Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μάξιμος ὁ Ὁμολογητής – Μυσταγωγία

Μάξιμος ὁ Ὁμολογητής

Ο συμβολισμός της Θείας Λειτουργίας

Η εσχατολογική και πνευματική ερμηνεία των μερών της θείας ιερουργίας, από την πρώτη είσοδο και τα αναγνώσματα έως την ανάγνωση του Ευαγγελίου, την αποπομπή των κατηχουμένων και το κλείσιμο των θυρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μάξιμος ὁ Ὁμολογητής

—

Κεφάλαιο 5 από 8

Κεφάλαιον ηʹ. Τίνων εἰσὶ σύμβολα ἥ τε πρώτη τῆς ἁγίας συνάξεως εἴσοδος καὶ τὰ μετ᾽ αὐτὴν τελούμενα. Ἥκει δὲ λοιπὸν ὁ λόγος ἡμῖν κατὰ τὴν σύντομον ἔκθεσιν τῶν εἰρημένων περὶ τῆς ἁγίας Ἐκκλησίας θεωριῶν παρὰ τοῦ μακαρίου γέροντος, συντομωτέραν καὶ τὴν περὶ τῆς ἁγίας τῆς Ἐκκλησίας συνάξεως διήγησιν, ὡς οἷόν τε, ποιησόμενος.

Τὴν μὲν οὖν πρώτην εἰς τὴν ἁγίαν Ἐκκλησίαν τοῦ ἀρχιερέως κατὰ τὴν ἱερὰν σύναξιν εἴσοδον τῆς πρώτης τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ σαρκὸς εἰς τὸν κόσμον τοῦτον παρουσίας τύπον καὶ εἰκόνα φέρειν ἐδίδασκε, δι᾽ ἧς τὴν δουλωθεῖσαν τῇ φθορᾷ καὶ παθοῦσαν ὑφ᾽ ἑαυτῆς τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας καὶ βασιλευομένην τυραννικῶς ὑπὸ τοῦ διαβόλου τῶν ἀνθρώπων φύσιν ἐλευθερώσας τε καὶ λυτρωσάμενος πᾶσαν τὴν ὑπὲρ αὐτῆς ὀφειλὴν ὡς ὑπεύθυνος ἀποδοὺς ὁ ἀνεύθυνος καὶ ἀναμάρτητος, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἐπανήγαγε τῆς βασιλείας χάριν, ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν δοὺς καὶ ἀντάλλαγμα, καὶ τῶν ἡμετέρων φθοροποιῶν παθημάτων τὸ ζωοποιὸν αὐτοῦ πάθος ἀντιδούς, παιώνιον ἄκος καὶ παντὸς τοῦ κόσμου σωτήριον, μεθ᾽ ἣν παρουσίαν, ἡ εἰς οὐρανὸν αὐτοῦ καὶ τὸν ὑπερουράνιον θρόνον ἀνάβασίς τε καὶ ἀποκατάστασις συμβολικῶς τυποῦται, διὰ τῆς ἐν τῷ ἱερατείῳ τοῦ ἀρχιερέως εἰσόδου καὶ τῆς εἰς τὸν θρόνον τὸν ἱερατικὸν ἀναβάσεως.

