Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Κεφάλαια θεολογικά καὶ οικονομικά

Μάξιμος ὁ Ὁμολογητής

Ο Λόγος ως πνευματική τροφή και η ενοίκηση της Αγίας Τριάδος

Η ενσάρκωση του Λόγου μέσα στις Γραφές, η τροφοδότηση της ψυχής με το ζωοποιό ύδωρ και η μυστική παρουσία της Τριάδας μέσω της τήρησης των εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 7 από 9

νϛ. Ὁ τὸν ἄρτον εὐχόμενος λαβεῖν τὸν ἐπιούσιον οὐ πάντως ὅλον δέχεται καθὼς αὐτὸς ὁ ἄρτος ἐστίν, ἀλλὰ καθὼς αὐτὸς ὁ δεχόμενος δύναται. πᾶσι μὲν γὰρ ἑαυτὸν δίδωσι τοῖς αἰτοῦσιν ὁ τῆς ζωῆς ἄρτος ὡς φιλάνθρωπος, οὐ κατὰ τὸ αὐτὸ δὲ πᾶσιν, ἀλλὰ τοῖς μὲν μεγάλα δικαιοσύνης ἔργα πεποιηκόσι πλειόνως, τοῖς δὲ τούτων ἥττοσιν ἡττόνως· ἑκάστῳ καθὼς ἡ κατὰ νοῦν ἀξία δέξασθαι δύναται. νζ. Ὁ Κύριος ποτὲ μὲν ἀποδημεῖ, ποτὲ δὲ ἐνδημεῖ· ἀποδημεῖ κατὰ τὴν πρόσωπον πρὸς πρόσωπον θεωρίαν, ἐνδημεῖ κατὰ τὴν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι θεωρίαν. νη. Τῷ μὲν πρακτικῷ ἐνδημεῖ διὰ τῶν ἀρετῶν ὁ Κύριος, τοῦ δὲ μηδένα λόγον ποιουμένου τῆς ἀρετῆς ἀποδημεῖ. καὶ πάλιν, τῷ μὲν θεωρητικῷ διὰ γνώσεως τῶν ὄντων ἀληθοῦς ἐνδημεῖ τοῦ δὲ ταύτης κατά τι παρασφαλέντος ἀποδημεῖ. νθ. Ἀποδημεῖ σαρκὸς ὁ πρὸς τὴν γνωστικὴν ἕξιν μεταβὰς ἀπὸ τῆς πρακτικῆς ἁρπαζόμενος ὡς ἐν νεφέλαις τοῖς ὑψηλοτέροις νοήμασιν εἰς τὸν διαφανῆ τῆς μυστικῆς θεωρίας ἀέρα, καθ’ ὃν σὺν Κυρίῳ εἶναι δυνήσεται πάντοτε. ἐκδημεῖ δὲ ἀπὸ τοῦ Κυρίου ὁ μήπω δίχα τῶν κατ’ αἴσθησιν ἐνεργειῶν καθαρῷ νοῒ θεωρῆσαι κατὰ τὸ ἐφικτὸν τὰ νοήματα δυνάμενος καὶ τὸν περὶ τοῦ Κυρίου λόγον ἁπλοῦν χωρὶς αἰνιγμάτων μὴ χωρῶν. ξ.

