πρὸς μόνην τὴν αἴσθησιν ζῶντες ἐπισφαλῶς ἑαυτοῖς σάρκα ποιοῦσι τὸν λόγον εἰς ὑπηρεσίαν μὲν παθῶν τοῖς τοῦ Θεοῦ καταχρώμενοι κτίσμασι, τὸν δὲ τῆς σοφίας τῆς πᾶσιν ἐμφαινομένης οὐ κατανοοῦντες λόγον πρὸς τὸ γνῶναι καὶ δοξάσαι τὸν Θεὸν ἐκ τῶν αὐτοῦ ποιημάτων καὶ συνιέναι, πόθεν καὶ τί καὶ ἐπὶ τίνι καὶ ποῦ φέρεσθαι διὰ τῶν ὁρωμένων γεγόναμεν· ἀλλ’ ἐν σκότει τὸν αἰῶνα τοῦτον διαπορευόμενοι μόνην τὴν περὶ Θεὸν ἀμφοῖν ταῖν χεροῖν ψηλαφῶσιν ἀγνωσίαν. μβ. Οἱ μόνῳ τῷ ῥητῷ τῆς ἁγίας Γραφῆς παρακαθήμενοι καὶ τῇ σωματικῇ τοῦ νόμου λατρείᾳ δεσμοῦντες τῆς ψυχῆς τὸ ἀξίωμα ψεκτῶς ποιοῦσιν ἑαυτοῖς σάρκα τὸν λόγον ἀλόγων ζώων θυσίαις εὐαρεστεῖσθαι νομίζοντες τὸν Θεόν, οἷς πολὺ τὸ σῶμα πεφρόντισται τοῖς ἐκτὸς καθαρσίοις, τῆς δὲ ψυχῆς παρημέληται τὸ κάλλος ταῖς τῶν παθῶν κηλίσι στιζόμενον· ὑπὲρ ἧς ἡ πᾶσα τῶν ὁρωμένων προβέβληται δύναμις, καὶ πᾶς λόγος θεῖος καὶ νόμος ἐκδέδοται. μγ. Εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ κεῖσθαι τὸν Κύριον λέγει τὸ Εὐαγγέλιον.

οὐκοῦν σκοπήσωμεν, μήπως εἰς πτῶσιν μὲν τῶν τε πρὸς μόνην τὴν αἴσθησιν τὴν ὁρωμένην θεωρούντων κτίσιν καὶ τῶν μόνῳ τῷ ῥητῷ στοιχούντων τῆς ἁγίας Γραφῆς ὡς μὴ δυναμένων πρὸς τὸ καινὸν πνεῦμα διαβῆναι τῆς χάριτος διὰ τὴν ἄνοιαν, ἀνάστασιν δὲ τῶν πνευματικῶς τά τε κτίσματα τοῦ Θεοῦ καὶ τὰ ῥήματα θεωρούντων τε καὶ ἀκουόντων καὶ τοῖς καθήκουσι τρόποις μόνης τῆς κατὰ ψυχὴν θείας εἰκόνος ἐπιμελουμένων. μδ. Τὸ κεῖσθαι τὸν Κύριον εἰς πτῶσιν πολλῶν καὶ ἀνάστασιν ἐν τῷ Ἰσραὴλ ἐπαινετῶς μόνον νοούμενον εἰς πτῶσιν μὲν νοεῖται τῶν ἐν ἑκάστῳ τῶν πιστευόντων παθῶν τε καὶ πονηρῶν λογισμῶν, ἀνάστασιν δὲ τῶν ἀρετῶν καὶ παντὸς θεοφιλοῦς λογισμοῦ. με. Ὁ μόνον τῶν ἐν γενέσει καὶ φθορᾷ δημιουργὸν νομίζων τὸν Κύριον εἰς κηπουρὸν αὐτὸν παραγνωρίζει κατὰ τὴν Μαγδαληνὴν Μαρίαν. διὸ πρὸς ὠφέλειαν φεύγει τοῦ τοιούτου τὴν ἁφὴν ὁ Δεσπότης μήπω παρ’ αὐτῷ δυνηθεὶς ἀναβῆναι πρὸς τὸν Πατέρα λέγων· μή μου ἅπτου. γινώσκει γὰρ βλάπτεσθαι τὸν μετὰ τοιαύτης αὐτῷ προσερχόμενον ταπεινοτέρας προλήψεως.