Κεφάλαιον θʹ. Τίνος ἔχει δήλωσιν καὶ ἡ τοῦ λαοῦ εἰς τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν εἴσοδος. Τὴν δὲ τοῦ λαοῦ σὺν τῷ ἱεράρχῃ γενομένην εἰς τὴν Ἐκκλησίαν εἴσοδον, τὴν ἐξ ἀγνοίας καὶ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ ἐπιστροφὴν τῶν ἀπίστων, καὶ τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας εἰς ἀρετὴν καὶ γνῶσιν μετάθεσιν τῶν πιστῶν σημαίνειν, ὁ μακάριος ἔλεγε γέρων. Οὐ γὰρ μόνον τὴν ἐπὶ τὸν ἀληθινὸν Θεὸν ἐπιστροφὴν τῶν ἀπίστων ἡ εἰς τὴν Ἐκκλησίαν εἴσοδος παραδηλοῖ, ἀλλὰ καὶ ἑκάστου ἡμῶν τῶν πιστευόντων μέν, ἀθετούντων δὲ τὰς ἐντολὰς τοῦ Κυρίου δι᾽ ἀγωγῆς ἀκολάστου καὶ ἀσχήμονος βίου, τὴν διὰ μετανοίας διόρθωσιν. Πᾶς γὰρ ἄνθρωπος, εἴτε φονεύς, εἴτε μοιχός, εἴτε κλέπτης, εἴτε ὑπερήφανος, εἴτε ἀλαζών, ἢ ὑβριστής, ἢ πλεονέκτης, ἢ φιλάργυρος, ἢ κατάλαλος, ἢ μνησίκακος, ἢ πρὸς θυμὸν καὶ ὀργὴν εὐάγωγος, ἢ λοίδορος, ἢ συκοφάντης, ἢ ψίθυρος, ἢ φθόνῳ εὐχείρωτος, ἢ μέθυσος καὶ ἁπλῶς, ἵνα μὴ πάντα τὰ ἐκ κακίας εἴδη ἀπαριθμούμενος μηκύνω τὸν λόγον, ὅστις ὑφ᾽ οἱασδήποτε κακίας ἐνεχόμενος, ἐπὸν τοῦ ἑκουσίως κατ᾽ ἐπιτήδευσιν ἐνέχεσθαι καὶ ἐνεργεῖν κατὰ πρόθεσιν, παύσοιτο καὶ μεταβαλοῖ τὸν βίον ἐπὶ τὸ κρεῖττον, τῆς κακίας τὴν ἀρετὴν ἀνθαιρούμενος, ὁ τοιοῦτος κυρίως τε καὶ ἀληθῶς Χριστῷ τῷ Θεῷ καὶ ἀρχιερεῖ νοείσθω τε καὶ λεγέσθω συνεισιέναι εἰς τὴν ἀρετήν, Ἐκκλησίαν τροπικῶς νοουμένην.

Κεφάλαιον ιʹ. Τίνων εἰσὶ σύμβολον τὰ θεῖα ἀναγνώσματα. Τὰς δὲ θείας τῶν πανιέρων βίβλων ἀναγνώσεις, τὰς θείας καὶ μακαρίας τοῦ παναγίου Θεοῦ βουλήσεις τε καὶ βουλὰς ὑπεμφαίνειν ἔλεγεν ὁ διδάσκαλος, δι᾽ ὧν τὰς ὑποθήκας τῶν πρακτέων ἀναλόγως ἕκαστος ἡμῶν κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν λαμβάνομεν, καὶ τοὺς τῶν θείων καὶ μακαρίων ἀγώνων νόμους μανθάνομεν, καθ᾽ οὓς νομίμως ἀθλοῦντες τῶν ἀξιονίκων τῆς Χριστοῦ βασιλείας ἀξιούμεθα στεφάνων.

Κεφάλαιον ιαʹ. Τίνος ἐστὶ σύμβολα τὰ θεῖα ᾄσματα. Τὴν δὲ πνευματικὴν τῶν θείων ᾀσμάτων τερπνότητα, τὴν ἐμφαντικὴν δηλοῦν ἔφασκε τῶν θείων ἡδονὴν ἀγαθῶν, τὴν τὰς ψυχὰς πρὸς μὲν τὸν ἀκήρατον τοῦ Θεοῦ καὶ μακάριον ἀνακινοῦσαν ἔρωτα, πρὸς δὲ τὸ μῖσος τῆς ἁμαρτίας πλέον ἐγείρουσαν.