Ὁ τοῦ Θεοῦ Λόγος οὐ μόνον καθότι σεσάρκωται λέγεται σάρξ, ἀλλὰ καὶ καθότι Θεὸς Λόγος ἁπλῶς νοούμενος ἐν ἀρχῇ πρὸς τὸν Θεὸν καὶ Πατέρα καὶ σαφεῖς καὶ γυμνοὺς τοὺς τῆς ἀληθείας περὶ τῶν ὅλων ἔχων τύπους οὐ περιέχει παραβολὰς καὶ αἰνίγματα οὐδὲ ἱστορίας δεομένας ἀλληγορίας, ἐπὰν δὲ ἀνθρώποις ἐπιδημήσῃ μὴ δυναμένοις γυμνῷ τῷ νοῒ γυμνοῖς προσβάλλειν τοῖς νοητοῖς, ἀπὸ τῶν αὐτοῖς συνήθων διαλεγόμενος διὰ τῆς τῶν ἱστοριῶν καὶ αἰνιγμάτων καὶ παραβολῶν καὶ τῶν σκοτεινῶν λόγων ποικιλίας συντιθέμενος γίνεται σάρξ. κατὰ γὰρ τὴν πρώτην προσβολὴν οὐ γυμνῷ προσβάλλει Λόγῳ ὁ ἡμέτερος νοῦς, ἀλλὰ Λόγῳ σεσαρκωμένῳ, δηλαδὴ τῇ ποικιλίᾳ τῶν λέξεων, Λόγῳ μὲν ὄντι τῇ φύσει, σαρκὶ δὲ τῇ ὄψει, ὥστε τοὺς πολλοὺς σάρκα καὶ οὐ Λόγον ὁρᾶν δοκεῖν, κἂν εἰ κατὰ ἀλήθειάν ἐστι Λόγος. οὐ γὰρ ὅπερ δοκεῖ τοῖς πολλοῖς, τοῦτο τῆς Γραφῆς ἐστιν ὁ νοῦς, ἀλλ’ ἕτερον παρὰ τὸ δοκοῦν. ὁ γὰρ Λόγος δι’ ἑκάστου τῶν ἀναγεγραμμένων ῥημάτων γίνεται σάρξ. ξα. Ἡ ἀπαρχὴ τῆς πρὸς εὐσέβειαν μαθητείας τῶν ἀνθρώπων ὡς πρὸς σάρκα γίνεσθαι πέφυκε.

γράμματι γάρ, ἀλλ’ οὐ πνεύματι, κατὰ τὴν πρώτην ἡμῶν εἰς θεοσέβειαν προσβολὴν ὁμιλοῦμεν, κατὰ μέρος δὲ προσβαίνοντες τῷ πνεύματι καὶ τὸ παχὺ τῶν ῥημάτων τοῖς λεπτοτέροις θεωρήμασιν ἀποξέοντες ἐν καθαρῷ καθαρῶς τῷ Χριστῷ γινόμεθα κατὰ τὸ δυνατὸν ἀνθρώποις εἰς τὸ δύνασθαι λέγειν κατὰ τὸν μέγαν Ἀπόστολον· εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, διὰ τὴν ἁπλῆν δηλονότι πρὸς τὸν Λόγον χωρὶς τῶν ἐπ’ αὐτῷ καλυμμάτων τοῦ νοὸς προσβολὴν ἀπὸ τοῦ σάρκα τὸν Λόγον γινώσκειν εἰς τὴν ὡς Μονογενοῦς παρὰ Πατρὸς αὐτοῦ δόξαν προκόψαντες. ξβ. Ὁ τὴν ἐν Χριστῷ ζήσας ζωὴν τήν τε τοῦ νόμου καὶ τῆς φύσεως ὑπερέβη δικαιοσύνην· ὅπερ ὁ θεῖος ἐνδεικνύμενος Ἀπόστολός φησιν ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή ἐστιν οὔτε ἀκροβυστία, διὰ μὲν τῆς περιτομῆς τὴν νομικὴν δικαιοσύνην δηλώσας, διὰ δὲ τῆς ἀκροβυστίας τὴν φυσικὴν ἰσονομίαν αἰνιξάμενος. ξγ. Οἱ μὲν δι’ ὕδατος ἀναγεννῶνται καὶ πνεύματος, οἱ δὲ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρὶ τὸ βάπτισμα δέχονται. τὰ τέσσαρα δὲ ταῦτα, τὸ ὕδωρ τέ φημι καὶ τὸ πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα νοῶ τοῦ Θεοῦ.