μϛ. Οἱ διὰ τὸν φόβον τῶν Ἰουδαίων κατὰ τὴν Γαλιλαίαν ἐν τῷ ὑπερῴῳ κλείσαντες τὰς θύρας καθήμενοι, τουτέστι οἱ διὰ τὸν φόβον τῶν πνευμάτων τῆς πονηρίας κατὰ τὴν χώραν τῶν ἀποκαλύψεων ἐν τῷ ὕψει τῶν θείων θεωρημάτων ἀσφαλῶς βεβηκότες θυρῶν δίκην μύσαντες τὰς αἰσθήσεις παραγινόμενον ἀγνώστως δέχονται τὸν τοῦ Θεοῦ Λόγον ἄνευ τῆς κατ’ αἴσθησιν ἐνεργείας αὐτοῖς ἐπιφαινόμενον ἀπάθειάν τε διὰ τῆς εἰρήνης καὶ μερισμοὺς Πνεύματος Ἁγίου διὰ τῆς ἐμπνεύσεως δωρούμενον καὶ τὴν κατὰ πνευμάτων πονηρῶν ἐξουσίαν παρέχοντα καὶ δεικνύοντα τῶν αὐτοῦ μυστηρίων τὰ σύμβολα. μζ. Τοῖς μὲν κατὰ σάρκα τὸν περὶ τοῦ Θεοῦ λόγον ἐρευνῶσιν ὁ Κύριος οὐκ ἀναβαίνει πρὸς τὸν Πατέρα, τοῖς δὲ κατὰ πνεῦμα διὰ τῶν ὑψηλῶν θεωρημάτων ἐκζητοῦσιν αὐτὸν ἀναβαίνει πρὸς τὸν Πατέρα. μὴ τοίνυν διὰ παντὸς κρατῶμεν κάτω τὸν ὑπὲρ ἡμῶν κάτω διὰ φιλανθρωπίαν γενόμενον, ἀλλ’ ἄνω σὺν αὐτῷ πρὸς τὸν Πατέρα γενώμεθα τὴν γῆν ἀφέντες καὶ τὰ περὶ γῆν, ἵνα μὴ καὶ ἡμῖν εἴπῃ τὸ ῥηθὲν τοῖς Ἰουδαίοις ἀδιορθώτοις μείνασιν· ὑπάγω, ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. χωρὶς γὰρ τοῦ Λόγου πρὸς τὸν Πατέρα τοῦ Λόγου γενέσθαι ἀμήχανον. μη.

Ἡ γῆ τῶν Χαλδαίων ἐστὶν ὁ ἐμπαθὴς βίος, ἐν ᾧ τῶν ἁμαρτημάτων δημιουργεῖται καὶ προσκυνεῖται τὰ εἴδωλα, ἡ δὲ μέση τῶν ποταμῶν ἐστιν ὁ ἐπαμφοτερίζων τοῖς ἐναντίοις τρόπος, ἡ δὲ γῆ τῆς ἐπαγγελίας ἐστὶν ἡ παντὸς ἀγαθοῦ πεπληρωμένη κατάστασις. πᾶς οὖν ὁ ταύτης κατὰ τὸν παλαιὸν Ἰσραὴλ ἀμελῶν τῆς ἕξεως πρὸς δουλείαν πάλιν κατασύρεται παθῶν τῆς δοθείσης ἐλευθερίας στερούμενος. μθ. Σημειωτέον, ὡς οὐδεὶς τῶν ἁγίων ἑκουσίως φαίνεται κατελθὼν εἰς τὴν Βαβυλωνίαν. οὐ γὰρ θέμις οὔτε συνέσεώς ἐστι λογικῆς τῶν ἀγαθῶν ἀνθαιρεῖσθαι τὰ χείρονα τοὺς τὸν Θεὸν ἀγαπῶντας. εἰ δέ τινες αὐτῶν κατὰ βίαν ἐκεῖ τῷ λαῷ συναπήχθησαν, νοοῦμεν διὰ τούτων τοὺς μὴ προηγουμένως, ἀλλὰ κατὰ περίστασιν, σωτηρίας ἕνεκεν τῶν χρῃζόντων χειραγωγίας ἀφέντας τὸν ὑψηλότερον τῆς γνώσεως λόγον καὶ τὴν περὶ παθῶν μετερχομένους διδασκαλίαν, καθ’ ἣν καὶ ὁ μέγας Ἀπόστολος ἐν σαρκὶ λυσιτελέστερον ἔκρινεν εἶναι, τουτέστι τῇ ἠθικῇ διδασκαλίᾳ διὰ τοὺς μαθητὰς ὅλον ἔχων τὸν πόθον ἀναλῦσαι τῆς ἠθικῆς διδασκαλίας καὶ σὺν Χριστῷ γενέσθαι διὰ τῆς κατὰ νοῦν ὑπερκοσμίου καὶ ἁπλῆς θεωρίας. ν. Ὥσπερ πνιγόμενον τῷ πονηρῷ πνεύματι τὸν Σαοὺλ ψάλλων μετὰ τῆς κιννύρας ἀνέπαυεν ὁ μακάριος Δαβίδ, οὕτω καὶ πᾶς λόγος πνευματικὸς γνωστικοῖς ἡδυνόμενος θεωρήμασιν ἀναπαύει τὸν ἐπιληπτευόμενον νοῦν τῆς πνιγούσης αὐτὸν πονηρᾶς ἐλευθερῶν συνειδήσεως. να.