Κεφάλαιον ιβʹ. Τί σημαίνουσιν αἱ τῆς εἰρήνης προσφωνήσεις. Διὰ δὲ τῶν γινομένων ἔνδοθεν ἐκ τοῦ ἱερατείου κελεύσει τοῦ ἀρχιερέως ἐφ᾽ ἑκάστῳ ἀναγνώσματι τῆς εἰρήνης ὑποφωνήσεων τὰς διὰ τῶν ἁγίων ἀγγέλων διακομιζομένας θείας ἀποδοχὰς δηλοῦσθαι ὁ σοφὸς διωρίζετο, δι᾽ ὧν ὁ Θεὸς ὁρίζει τῶν νομίμως ὑπὲρ τῆς ἀληθείας πρὸς τὰς ἀντικειμένας δυνάμεις ἀθλούντων τοὺς ἀγῶνας, τὰς ἀοράτους συμπλοκὰς διαλύων καὶ εἰρήνην διδοὺς ἐν τῇ καταργήσει τοῦ σώματος τῆς ἁμαρτίας καὶ τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν τοῖς ἁγίοις ἀντιδιδούς, ἵνα τοῦ πολεμεῖν ἀφέμενοι, πρὸς γεωργίαν πνευματικήν, εἴτουν ἀρετῶν ἐργασίαν, τὰς τῆς ψυχῆς μετασκευάσωσι δυνάμεις, δι᾽ ὧν τὰ στίφη τῶν πονηρῶν πνευμάτων διέλυσαν, στρατηγοῦντος αὐτοῖς τοῦ Θεοῦ καὶ Λόγου, 〈τοῦ〉 καὶ τὰ πικρὰ τοῦ διαβόλου καὶ δύσφυκτα μηχανήματα διασκεδάζοντος.

Κεφάλαιον ιγʹ. Τίνος ἰδικῶς ἐπὶ τοῦ καθ᾽ ἕκαστον σύμβολόν ἐστιν ἡ ἀνάγνωσις τοῦ ἁγίου Εὐαγγελίου καὶ τὰ μετ᾽ αὐτὴν μυστικά. Ὅθεν εὐθὺς μετὰ ταύτας, τὴν θείαν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν ἡ τῆς ἁγίας Ἐκκλησίας ἱερὰ διάταξις ἐνομοθέτησε γίγνεσθαι· ἰδικῶς μὲν τὴν ὑπὲρ τοῦ λόγου τοῖς σπουδαίοις κακοπάθειαν εἰσηγουμένην, μεθ᾽ ἣν ὁ τῆς γνωστικῆς θεωρίας ὥσπερ ἀρχιερεὺς οὐρανόθεν ἐπιδημῶν αὐτοῖς Λόγος τῆς σαρκὸς αὐτοῖς ὥσπερ τινὰ κόσμον αἰσθητὸν συστέλλει τὸ φρόνημα, τοὺς ἔτι πρὸς γῆν κατανεύοντας λογισμοὺς ἀπωθούμενος καὶ πρὸς τὴν τῶν νοητῶν ἐποψίαν ἐντεῦθεν διὰ τῆς τῶν θυρῶν κλείσεως καὶ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων αὐτοὺς ἀγαγών, λόγων τε καὶ πραγμάτων μύσαντας ἤδη τὰς αἰσθήσεις καὶ ἔξω σαρκὸς καὶ κόσμου γεγενημένους, τὰ ἀπόρρητα διδάσκει· συναχθέντας ἤδη διὰ τοῦ ἀσπασμοῦ πρὸς ἑαυτούς τε καὶ αὐτὸν καὶ μόνην ἀντεισάγοντας αὐτῷ τῆς περὶ αὐτοὺς πολλῆς εὐεργεσίας εὐγνωμόνως τὴν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας εὐχαριστήριον ὁμολογίαν, ἣν τὸ θεῖον τῆς πίστεως αἰνίττεται σύμβολον. Εἶτα τοῖς ἀγγέλοις ἐναριθμίους αὐτοὺς καταστήσας διὰ τοῦ Τρισαγίου καὶ τὴν αὐτὴν ἐκείνοις ἐπιστήμην τῆς ἁγιαστικῆς θεολογίας αὐτοῖς χαρισάμενος τῷ Θεῷ καὶ Πατρὶ προσάγει, υἱοθετηθέντας τῷ Πνεύματι διὰ τῆς προσευχῆς, δι᾽ ἧς Πατέρα καλεῖν τὸν Θεὸν ἠξιώθησαν.