τοῖς μὲν γὰρ ὕδωρ ἐστὶ τὸ Πνεῦμα τὸ Ἅγιον ὡς ῥυπτικὸν τῶν ἐκτὸς περὶ σῶμα μολυσμῶν, τοῖς δὲ πνεῦμα μόνον ὡς ἐνεργητικὸν τῶν κατ’ ἀρετὴν ἀγαθῶν, τοῖς δὲ πῦρ ὡς καθαρτικὸν τῶν ἐντὸς κατὰ τὸ βάθος περὶ ψυχὴν κηλίδων, τοῖς δὲ κατὰ τὸν μέγαν Δανιὴλ Πνεῦμα Ἅγιον ὡς σοφίας καὶ γνώσεως χορηγόν. ἐκ γὰρ τῆς διαφόρου περὶ τὸ ὑποκείμενον ἐνεργείας διαφόρους λαμβάνει τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα τὰς προσηγορίας. ξδ. Ὁ νόμος τὸ σάββατον δέδωκεν, ἵνα, φησίν, ἀναπαύσηται τὸ ὑποζύγιόν σου καὶ ὁ παῖς σου. ἀμφότερα δὲ ταῦτα δι’ αἰνιγμάτων τὸ σῶμα δηλοῦσι. τοῦ γὰρ πρακτικοῦ νοὸς ὑποζύγιόν ἐστι τὸ σῶμα ἀχθοφορεῖν βίᾳ τοῖς τρόποις τῶν ἀρετῶν κατὰ τὴν πρᾶξιν ἀναγκαζόμενον, τοῦ δὲ θεωρητικοῦ παῖς ὡς ἤδη λογισθὲν τοῖς θεωρήμασι καὶ λογικῶς ταῖς γνωστικαῖς ἐπιταγαῖς τοῦ νοὸς ὑπηρετούμενον. ἀμφοτέροις δὲ σάββατόν ἐστι τῶν αὐτοῖς ἐνεργουμένων κατά τε πρᾶξιν καὶ θεωρίαν καλῶν τὸ πέρας τὴν πρόσφορον ἑκάστῳ παρέχον ἀνάπαυσιν. ξε. Ὁ τὴν ἀρετὴν μετὰ τῆς πρεπούσης γνώσεως ἐξανύων ὑποζύγιον ἔχει τὸ σῶμα λόγῳ ἐλαύνων πρὸς τὴν τῶν καθηκόντων ἐνέργειαν, παῖδα δὲ τὸν ἐπ’ ἀρετῇ κατὰ τὴν πρᾶξιν τρόπον, ἤγουν αὐτὸν τὸν καθ’ ὃν ἡ ἀρετὴ πέφυκε γίνεσθαι τρόπον ὥσπερ ἀργυρίῳ τοῖς διακριτικοῖς ὠνηθέντα λογισμοῖς, σάββατον δὲ ἡ κατ’ ἀρετὴν ἀπαθὴς καὶ εἰρηναία τῆς τε ψυχῆς καὶ τοῦ σώματος κατάστασις, ἤγουν ἀναλλοίωτος ἕξις.

ξϛ. Ὁ τοῦ Θεοῦ Λόγος τοῖς μὲν ἔτι περὶ τὰ σωματικὰ τῆς ἀρετῆς εἴδη τὸ πλέον ἔχουσι τῆς φροντίδος ἄχυρον γίνεται καὶ χόρτος διατρέφων αὐτῶν τὸ παθητικὸν τῆς ψυχῆς μέρος πρὸς τὴν τῶν ἀρετῶν ὑπηρεσίαν, τοῖς ἀνηγμένοις δὲ τῇ θεωρίᾳ τῆς ἀληθοῦς τῶν θείων κατανοήσεως ἔστιν ἄρτος διατρέφων αὐτῶν τῆς ψυχῆς τὸ νοερὸν πρὸς θεοειδῆ τελειότητα. διὸ τοὺς πατριάρχας εὑρίσκομεν ἐπισιτιζομένους ἐν τῇ ὁδῷ καὶ ἑαυτοῖς ἄρτους καὶ τοῖς ὄνοις αὐτῶν χορτάσματα. καὶ ὁ ἐν τοῖς Κριταῖς δὲ Λευΐτης τῷ ἐν Γαβαᾷ ξενίσαντι αὐτὸν πρεσβύτῃ φησίν· εἰσὶ καὶ ἡμῖν ἄρτοι καὶ τοῖς ὄνοις ἡμῶν ἄχυρα καὶ οὐκ ἔστιν ὑστέρημα τοῖς παισί σου παντός τινος. ξζ. Ὁ τοῦ Θεοῦ Λόγος καὶ δρόσος λέγεται καὶ ἔστιν καὶ ὕδωρ καὶ πηγὴ καὶ ποταμός, ὡς γέγραπται, κατὰ τὴν ὑποκειμένην δηλονότι τῶν δεχομένων δύναμιν, ταῦτα καὶ ὢν καὶ γινόμενος.