Πυρράκης μετὰ κάλλους ὀφθαλμῶν ἐστι κατὰ τὸν μέγαν Δαβὶδ ὁ τῷ φαιδρῷ τοῦ κατὰ Θεὸν βίου τὸν τῆς γνώσεως λόγον ἔχων συνεπιλάμποντα, καθ’ οὓς ἡ πρᾶξίς τε καὶ ἡ θεωρία συνεστήκασιν, ἡ μὲν ἀρετῶν λαμπρυνομένη τρόποις, ἡ δὲ θείοις φωτιζομένη νοήμασιν. νβ. Ἡ μὲν τοῦ Σαοὺλ βασιλεία τῆς σωματικῆς τοῦ νόμου λατρείας ἐστὶν εἰκών, ἣν ὁ Κύριος κατήργησεν ὡς μηδὲν τελειώσασαν· οὐδὲν γάρ, φησίν, ἐτελείωσεν ὁ νόμος. ἡ δὲ τοῦ μεγάλου Δαβὶδ βασιλεία τῆς εὐαγγελικῆς ἐστι λατρείας προδιατύπωσις· πάντα γὰρ τὰ ἐν καρδίᾳ τοῦ Θεοῦ θελήματα τελείως περιέχει. νγ. Ὁ Σαοὺλ ὁ φυσικός ἐστι νόμος ὁ κατ’ ἀρχὰς κυριεύειν τῆς φύσεως παρὰ τοῦ Κυρίου λαχών, ὃς ἐπειδὴ παρέβη τὴν ἐντολὴν διὰ παρακοῆς φεισάμενος τοῦ Ἀγὰγ βασιλέως Ἀμαλήκ, τουτέστι τοῦ σώματος, καὶ πρὸς τὰ πάθη κατώλισθεν, ἐξωθεῖται τῆς βασιλείας, ἵνα παραλάβῃ τὸν Ἰσραὴλ ὁ Δαβίδ, τουτέστιν ὁ νόμος τοῦ πνεύματος ὁ γεννῶν τὴν εἰρήνην τὴν οἰκοδομοῦσαν περιφανῶς τῷ Θεῷ τὸν τῆς θεωρίας ναόν. νδ. Σαμουὴλ ὑπακοὴ Θεοῦ ἑρμηνεύεται. οὐκοῦν ἕως ἂν ὁ καθ’ ὑπακοὴν λόγος ἐν ἡμῖν ἱερατεύῃ, κἂν φείσηται τοῦ Ἀγὰγ ὁ Σαούλ, τουτέστι τοῦ χοϊκοῦ φρονήματος, ἀλλ’ οὖν ἀποκτενεῖ τοῦτον ζηλώσας ὁ ἱερεὺς λόγος καὶ πλήττει καταισχύνων τὸν φιλαμαρτήμονα νοῦν ὡς παραβάτην τῶν θείων δικαιωμάτων. νε.

Ἐπὰν ὁ νοῦς ὑψηλοφρονήσας τὸν κατὰ παθῶν αὐτὸν χρίσαντα τῆς διδασκαλίας λόγον διὰ τῆς προσηκούσης ἐρεύνης ἐπερωτῶν περὶ τῶν ποιητέων καὶ οὐ ποιητέων παύσαιτο, τοῖς πάθεσι πάντως ἐξ ἀγνοίας ἁλίσκεται· δι’ ὧν κατὰ μέρος τοῦ Θεοῦ χωριζόμενος ἐν ταῖς ἀκουσίοις περιστάσεσι προσχωρεῖ τοῖς δαίμοσι τὴν κοιλίαν θεοποιῶν ἐκεῖθεν εὑρέσθαι θέλων τῶν πιεζόντων παράκλησιν. καὶ πειθέτω σε Σαοὺλ ἐν πᾶσι σύμβουλον μὴ λαμβάνων τὸν Σαμουὴλ ἐξ ἀνάγκης πρὸς εἰδωλολατρείαν καταστρεφόμενος καὶ τὴν ἐγγαστρίμυθον ὡς δή τινα Θεὸν ἐπερωτᾶν ἀνεχόμενος.