Κἀντεῦθεν πάλιν ὥσπερ ἐπιστημόνως ἤδη τοὺς ἐν τοῖς οὖσι πάντας λόγους περάσαντας, πρὸς τὴν ἄγνωστον ἀγνώστως διὰ τοῦ “Εἷς ἅγιος” καὶ τῶν ἑξῆς ἄγει μονάδα, τῇ χάριτι ἑνωθέντας καὶ κατὰ μέθεξιν πρὸς αὐτὴν ὁμοιωθέντας τῇ κατὰ δύναμιν ἀδιαιρέτῳ ταυτότητι.

Κεφάλαιον ιδʹ. Τίνος ἐστὶ σύμβολον, κατὰ τὸ γενικῶς σημαινόμενον, ἡ θεία τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσις. Γενικῶς δὲ τὴν τοῦ κόσμου τούτου συντέλειαν ὑποσημαίνουσαν.

Μετὰ γὰρ τὴν θείαν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν ὅ τε ἀρχιερεὺς κάτεισι τοῦ θρόνου, καὶ ἡ τῶν κατηχουμένων καὶ ἡ τῶν λοιπῶν τῶν ἀναξίων τῆς θείας τῶν δειχθησομένων μυστηρίων θεωρίας ἀπόλυσίς τε καὶ ἐκβολὴ διὰ τῶν λειτουργῶν γίγνεται, σημαίνουσα καὶ προτυποῦσα δι᾽ ἑαυτῆς τὴν ἀλήθειαν, ἧς εἰκὼν ὑπάρχει καὶ τύπος, καὶ οἷον ἐν τούτοις βοῶσα, ὅτι μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον, καθὼς γέγραπται, τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, τότε ἥξει τὸ τέλος, παραγινομένου κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐξ οὐρανῶν δηλαδή, μετὰ δόξης πολλῆς τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ—“αὐτὸς γὰρ ὁ Κύριος ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ,” φησὶν ὁ θεῖος Ἀπόστολος—, καὶ ποιοῦντος ἐκδίκησιν ἐν τοῖς ὑπεναντίοις καὶ ἀφορίζοντος διὰ τῶν ἁγίων ἀγγέλων τοὺς πιστοὺς ἀπὸ τῶν ἀπίστων, καὶ ἀπὸ δικαίων τοὺς ἀδίκους, καὶ 〈ἀπὸ〉 τῶν ἁγίων τοὺς ἐναγεῖς, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, 〈ἀπὸ〉 τῶν Πνεύματι Θεοῦ στοιχησάντων, τοὺς ὀπίσω σαρκὸς πορευθέντας, καὶ ἐπ᾽ αἰῶσι ἀπείροις τε καὶ ἀτελευτήτοις, ὡς ἡ τῶν θείων λογίων ἀλήθειά φησι, κατ᾽ ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ δικαίαν ἀποδιδόντος τὴν ἀμοιβήν.

Κεφάλαιον ιεʹ. Τίνος σύμβολόν ἐστι ἡ κλεῖσις τῶν θυρῶν τῆς ἁγίας Ἐκκλησίας, ἡ μετὰ τὸ ἅγιον Εὐαγγέλιον γιγνομένη. Ἡ δὲ μετὰ τὴν ἱερὰν ἀνάγνωσιν τοῦ ἁγίου Εὐαγγελίου καὶ τὴν ἐκβολὴν τῶν κατηχουμένων γινομένη κλεῖσις τῶν θυρῶν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, τήν τε τῶν ὑλικῶν δηλοῖ πάροδον, καὶ τὴν γενησομένην μετὰ τὸν φοβερὸν ἐκεῖνον, ἀφορισμόν, καὶ τὴν φοβερωτέραν ψῆφον εἰς τὸν νοητὸν κόσμον, ἤτοι τὸν νυμφῶνα τοῦ Χριστοῦ, τῶν ἀξίων εἴσοδον, καὶ τὴν ἐν ταῖς αἰσθήσεσι τῆς κατὰ τὴν ἀπάτην ἐνεργείας τελείαν ἀποβολήν.