τοῖς μὲν γάρ ἐστι δρόσος ὡς τῆς ἔξωθεν ἐπικειμένης αὐτοῖς περὶ τὸ σῶμα τῶν παθῶν πυρώσεώς τε καὶ ἐνεργείας σβεστικός, τοῖς δὲ τὸ βάθος τῷ ἰῷ τῆς κακίας φρυσσομένοις ἐστὶν ὕδωρ οὐ μόνον ὡς δι’ ἀντιπαθείας τοῦ ἀντικειμένου φθαρτικός, ἀλλὰ καὶ ὡς μεταδοτικὸς ζωτικῆς πρὸς τὸ εὖ εἶναι δυνάμεως, πηγὴ δὲ τοῖς ἀεννάως ἔχουσιν ἀναβλύζουσαν τὴν ἕξιν τῆς θεωρίας ὡς σοφίας χορηγός, ποταμὸς δὲ τοῖς τὴν εὐσεβῆ καὶ ὀρθὴν καὶ σωτήριον ποταμηδὸν προχέουσι διδασκαλίαν ὡς ἀνθρώπους καὶ κτήνη καὶ θηρία καὶ φυτὰ δαψιλῶς ποτίζων, ἵνα καὶ ἄνθρωποι θεωθῶσι τοῖς τῶν λεγομένων ὑψωθέντες νοήμασι, καὶ οἱ κτηνωθέντες τοῖς πάθεσι διὰ τῆς ἀκριβοῦς τῶν κατ’ ἀρετὴν τρόπων ἀποδείξεως ἀνθρωπισθέντες τὴν φυσικὴν ἐπαναλάβωσι λογιότητα καὶ οἱ θηριωθέντες ταῖς πονηραῖς ἕξεσι καὶ κακοπραγίαις διὰ τῆς προσηνοῦς τε καὶ εὐαφοῦς παραινέσεως τιθασσευθέντες πρὸς τὴν τῆς φύσεως ἐπανέλθωσιν ἡμερότητα, καὶ οἱ φυτῶν δίκην ἀναισθητοῦντες τῶν ἀγαθῶν διὰ τῆς εἰς βάθος τοῦ Λόγου διαβάσεως ἁπαλυνθέντες λάβωσιν αἴσθησιν πρὸς καρπογονίαν καὶ δύναμιν τὴν αὐτοὺς διατρέφουσαν τοῦ Λόγου ποιότητα. ξη.

Ὁδός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος τοῖς καλῶς κατὰ τὴν πρακτικὴν καὶ εὐτόνως τὸ τῆς ἀρετῆς τρέχουσι στάδιον καὶ μήτε δεξιὰ διὰ κενοδοξίας μήτε ἀριστερὰ διὰ τῆς πρὸς τὰ πάθη ῥοπῆς ἐκκλίνουσιν εὐθύνων κατὰ Θεὸν τὰ διαβήματα· ὅπερ εἰς τέλος μὴ φυλάξας Ἀσὰ ὁ βασιλεὺς Ἰούδα λέγεται περὶ τὸ γῆρας αὐτοῦ πεπονηκέναι τοὺς πόδας ὡς περὶ τὸν δρόμον τοῦ κατὰ Θεὸν βίου ἀσθενήσας. ξθ. Θύρα λέγεται ὁ τοῦ Θεοῦ Λόγος ὡς τοὺς καλῶς πᾶσαν διηνυκότας τὴν ὁδὸν τῶν ἀρετῶν κατὰ τὸν ἄμεμπτον δρόμον τῆς πράξεως πρὸς γνῶσιν εἰσάγων καὶ ὡς φῶς δεικνὺς τοὺς πολυφαεῖς τῆς σοφίας θησαυρούς. ὁ αὐτὸς γὰρ καὶ ὁδός ἐστι καὶ θύρα καὶ κλεὶς καὶ βασιλεία· ὁδὸς μὲν ὡς ὁδηγός, κλεὶς δὲ ὡς ἀνοίγων τοῖς ἀξίοις τῶν θείων καὶ ἀνοιγόμενος, θύρα δὲ ὡς εἰσαγωγεύς, βασιλεία δὲ ὡς κληρονομούμενος καὶ κατὰ μέθεξιν ἐν πᾶσι γινόμενος. ο. Φῶς ὁ Κύριος λέγεται καὶ ζωὴ καὶ ἀνάστασις καὶ ἀλήθεια· φῶς μὲν καὶ ὡς λαμπρότης ψυχῶν καὶ ὡς ἀγνοίας σκότους διώκτης καὶ ὡς φωτίζων τὸν νοῦν πρὸς κατανόησιν τῶν ἀπορρήτων καὶ δεικνὺς τὰ μόνοις θεατὰ τοῖς καθαροῖς μυστήρια, ζωὴ δὲ ὡς τὴν πρέπουσαν ψυχαῖς ἀγαπώσαις τὸν Κύριον ἐν τοῖς θείοις παρεχόμενος κίνησιν, ἀνάστασις δὲ ὡς τῆς νεκρᾶς τῶν ὑλικῶν προσπαθείας ἐγείρων τὸν νοῦν φθορᾶς παντοίας καθαρὸν καὶ νεκρότητος, ἀλήθεια δὲ ὡς ἕξιν τῶν ἀγαθῶν τοῖς ἀξίοις δωρούμενος ἄτρεπτον. οα.

Ὁ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸς Λόγος ἑκάστῃ μυστικῶς ἐνυπάρχει τῶν οἰκείων ἐντολῶν, ὁ δὲ Θεὸς καὶ Πατὴρ ὅλος ἐστὶν ἀχώριστος ἐν ὅλῳ τῷ οἰκείῳ Λόγῳ φυσικῶς. ὁ τοίνυν δεχόμενος θείαν ἐντολὴν καὶ ποιῶν αὐτὴν τὸν ἐν αὐτῇ τοῦ Θεοῦ δέχεται Λόγον, ὁ δὲ τὸν Λόγον διὰ τῶν ἐντολῶν δεξάμενος δι’ αὐτοῦ τὸν ἐν αὐτῷ φυσικῶς ὄντα συνεδέξατο Πατέρα. ἀμὴν γάρ, φησι, λέγω ὑμῖν, ὁ λαμβάνων ὅν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με. ὁ γοῦν ἐντολὴν δεξάμενος καὶ ποιήσας αὐτὴν λαβὼν ἔχει μυστικῶς τὴν Ἁγίαν Τριάδα. οβ. Δοξάζει τὸν Θεὸν ἐν ἑαυτῷ οὐχ ὁ λόγοις μόνον γεραίρων τὸν Θεόν, ἀλλ’ ὁ διὰ τὸν Θεὸν ὑπὲρ ἀρετῆς τὰ τῶν πόνων ὑπομένων παθήματα, καὶ ἀντιδοξάζεται παρὰ Θεοῦ τὴν ἐν τῷ Θεῷ δόξαν οἷον ἀρετῆς ἔπαθλον κατὰ μέθεξιν τὴν τῆς ἀπαθείας κομιζόμενος χάριν. πᾶς γὰρ ὁ δοξάζων τὸν Θεὸν ἐν ἑαυτῷ διὰ τῶν κατὰ τὴν πρακτικὴν ὑπὲρ ἀρετῆς παθημάτων καὶ αὐτὸς ἐν τῷ Θεῷ δοξάζεται διὰ τῆς κατὰ τὴν θεωρίαν ἀπαθοῦς τῶν θείων ἐλλάμψεως. φησὶ γὰρ ὁ Κύριος ἐπὶ τὸ πάθος ἐρχόμενος· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ. εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ καὶ εὐθὺς δοξάσει αὐτόν, ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τοῖς ὑπὲρ ἀρετῆς παθήμασιν ἐπακολουθοῦσι τὰ θεῖα χαρίσματα. ογ.