Κεφάλαιον ιϛʹ. Τί σημαίνει ἡ τῶν ἁγίων μυστηρίων εἴσοδος. Ἡ δὲ τῶν ἁγίων καὶ σεπτῶν μυστηρίων εἴσοδος ἀρχὴ καὶ προοίμιόν ἐστιν—ὡς ὁ μέγας ἐκεῖνος ἔφασκε γέρων— τῆς γενησομένης ἐν οὐρανοῖς καινῆς διδασκαλίας περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς, καὶ ἀποκάλυψις τοῦ ἐν ἀδύτοις τῆς θείας κρυφιότητος ὄντος μυστηρίου τῆς ἡμῶν σωτηρίας. “Οὐ γὰρ μὴ πίω,” φησὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Θεὸς καὶ Λόγος, “ἀπ᾽ ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ.”

Κεφάλαιον ιζʹ. Τίνος ἐστὶ σύμβολον ὁ θεῖος ἀσπασμός. Ὁ δὲ πᾶσι προσφωνούμενος πνευματικὸς ἀσπασμὸς τὴν ἐσομένην πάντων πρὸς ἀλλήλους ἐν τῷ καιρῷ τῆς τῶν μελλόντων ἀρρήτων ἀγαθῶν ἀποκαλύψεως, κατὰ πίστιν τε καὶ ἀγάπην, ὁμόνοιάν τε καὶ ὁμογνωμοσύνην καὶ ταυτότητα λογικήν, δι᾽ ἣν τὴν πρὸς τὸν Λόγον καὶ Θεὸν οἰκείωσιν οἱ ἄξιοι δέχονται, προτυποῖ καὶ προδιαγράφει. Λόγου γὰρ σύμβολον τὸ στόμα, καθ᾽ ὃν μάλιστα πᾶσιν ἅπαντες οἱ λόγου μετειληφότες, ὡς λογικοί, καὶ τῷ πρώτῳ καὶ μόνῳ Λόγῳ καὶ παντὸς αἰτίῳ λόγου συμφύονται.

Κεφάλαιον ιηʹ. Τί σημαίνει τὸ θεῖον τῆς πίστεως σύμβολον. Ἡ δὲ τοῦ θείου συμβόλου τῆς πίστεως γινομένη παρὰ πάντων ὁμολογία τὴν ἐφ᾽ οἷς ἐσώθημεν παραδόξοις λόγοις τε καὶ τρόποις τῆς πανσόφου περὶ ἡμᾶς τοῦ Θεοῦ προνοίας γενησομένην μυστικὴν εὐχαριστίαν κατὰ τὸν αἰῶνα τὸν μέλλοντα προσημαίνει, δι᾽ ἧς εὐγνώμονα ἐπὶ τῇ θείᾳ εὐεργεσίᾳ ἑαυτοὺς συνιστῶσιν οἱ ἄξιοι, πλὴν ταύτης τῶν περὶ αὐτοὺς ἀπείρων θείων ἀγαθῶν ἀντεισαγαγεῖν ἄλλο τι καθ᾽ ὁτιοῦν οὐκ ἔχοντες.

Κεφάλαιον ιθʹ. Τί σημαίνει ἡ τοῦ Τρισαγίου δοξολογία. Ἡ δὲ γινομένη τρισσὴ τοῦ ἁγιασμοῦ τῆς θείας ὑμνολογίας ἐκβόησις παρὰ παντὸς τοῦ πιστοῦ λαοῦ τὴν πρὸς τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ τὸ μέλλον φανησομένην ἕνωσίν τε καὶ ἰσοτιμίαν παραδηλοῖ, καθ᾽ ἣν συμφώνως ταῖς ἄνω δυνάμεσι διὰ ταυτότητα τῆς ἀτρέπτου περὶ Θεὸν ἀεικινησίας τρισὶν ἁγιασμοῖς ὑμνεῖν τε καὶ ἁγιάζειν τὴν τρισυπόστατον μίαν Θεότητα διδαχθήσεται τῶν ἀνθρώπων ἡ φύσις.

Κεφάλαιον κʹ. Τίνος ἐστὶ σύμβολον ἡ ἁγία προσευχὴ τοῦ “Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.” Ἡ δὲ παναγία τε καὶ σεπτὴ τοῦ μεγάλου καὶ μακαρίου Θεοῦ καὶ Πατρὸς ἐπίκλησις τῆς δοθησομένης ἐνυποστάτου τε καὶ ἐνυπάρκτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος υἱοθεσίας ἐστὶ σύμβολον, καθ᾽ ἣν πάσης ὑπερνικωμένης τε καὶ καλυπτομένης ἀνθρωπίνης ἰδιότητος τῇ ἐπιφοιτήσει τῆς χάριτος υἱοὶ Θεοῦ χρηματίσουσί τε καὶ ἔσονται πάντες οἱ ἅγιοι, ὅσοι δι᾽ ἀρετῶν ἀπ᾽ ἐντεῦθεν ἤδη τῷ θείῳ τῆς ἀγαθότητος κάλλει ἑαυτοὺς λαμπρῶς τε καὶ ἐπιδόξως ἐφαίδρυναν.

Κεφάλαιον καʹ. Τί σημαίνει τὸ τέλος τῆς μυστικῆς ἱερουργίας τῶν ἐκφωνουμένων ὕμνων, τουτέστιν “Εἷς ἅγιος, εἷς Κύριος,” καὶ τὰ ἑξῆς. Ἡ δὲ κατὰ τὸ τέλος τῆς μυστικῆς ἱερουργίας παρὰ παντὸς τοῦ λαοῦ γινομένη τοῦ “Εἷς ἅγιος” καὶ τῶν ἑξῆς ὁμολογία τὴν ὑπὲρ λόγον καὶ νοῦν πρὸς τὸ ἓν τῆς θείας ἁπλότητος κρύφιον γενησομένην τῶν μυστικῶς τε καὶ σοφῶς κατὰ Θεὸν τετελεσμένων συναγωγήν τε καὶ ἕνωσιν δηλοῖ, ἐν τῷ ἀφθάρτῳ τῶν νοητῶν αἰῶνι καθ᾽ ὃν τῆς ἀφανοῦς καὶ ὑπεραρρήτου δόξης τὸ φῶς ἐνοπτεύοντες τῆς μακαρίας μετὰ τῶν ἄνω δυνάμεων, καὶ αὐτοὶ δεκτικοὶ γίγνονται καθαρότητος· μεθ᾽ ἥν, ὡς τέλος πάντων, ἡ τοῦ μυστηρίου μετάδοσις γίνεται μεταποιοῦσα πρὸς ἑαυτὴν καὶ ὁμοίους τῷ κατ᾽ αἰτίαν ἀγαθῷ κατὰ χάριν καὶ μέθεξιν ἀποφαίνουσα τοὺς ἀξίως μεταλαμβάνοντας, ἐν μηδενὶ αὐτοῦ λειπομένους, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις καὶ ἐνδεχόμενον. Ὥστε καὶ αὐτοὺς δύνασθαι εἶναί τε καὶ καλεῖσθαι θέσει κατὰ τὴν χάριν θεούς, διὰ τὸν αὐτοὺς ὅλως πληρώσαντα ὅλον Θεὸν καὶ μηδὲν αὐτῶν τῆς αὐτοῦ παρουσίας κενὸν καταλείψαντα.